- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:45-46
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
クリトンは、友人たちが受ける経済的・名誉的リスクは僅かであると主張し、脱出を拒むソクラテスを自己放棄や家族への無責任として非難する。ソクラテスは、危機にあっても感情ではなく理性(ロゴス)に従うべきだと応じ、大衆の評判を重んじるべきか否かの再吟味を提案する。
ΚΡ. εἰ γάρ τι τοιοῦτον φοβῇ, ἔασον αὐτὸ χαίρειν· ἡμεῖς γάρ που δίκαιοί ἐσμεν σώσαντές σε κινδυνεύειν1 τοῦτον τὸν κίνδυνον καὶ ἐὰν δέῃ ἔτι τούτου μείζω. ἀλλʼ ἐμοὶ πείθου καὶ μὴ ἄλλως ποίει. ΣΩ. καὶ ταῦτα προμηθοῦμαι, ὦ Κρίτων, καὶ ἄλλα πολλά. ΚΡ. μήτε τοίνυν ταῦτα φοβοῦ—καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν ὃ θέλουσι λαβόντες τινὲς σῶσαί σε καὶ ἐξαγαγεῖν ἐνθένδε. ἔπειτα οὐχ ὁρᾷς τούτους τοὺς συκοφάντας ὡς εὐτελεῖς, καὶ οὐδὲν ἂν δέοι ἐπʼ αὐτοὺς πολλοῦ ἀργυρίου; σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἐγὼ οἶμαι, ἱκανά· ἔπειτα καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει δεῖν ἀναλίσκειν τἀμά, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν· εἷς δὲ καὶ κεκόμικεν ἐπʼ αὐτὸ τοῦτο ἀργύριον ἱκανόν, Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος δὲ καὶ Κέβης καὶ ἄλλοι πολλοὶ πάνυ. ὥστε, ὅπερ λέγω, μήτε ταῦτα φοβούμενος ἀποκάμῃς σαυτὸν σῶσαι, μήτε, ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ, δυσχερές σοι γενέσθω ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅτι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅποι ἂν ἀφίκῃ ἀγαπήσουσί σε· ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι οἵ σε περὶ πολλοῦ ποιήσονται καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίαν.ἔτι δέ, ὦ Σώκρατες, οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι, ἐξὸν σωθῆναι,2 καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι ἅπερ ἂν καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσαν σὲ διαφθεῖραι βουλόμενοι. πρὸς δὲ τούτοις καὶ τοὺς ὑεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς προδιδόναι, οὕς σοι ἐξὸν καὶ ἐκθρέψαι καὶ ἐκπαιδεῦσαι οἰχήσῃ καταλιπών, καὶ τὸ σὸν μέρος ὅτι ἂν τύχωσι τοῦτο πράξουσιν· τεύξονται δέ, ὡς τὸ εἰκός, τοιούτων οἷάπερ εἴωθεν γίγνεσθαι ἐν ταῖς ὀρφανίαις περὶ τοὺς ὀρφανούς. ἢ γὰρ οὐ χρὴ ποιεῖσθαι παῖδας ἢ συνδιαταλαιπωρεῖν καὶ τρέφοντα καὶ παιδεύοντα, σὺ δέ μοι δοκεῖς τὰ ῥᾳθυμότατα αἱρεῖσθαι. χρὴ δέ, ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι, φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαι· ὡς ἔγωγε καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι μὴ δόξῃ ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ ἀνανδρίᾳ τινὶ τῇ ἡμετέρᾳ πεπρᾶχθαι, καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον ὡς εἰσῆλθεν ἐξὸν μὴ εἰσελθεῖν, καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης ὡς ἐγένετο, καὶ τὸ τελευταῖον δὴ τουτί, ὥσπερ κατάγελως τῆς πράξεως, κακίᾳ τινὶ καὶ ἀνανδρίᾳ τῇ ἡμετέρᾳ διαπεφευγέναι ἡμᾶς δοκεῖν,3 οἵτινές σε οὐχὶ ἐσώσαμεν οὐδὲ σὺ σαυτόν, οἷόν τε ὂν καὶ δυνατὸν εἴ τι καὶ μικρὸν ἡμῶν ὄφελος ἦν.
