Humanitext Reader

柏拉图 · 申辩篇 §27

美勒托斯控告的自相矛盾与对神圣存在的信仰

第 9 段,共 19 段 · 希腊语

内容简介

苏格拉底指出美勒托斯的控告书包含了一个自相矛盾的谜语,即指控他不信神却又信神。他通过论证说明,既然美勒托斯承认他相信灵异的事物,那么他就必然相信作为神或神之子嗣的灵怪。

§27ἔοικεν γὰρ ὥσπερ αἴνιγμα συντιθέντι διαπειρωμένῳ ἆρα γνώσεται Σωκράτης ὁ σοφὸς δὴ ἐμοῦ χαριεντιζομένου καὶ ἐναντίʼ ἐμαυτῷ λέγοντος, ἢ ἐξαπατήσω αὐτὸν καὶ τοὺς ἄλλους τοὺς ἀκούοντας;
因为他看起来就像一个在编造谜语、试图试探我的人:‘那个确实聪明的苏格拉底,能识破我在开玩笑、在自相矛盾,还是我能欺骗他以及其他听众呢?
οὗτος γὰρ ἐμοὶ φαίνεται τὰ ἐναντία λέγειν αὐτὸς ἑαυτῷ ἐν τῇ γραφῇ ὥσπερ ἂν εἰ εἴποι· ἀδικεῖ Σωκράτης θεοὺς οὐ νομίζων, ἀλλὰ θεοὺς νομίζων.
’因为在我看来,这个人在控告书里自己跟自己说相反的话,就好像他是在说:‘苏格拉底不信神是犯了罪,但又信神是犯了罪。
καίτοι τοῦτό ἐστι παίζοντος.
’然而,这是开玩笑者的所作所为。
συνεπισκέψασθε δή, ὦ ἄνδρες, ᾗ μοι φαίνεται ταῦτα λέγειν· σὺ δὲ ἡμῖν ἀπόκριναι, ὦ Μέλητε.
先生们,请与我一起探究他如何说出这些话;而你,美勒托斯,请回答我们。
ὑμεῖς δέ, ὅπερ κατʼ ἀρχὰς ὑμᾶς παρῃτησάμην, μέμνησθέ μοι μὴ θορυβεῖν ἐὰν ἐν τῷ εἰωθότι τρόπῳ τοὺς λόγους ποιῶμαι.
至于你们,正如我在开始时向你们请求的那样,请为我记住,如果我以我习惯的方式进行论述,请不要喧哗。
ἔστιν ὅστις ἀνθρώπων, ὦ Μέλητε, ἀνθρώπεια μὲν νομίζει πράγματʼ εἶναι, ἀνθρώπους δὲ οὐ νομίζει;
美勒托斯,世上有没有人相信有人的事物存在,却不相信有人存在?
ἀποκρινέσθω, ὦ ἄνδρες, καὶ μὴ ἄλλα καὶ ἄλλα θορυβείτω·
先生们,请让他回答,不要让他以这样那样的方式喧哗。
ἔσθʼ ὅστις ἵππους μὲν οὐ νομίζει, ἱππικὰ δὲ πράγματα;
有没有人不相信有马存在,却相信有关于马的事物存在?
ἢ αὐλητὰς μὲν οὐ νομίζει εἶναι, αὐλητικὰ δὲ πράγματα;
或者不相信有吹笛人存在,却相信有关于吹笛的事物存在?
οὐκ ἔστιν, ὦ ἄριστε ἀνδρῶν·
最优秀的人啊,没有这样的人。
εἰ μὴ σὺ βούλει ἀποκρίνεσθαι, ἐγὼ σοὶ λέγω καὶ τοῖς ἄλλοις τουτοισί. ἀλλὰ τὸ ἐπὶ τούτῳ γε ἀπόκριναι·
如果你不想回答,我来告诉你和这里的其他人。
ἔσθʼ ὅστις δαιμόνια μὲν νομίζει πράγματʼ εἶναι, δαίμονας δὲ οὐ νομίζει;
但是至少回答接下来的这个问题:有没有人相信有灵异的事物存在,却不相信有灵怪存在?
οὐκ ἔστιν.
没有。
ὡς ὤνησας ὅτι μόγις ἀπεκρίνω ὑπὸ τουτωνὶ ἀναγκαζόμενος.
在这些人的强迫下,你终于勉强作答,这真是一件大好事!
οὐκοῦν δαιμόνια μὲν φῄς με καὶ νομίζειν καὶ διδάσκειν, εἴτʼ οὖν καινὰ εἴτε παλαιά, ἀλλʼ οὖν δαιμόνιά γε νομίζω κατὰ τὸν σὸν λόγον, καὶ ταῦτα καὶ διωμόσω ἐν τῇ ἀντιγραφῇ.
那么,你说我既相信又教导灵异的事物,无论是新的还是旧的;总之,根据你的说法,我至少相信灵异的事物,而且你也在控状中发誓证明了这一点。
εἰ δὲ δαιμόνια νομίζω, καὶ δαίμονας δήπου πολλὴ ἀνάγκη νομίζειν μέ ἐστιν· οὐχ οὕτως ἔχει;
但如果我相信灵异的事物,那么我自然也绝对有必要相信灵怪,难道不是这样吗?
ἔχει δή· τίθημι γάρ σε ὁμολογοῦντα, ἐπειδὴ οὐκ ἀποκρίνῃ.
确实如此;因为你既然不回答,我就当你同意了。
τοὺς δὲ δαίμονας οὐχὶ ἤτοι θεούς γε ἡγούμεθα ἢ θεῶν παῖδας;
而我们难道不认为灵怪要么是神,要么是神的孩子吗?
φῂς ἢ οὔ;
你承认还是不承认?
πάνυ γε.
完全承认。
οὐκοῦν εἴπερ δαίμονας ἡγοῦμαι, ὡς σὺ φῄς, εἰ μὲν θεοί τινές εἰσιν οἱ δαίμονες, τοῦτʼ ἂν εἴη ὃ ἐγώ φημί σε αἰνίττεσθαι καὶ χαριεντίζεσθαι, θεοὺς οὐχ ἡγούμενον φάναι με θεοὺς αὖ ἡγεῖσθαι πάλιν, ἐπειδήπερ γε δαίμονας ἡγοῦμαι·
因此,如果我确实像你所说的那样相信灵怪,如果灵怪是某种神,那么这就是我所说的你是在编谜语和开玩笑,也就是说,宣称我不信神的你,又说我信神,因为我毕竟相信灵怪。
εἰ δʼ αὖ οἱ δαίμονες θεῶν παῖδές εἰσιν νόθοι τινὲς ἢ ἐκ νυμφῶν ἢ ἔκ τινων ἄλλων ὧν δὴ καὶ λέγονται, τίς ἂν ἀνθρώπων θεῶν μὲν παῖδας ἡγοῖτο εἶναι, θεοὺς δὲ μή;
但如果另一方面,灵怪是神的孩子,是与仙女或其他什么人(正如人们所说的那样)所生的私生子,那么又有哪个凡人会相信有神的孩子存在,却不相信有神存在呢?
ὁμοίως γὰρ ἂν ἄτοπον εἴη ὥσπερ ἂν εἴ τις ἵππων μὲν παῖδας ἡγοῖτο ἢ καὶ ὄνων, τοὺς ἡμιόνους, ἵππους δὲ καὶ ὄνους μὴ ἡγοῖτο εἶναι.
因为这同样是荒谬的,就像有人相信有马和驴的孩子——即骡子存在,却不相信有马和驴存在一样。
ἀλλʼ, ὦ Μέλητε, οὐκ ἔστιν ὅπως σὺ ταῦτα οὐχὶ ἀποπειρώμενος ἡμῶν ἐγράψω τὴν γραφὴν ταύτην ἢ ἀπορῶν ὅτι ἐγκαλοῖς ἐμοὶ ἀληθὲς ἀδίκημα·
美勒托斯,你写下这份控告书,不可能是因为别的,要么是为了试探我们,要么是因为你实在找不到我犯了什么真实的罪行来控告我。
ὅπως δὲ σύ τινα πείθοις ἂν καὶ σμικρὸν νοῦν ἔχοντα ἀνθρώπων, ὡς οὐ τοῦ αὐτοῦ ἔστιν καὶ δαιμόνια καὶ θεῖα ἡγεῖσθαι, καὶ αὖ τοῦ αὐτοῦ μήτε δαίμονας μήτε θεοὺς μήτε ἥρωας, οὐδεμία μηχανή ἐστιν.
但是,你要说服任何一个稍微有一点理智的人,说同一个既相信灵异和神圣事物的人,又可以既不相信灵怪,也不相信神,更不相信英雄,这是绝对没有办法做到的。

词汇与语法注释

  1. 27aσυντιθέντι διαπειρωμένῳ — 与格分词,作为动词 ἔοικεν(“他好像……”)的补足语。它们修饰省略的第三人称单数代名词(指美勒托斯),将其比作一个编造谜语、试探他人的人。
  2. 27aπαίζοντος — 现在分词的单数属格。在此作特征属格(characteristic genitive),表示“这是开玩笑之人的特征或所为”。
  3. 27dτοῦτʼ ἂν εἴη ὃ ἐγώ φημί σε αἰνίττεσθαι — 关系代名词 ὅ 以主句的指示代名词 τοῦτο 为先行词,并在由 φημί 支配的“带对格的不定式”结构(σε αἰνίττεσθαι)中充当直接宾语。
  4. 27eὥσπερ ἂν εἴ τις — 惯用表达 ὥσπερ ἂν εἰ(或 ὥσπερ ἂν εἴ τις)引导一个省略了假想主句(含有 ἂν)的虚拟条件句,表示一种假设或反事实的类比(“正如若有人相信……那般”)。

引用这一段

柏拉图, 申辩篇 §27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。