§28ἀλλὰ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς μὲν ἐγὼ οὐκ ἀδικῶ κατὰ τὴν Μελήτου γραφήν, οὐ πολλῆς μοι δοκεῖ εἶναι ἀπολογίας, ἀλλὰ ἱκανὰ καὶ ταῦτα·
但是,雅典的市民们,关于我没有按照美勒托斯的控告书犯罪这一点,在我看来并不需要长篇大论的辩护,这些就已经足够了。
ὃ δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ὅτι πολλή μοι ἀπέχθεια γέγονεν καὶ πρὸς πολλούς, εὖ ἴστε ὅτι ἀληθές ἐστιν.
然而,我以前也说过,有许多人对我产生了极大的怨恨,请你们确信这是真实的。
καὶ τοῦτʼ ἔστιν ὃ ἐμὲ αἱρεῖ, ἐάνπερ αἱρῇ, οὐ Μέλητος οὐδὲ Ἄνυτος ἀλλʼ ἡ τῶν πολλῶν διαβολή τε καὶ φθόνος.
如果有什么会定我的罪,如果真的定罪的话,那不是美勒托斯,也不是阿尼托斯,而是大众的诽谤和嫉妒。
ἃ δὴ πολλοὺς καὶ ἄλλους καὶ ἀγαθοὺς ἄνδρας ᾕρηκεν, οἶμαι δὲ καὶ αἱρήσει· οὐδὲν δὲ δεινὸν μὴ ἐν ἐμοὶ στῇ.
这些诽谤和嫉妒已经使许多其他优秀的人定罪,而且我想将来也会继续如此;绝对没有理由认为这会止于我。
ἴσως ἂν οὖν εἴποι τις· εἶτʼ οὐκ αἰσχύνῃ, ὦ Σώκρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν;
那么,也许有人会说:“苏格拉底,难道你不感到羞耻吗? 你从事了这样一种行当,以至于现在面临死亡的危险。
ἐγὼ δὲ τούτῳ ἂν δίκαιον λόγον ἀντείποιμι, ὅτι
οὐ καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ.
”而我会对这个人理直气壮地回答道:“朋友,如果你认为一个稍微有点用处的人应该权衡生死存亡的危险,而不是在行动时只考虑这一点:他的所作所为是公正还是不公正,是善人的行为还是恶人的行为,那么你就说得不对了。
φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱός, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησεν παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι ὥστε, ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ Ἕκτορα ἀποκτεῖναι, θεὸς οὖσα, οὑτωσί πως, ὡς ἐγὼ οἶμαι· ὦ παῖ, εἰ τιμωρήσεις Πατρόκλῳ τῷ ἑταίρῳ τὸν φόνον καὶ Ἕκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ—αὐτίκα γάρ τοι,
φησί,
μεθʼ Ἕκτορα πότμος ἑτοῖμος
—ὁ δὲ τοῦτο ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὠλιγώρησε, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν,
αὐτίκα,
φησί,
τεθναίην, δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν ἄχθος ἀρούρης.
”因为按照你的说法,那些在特洛伊牺牲的半神,以及其他所有人,尤其是忒提斯之子,就都成了卑劣之辈。 忒提斯之子极其轻视危险,绝不忍受任何耻辱,以至于当他急于杀死赫克托耳时,他的母亲(一位女神)大约是这样对他说的,正如我所认为的那样:“孩子,如果你为你的同伴帕特罗克洛斯复仇而杀死赫克托耳,你自己就会死;因为在赫克托耳之后,”她说,“你的命运立刻就在等待着你。 ”但他听了这话,对死亡和危险置之不理,反而更加害怕作为懦夫活着而不为朋友报仇,他说:“让我立刻死吧,惩罚了作恶者,免得我留在这里,在弯曲的战船旁成为笑柄,成为大地的负担。
ὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου;
”你认为他会介意死亡和危险吗?
οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ· οὗ ἄν τις ἑαυτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἶναι ἢ ὑπʼ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ.
雅典的市民们,事实确实如此:无论一个人认为哪里最好而坚守在何处,或者被长官指派在何处,在我看来,他就应该坚守在何处并面对危险,不把死亡或其他任何事情看得比耻辱更重要。
ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτειδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ, τότε μὲν οὗ ἐκεῖνοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους, ἐνταῦθα δὲ φοβηθεὶς ἢ θάνατον ἢ ἄλλʼ ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τάξιν.
雅典的市民们,如果当你们选举出来统帅我的那些长官,在波提狄亚、安菲波利斯和德利翁指派我时,我坚守在他们指派的地方,像其他人一样面对死亡的危险;而当神指派我——正如我所认为和理解的那样——应该以爱智的方式生活,审视自己和他人时,我却因为害怕死亡或其他任何事情而放弃了岗位,那么我就是犯了可怕的错误。