クリトン:もしそのようなことを恐れているのなら、そんなことは気に病むのをやめてほしい。私たちはあなたを救うことで、この危険、あるいは必要ならさらにこれより大きな危険を冒すのが当然なのだから。私の言葉に従って、別のようにはしないでください。ソクラテス:そのことも心配しているし、クリトン、他にも多くのことを心配しているよ。クリトン:それなら、そのことは恐れないでください。実際、あなたを救ってここから連れ出すために、いくらかの金を受け取ろうとする人々が求めている金額は大したものではありません。それに、あの密告者たちがどれほど安上がりで、彼らのために大金が必要ないことはお分かりでしょう?あなたには私の財産があり、それは十分なものだと私は思います。さらに、もし私のことを気遣って私の財産を消費すべきでないと思うなら、ここに来ている異邦人たちが喜んで財産を出す用意があります。その目的のために十分な資金を持ってきたテーバイのシミアスがおり、またケベス、その他多くの人々がいます。だから、私が言うように、そのようなことを恐れて自分を救うことを投げ出さないでください。また、裁判所で「逃亡してもどう身を処していいかわからない」と言っていたことも、重荷に思わないでください。他の多くの場所でも、どこへ行こうとも、彼らはあなたを歓迎するでしょう。もしテッサリアに行くことを望むなら、私にそこには友人がいて、あなたを非常に尊重し、安全を保証してくれるでしょう。そうすればテッサリアの誰もあなたを苦しめることはありません。さらに、ソクラテス、あなたは正しくないことを企てようとしているように思えます。救われることができるのに自分を裏切り、あなたの敵があなたを滅ぼそうと望み、実際に望んで行ってきたのとまさに同じようなことが、あなた自身の身に起こるように自ら急いでいるのだから。それに加えて、あなたは自分の息子たちをも裏切ろうとしているように私には思えます。彼らを育て、教育することができるのに、彼らを残して去ろうとしており、あなたに関する限り、彼らは行き当たりばったりの運命をたどることになる。彼らは、おそらくは、孤児たちの身に孤児境遇において起こりがちな、まさにそのような目に遭うでしょう。子供をもうけるべきではないか、さもなければ最後まで一緒に苦労して育て、教育すべきです。あなたは最も安易な道を選ぼうとしているように私には思えます。生涯を通じて徳に配慮してきたと言う者なら、善く勇気ある男が選ぶべき道を選ぶべきです。私はあなたのためにも、また私たち友人のためにも恥ずかしく思います。このあなたに関する一件全体が、私たちの何らかの不甲斐なさによって行われたと思われるのではないかと。本来なら避けることができたのに訴訟が裁判所に持ち込まれたこと、そしてその裁判そのものがどのように行われたか、さらに最後のこの結末、まるで全体の不手際(お笑いぐさ)のように、私たちの何らかの卑劣さと不甲斐なさによって、(救出の機会が)私たちの手からこぼれ落ちてしまったと思われることです。私たちが少しでも役に立つ存在であったなら、可能であり、実行できたはずなのに、私たちがあなたを救わず、あなた自身も自分を救わなかったのだから。
ΚΡ. ταῦτα οὖν, ὦ Σώκρατες, ὅρα μὴ ἅμα τῷ κακῷ καὶ αἰσχρὰ ᾖ σοί τε καὶ ἡμῖν. ἀλλὰ βουλεύου—μᾶλλον δὲ οὐδὲ βουλεύεσθαι ἔτι ὥρα ἀλλὰ βεβουλεῦσθαι—μία δὲ βουλή· τῆς γὰρ ἐπιούσης νυκτὸς πάντα ταῦτα δεῖ πεπρᾶχθαι, εἰ δʼ ἔτι περιμενοῦμεν, ἀδύνατον καὶ οὐκέτι οἷόν τε. ἀλλὰ παντὶ τρόπῳ, ὦ Σώκρατες, πείθου μοι καὶ μηδαμῶς ἄλλως ποίει. ΣΩ. ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μή, ὅσῳ μείζων τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς εἴτε ταῦτα πρακτέον εἴτε μή· ὡς ἐγὼ οὐ νῦν πρῶτον ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι4 ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται. τοὺς δὴ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβαλεῖν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον· ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω,5 οὐδʼ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμοὺς καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις. πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις περὶ τῶν δοξῶν. πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ; ἢ πρὶν μὲν ἐμὲ δεῖν ἀποθνῄσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς; ἐπιθυμῶ δʼ ἔγωγʼ ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδε ἔχω, ἢ ὁ αὐτός, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ. ἐλέγετο δέ πως, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τὶ λέγειν, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθρωποι δοξάζουσιν δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή. τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι;
クリトン:だから、ソクラテス、これが悪であると同時に、あなたにとっても私たちにとっても不名誉なことにならないか、よく見てください。よく決断してください。いや、もはや決断する時間ではなく、決断し終えているべき時です。決断は一つです。来たる夜にこれらすべてが行われねばならず、もしこれ以上待つなら、不可能です。ぜひ私の言葉に従って、決して別のようにはしないでください。ソクラテス:親愛なるクリトン、君の熱意は、もしそれがいくらかの正しさを伴うなら大いに価値があるが、そうでなければ、大きければ大きいほど厄介なものとなる。だから私たちは、これをなすべきか否かを吟味しなければならない。私は今に始まったことではなく、常に、自分の内にあるもののうち、よく考えた上で最善と思われるロゴス以外には、いかなるものにも従わないような人間なのだから。以前私が語っていたロゴスを、私にこのような運命が訪れたからといって、今投げ捨てるわけにはいかない。それは私にとってほぼ同じように見える。私は以前と同じロゴスを尊重し、尊ぶ。今、これより優れたものを語ることができないなら、よく知っておくがよい、私は君に同意しない。たとえ多くの人々の力が、私たちを子供のようにおどすために、現在の状況よりもさらに多くの監禁や死や財産の没収を課してこようとも。では、どうすれば最も穏当に吟味できるか。まず、君が評判について語ったそのロゴスを取り上げよう。常に言われていたこと、すなわち「評判のうち、あるものには注意を払い、他のものには注意を払わないべきだ」というのは、正しかったのかどうか。それとも、私が死なねばならなくなる前には正しく言われていたが、今となってはそれが単に議論のために言われていただけで、実際にはただのお遊びやたわ言にすぎなかったことが、明らかになったのだろうか。クリトン、私は君とともに、このような状況にある私にとって、そのロゴスがいくらか違って見えるのか、それとも同じに見えるのかを検討したい。そして、それをそのままにしておくか、あるいはそれに従うかを。常に、何か中身のあることを言っていると思われている人々によって、このように言われていたと思う、今私が言ったように、人間が抱く評判のうち、あるものは重んじ、あるものはそうすべきではないと。クリトン、神にかけて、これは正しく言われていると思わないかね?
- 45aδίκαιοί ἐσμεν ... κινδυνεύειν
δίκαιός εἰμι に不定詞が続く構文で、「〜するのが当然である」「〜して当然である」という義務や正当性を表す。ここでは、分詞 σώσαντές(救うことによって、あるいは救い出して)が条件や手段として不定詞 κινδυνεύειν に係っている。
- 45cἐξὸν σωθῆναι
非人称動詞 ἔξεστι(可能である、許されている)の現在分詞中性単数対格 ἐξόν を用いた対格絶対(accusative absolute)の構文。「〜することが可能であるのに」という譲歩の意を表す。45dの ἐξὸν καὶ ἐκθρέψαι も同様の構造である。
- 45eδιαπεφευγέναι ἡμᾶς δοκεῖν
動詞 διαφεύγω(逃れる、すり抜ける)の完了不定詞 διαπεφευγέναι の主語は、一連の事態の結末である τὸ τελευταῖον δὴ τουτί(この最後の結末)である。これが「私たちの何らかの卑劣さと臆病さによって(手の中から)すり抜けていってしまった」と見なされる(δοκεῖν)ことを悔やんでいる。ἡμᾶς は δοκεῖν の意味上の主語(「私たちが〜と思われること」)であり、全体として αἰσχύνομαι μὴ δόξῃ の「恥じる」内容の並列の最後を締めくくっている。
- 46bοἷος ... πείθεσθαι
相関代名詞 οἷος に不定詞が続くことで、「〜するような性質・傾向の(人である)」という性格や特徴を表す構文(性質の οἷος)。主格である ἐγώ の補語として機能している。
- 46cοὐ μή σοι συγχωρήσω
否定の小辞 οὐ μή に接続法(ここではアオリスト接続法 συγχωρήσω、あるいは未来直説法)が続くことで、「決して〜しないだろう」という極めて強い否定の意志や予測を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
- 2026-11-15 AI校閲 — 訳文 3 件
