§27ἔοικεν γὰρ ὥσπερ αἴνιγμα συντιθέντι διαπειρωμένῳ
ἆρα γνώσεται Σωκράτης ὁ σοφὸς δὴ ἐμοῦ χαριεντιζομένου καὶ ἐναντίʼ ἐμαυτῷ λέγοντος, ἢ ἐξαπατήσω αὐτὸν καὶ τοὺς ἄλλους τοὺς ἀκούοντας;
というのも、彼はまるでなぞなぞを組み立てて、『はたして、あの賢者とされるソクラテスは、私がふざけて自分自身に矛盾することを言っているのに気づくだろうか、それとも私は彼と他の聞き手たちを騙し通せるだろうか』と私を試している者のようだからです。
οὗτος γὰρ ἐμοὶ φαίνεται τὰ ἐναντία λέγειν αὐτὸς ἑαυτῷ ἐν τῇ γραφῇ ὥσπερ ἂν εἰ εἴποι·
この男は、告訴状の中で自分自身に矛盾することを言っているように私には思われます。 それはまるで次のように言っているかのようです。
ἀδικεῖ Σωκράτης θεοὺς οὐ νομίζων, ἀλλὰ θεοὺς νομίζων.
『ソクラテスは、神々を信じないことによって不正を働いているが、しかし、神々を信じている。
καίτοι τοῦτό ἐστι παίζοντος.
』しかしながら、これはふざけている者のすることです。
συνεπισκέψασθε δή, ὦ ἄνδρες, ᾗ μοι φαίνεται ταῦτα λέγειν·
紳士諸君、彼がどのようにしてこのように言っているように私に思われるのか、共に検討してください。
σὺ δὲ ἡμῖν ἀπόκριναι, ὦ Μέλητε.
そしてメレトスよ、君は我々に答えてくれ。
ὑμεῖς δέ, ὅπερ κατʼ ἀρχὰς ὑμᾶς παρῃτησάμην, μέμνησθέ μοι μὴ θορυβεῖν ἐὰν ἐν τῷ εἰωθότι τρόπῳ τοὺς λόγους ποιῶμαι.
そして皆さんは、最初に私がお願いした通り、私がいつものやり方で話をしても、騒ぎ立てないよう心に留めておいてください。
ἔστιν ὅστις ἀνθρώπων, ὦ Μέλητε, ἀνθρώπεια μὲν νομίζει πράγματʼ εἶναι, ἀνθρώπους δὲ οὐ νομίζει;
メレトスよ、人間の事柄は存在すると信じるが、人間は存在しないと信じる、そのような人間が誰かいるかね。
ἀποκρινέσθω, ὦ ἄνδρες, καὶ μὴ ἄλλα καὶ ἄλλα θορυβείτω·
紳士諸君、彼に答えさせてほしい。 そして、あれこれと騒ぎ立てないようにしてほしい。
ἔσθʼ ὅστις ἵππους μὲν οὐ νομίζει, ἱππικὰ δὲ πράγματα;
馬は存在しないと信じるが、馬に関する事柄は存在すると信じる者がいるかね。
ἢ αὐλητὰς μὲν οὐ νομίζει εἶναι, αὐλητικὰ δὲ πράγματα;
あるいは、笛吹きは存在しないと信じるが、笛吹きに関する事柄は存在すると信じる者がいるかね。
οὐκ ἔστιν, ὦ ἄριστε ἀνδρῶν·
そんな者はいないのだ、最も優れた男よ。
εἰ μὴ σὺ βούλει ἀποκρίνεσθαι, ἐγὼ σοὶ λέγω καὶ τοῖς ἄλλοις τουτοισί.
もし君が答えたくないのなら、私が君とここにいる他の人々に向けて言おう。
ἀλλὰ τὸ ἐπὶ τούτῳ γε ἀπόκριναι·
では、これに続く次の問いに答えてくれ。
ἔσθʼ ὅστις δαιμόνια μὲν νομίζει πράγματʼ εἶναι, δαίμονας δὲ οὐ νομίζει;
霊的な事柄は存在すると信じるが、霊的な存在は存在しないと信じる者がいるかね。
οὐκ ἔστιν.
ない。
ὡς ὤνησας ὅτι μόγις ἀπεκρίνω ὑπὸ τουτωνὶ ἀναγκαζόμενος.
ここにいる人々によって強制されて、ようやく答えてくれたのは、なんとありがたいことでしょう。
οὐκοῦν δαιμόνια μὲν φῄς με καὶ νομίζειν καὶ διδάσκειν, εἴτʼ οὖν καινὰ εἴτε παλαιά, ἀλλʼ οὖν δαιμόνιά γε νομίζω κατὰ τὸν σὸν λόγον, καὶ ταῦτα καὶ διωμόσω ἐν τῇ ἀντιγραφῇ.
