§28ἀλλὰ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς μὲν ἐγὼ οὐκ ἀδικῶ κατὰ τὴν Μελήτου γραφήν, οὐ πολλῆς μοι δοκεῖ εἶναι ἀπολογίας, ἀλλὰ ἱκανὰ καὶ ταῦτα·
しかしながら、アテネの皆さん、メレトスの告訴状に対して私が無罪であるということについては、多くの弁明を必要としないと思われます。 これだけで十分に事足ります。
ὃ δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ὅτι πολλή μοι ἀπέχθεια γέγονεν καὶ πρὸς πολλούς, εὖ ἴστε ὅτι ἀληθές ἐστιν.
しかし、私が前にも言っていたこと、すなわち、私に対して多くの、そして多くの人々から強い憎悪が生まれているということは、真実であるとよく知っておいてください。
καὶ τοῦτʼ ἔστιν ὃ ἐμὲ αἱρεῖ, ἐάνπερ αἱρῇ, οὐ Μέλητος οὐδὲ Ἄνυτος ἀλλʼ ἡ τῶν πολλῶν διαβολή τε καὶ φθόνος.
そして、もし私を破滅させるものがあるとすれば、それはこれなのであって、メレトスでもアニュトスでもなく、多くの人々の偏見と嫉妬なのです。
ἃ δὴ πολλοὺς καὶ ἄλλους καὶ ἀγαθοὺς ἄνδρας ᾕρηκεν, οἶμαι δὲ καὶ αἱρήσει·
これらはすでに他の多くの、しかも優れた人々をも破滅させてきましたし、これからも破滅させるだろうと私は思います。
οὐδὲν δὲ δεινὸν μὴ ἐν ἐμοὶ στῇ.
それが私のところで留まるような事態にならないという恐れは全くありません。
ἴσως ἂν οὖν εἴποι τις·
そこで、おそらく誰かがこう言うかもしれません。
εἶτʼ οὐκ αἰσχύνῃ, ὦ Σώκρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν;
「そうするとソクラテスよ、現在死ぬ危険にさらされるような、そのような生き方をしてきたことを恥ずかしいとは思わないのか。
ἐγὼ δὲ τούτῳ ἂν δίκαιον λόγον ἀντείποιμι, ὅτι
οὐ καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ.
」しかし、私はこの人に対して、次のように正当な議論を返すでしょう。 「友よ、もし君が、少しでも役に立つ人間が、生きるべきか死ぬべきかの危険を考慮しなければならないと考えているなら、君は正しく語っていない。 むしろ、行動するときには、自分が正しいことを行っているか不正なことを行っているか、それとも善い人間の行いをしているか悪い人間の行いをしているか、その一点だけを考慮すべきなのだ。
φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱός, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησεν παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι ὥστε, ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ Ἕκτορα ἀποκτεῖναι, θεὸς οὖσα, οὑτωσί πως, ὡς ἐγὼ οἶμαι·
」なぜなら、君の議論に従うなら、トロイアで命を落とした半神たちのすべて、なかんずくテティスの子が卑劣な者であったことになるからだ。 彼は、恥ずべきことを甘んじて受けるくらいならと、死の危険を極めて軽んじたため、彼がヘクトルを殺そうと熱望していたときに、女神である彼の母が、私の思うに次のように言ったときにもその警告を無視したのだ。
ὦ παῖ, εἰ τιμωρήσεις Πατρόκλῳ τῷ ἑταίρῳ τὸν φόνον καὶ Ἕκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ—αὐτίκα γάρ τοι,
φησί,
μεθʼ Ἕκτορα πότμος ἑτοῖμος
—ὁ δὲ τοῦτο ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὠλιγώρησε, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν,
αὐτίκα,
φησί,
τεθναίην, δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν ἄχθος ἀρούρης.
「我が子よ、もしお前が友パトロクロスの殺害に対する復讐としてヘクトルを殺すなら、お前自身が死ぬことになる。 なぜなら、ヘクトルのすぐ後に、お前の死の運命が用意されているからだ」と母は言っている。 しかし、彼はこれを聞いて死と危険を軽視し、むしろ卑怯者として生きながらえ、友への復讐を果たさないことをはるかに恐れてこう言ったのだ。 「悪をなした者に罰を与えて、私はすぐにでも死のう。 反りかえった船の傍らで大地の重荷となり、物笑いの種としてここに留まることのないように。
ὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου;
」君は彼が死や危険を気にしたと思うかね。
οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ·
アテネの皆さん、真実は実に次の通りなのです。
οὗ ἄν τις ἑαυτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἶναι ἢ ὑπʼ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ.
人が、そこが自分にとって最善であると考えて自ら身を置いた場所、あるいは、指揮官によって配置された場所、そこにとどまって危険に立ち向かうべきであり、恥ずべきことより前に死も他のいかなることも考慮すべきではない、と私には思われます。
ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτειδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ, τότε μὲν οὗ ἐκεῖνοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους, ἐνταῦθα δὲ φοβηθεὶς ἢ θάνατον ἢ ἄλλʼ ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τάξιν.
アテネの皆さん、それゆえ、あなたがたが私を指揮するために選んだ指揮官たちが、ポテイダイアやアムフィポリスやデリオンにおいて私を配置したときには、私は他のみんなと同じように、彼らが配置した場所にとどまって死の危険を冒したというのに、神が私に、知を愛し、自分自身や他者を吟味しながら生きるべきだと命じていると私が信じ、またそう受け止めたときに、死や他のいかなる事柄をも恐れてその配置を放棄するならば、私は恐るべき罪を犯したことになるでしょう。