それならば、君の主張によれば、私が霊的な事柄を信じ、また教えているのだから、いずれにせよ私は霊的な事柄を信じていることになります。 そして、君は起訴状において、このことを宣誓して主張しました。
εἰ δὲ δαιμόνια νομίζω, καὶ δαίμονας δήπου πολλὴ ἀνάγκη νομίζειν μέ ἐστιν·
もし私が霊的な事柄を信じているなら、当然ながら、私には霊的な存在をも信じる強い必然性があります。
οὐχ οὕτως ἔχει;
そうではないですか。
ἔχει δή·
そうです。
τίθημι γάρ σε ὁμολογοῦντα, ἐπειδὴ οὐκ ἀποκρίνῃ.
君が答えないのだから、同意したものとみなしましょう。
τοὺς δὲ δαίμονας οὐχὶ ἤτοι θεούς γε ἡγούμεθα ἢ θεῶν παῖδας;
ところで、我々は霊的な存在を、神々であるか、さもなくば神々の子らであると考えているのではないですか。
φῂς ἢ οὔ;
君はそう思いますか、思いませんか。
πάνυ γε.
全くその通りです。
οὐκοῦν εἴπερ δαίμονας ἡγοῦμαι, ὡς σὺ φῄς, εἰ μὲν θεοί τινές εἰσιν οἱ δαίμονες, τοῦτʼ ἂν εἴη ὃ ἐγώ φημί σε αἰνίττεσθαι καὶ χαριεντίζεσθαι, θεοὺς οὐχ ἡγούμενον φάναι με θεοὺς αὖ ἡγεῖσθαι πάλιν, ἐπειδήπερ γε δαίμονας ἡγοῦμαι·
それならば、君が言うように私が霊的な存在を信じているとして、もしその霊的な存在が何らかの神々であるならば、これこそ私が、君がなぞなぞをかけ、おどけていると言ったことにほかなりません。 つまり、私が神々を信じていないと言いながら、私がやはり神々を信じていると、再び言っていることになるのです、まさに私が霊的な存在を信じているからには。
εἰ δʼ αὖ οἱ δαίμονες θεῶν παῖδές εἰσιν νόθοι τινὲς ἢ ἐκ νυμφῶν ἢ ἔκ τινων ἄλλων ὧν δὴ καὶ λέγονται, τίς ἂν ἀνθρώπων θεῶν μὲν παῖδας ἡγοῖτο εἶναι, θεοὺς δὲ μή;
他方で、もし霊的な存在が神々の子らであり、妖精たち、あるいはその他の者たち(実際にそう言われているが)との間に生まれた私生児であるとするなら、神々の子らは存在すると信じるが、神々は存在しないと信じるような人間が、誰かいるでしょうか。
ὁμοίως γὰρ ἂν ἄτοπον εἴη ὥσπερ ἂν εἴ τις ἵππων μὲν παῖδας ἡγοῖτο ἢ καὶ ὄνων, τοὺς ἡμιόνους, ἵππους δὲ καὶ ὄνους μὴ ἡγοῖτο εἶναι.
なぜなら、それはまるで、馬やロバの子(すなわちラバ)は存在すると信じながら、馬やロバは存在しないと信じるのと同じように奇妙なことだからです。
ἀλλʼ, ὦ Μέλητε, οὐκ ἔστιν ὅπως σὺ ταῦτα οὐχὶ ἀποπειρώμενος ἡμῶν ἐγράψω τὴν γραφὴν ταύτην ἢ ἀπορῶν ὅτι ἐγκαλοῖς ἐμοὶ ἀληθὲς ἀδίκημα·
ですから、メレトスよ、君が我々を試すためにこの告訴状を書いたか、さもなくば、私に対してどのような真実の罪状を告発すればよいか困惑したために書いたのでないはずがありません。
ὅπως δὲ σύ τινα πείθοις ἂν καὶ σμικρὸν νοῦν ἔχοντα ἀνθρώπων, ὡς οὐ τοῦ αὐτοῦ ἔστιν καὶ δαιμόνια καὶ θεῖα ἡγεῖσθαι, καὶ αὖ τοῦ αὐτοῦ μήτε δαίμονας μήτε θεοὺς μήτε ἥρωας, οὐδεμία μηχανή ἐστιν.
しかし、霊的な事柄や神的な事柄を信じることと、ダイモーンや神々や英雄たちを信じないこととが、同一の人間において両立しうると、少しでも知性のある人間に君が納得させられる手段は、全く存在しないのです。