§6Οἱ καιροὶ δὲ τῆς νόσου τηνικαῦτα κατὰ τὶ μὲν ὡσαύτως τοῖς προειρημένοις λαμβάνονται, κατὰ τὶ δὲ οὐχ ὡσαύτως.
他方、その場合における病気の時期(諸段階)は、ある点では前述のものと同様に把握され、ある点では同様ではない。
ἡ μὲν γὰρ ἀρχὴ κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ γενέσει τοῦ νοσήματος ἔχουσα τὴν σύστασιν·
というのも、始まり(初期段階)は、病気の発生においてその組織化を持ち、同じ方法をとるからである。
ἡ δὲ ἀνάβασις οὐκ ἐν τῷ πέττεσθαι, καθάπερ ἐπὶ τῶν σώζεσθαι μελλόντων, ἀλλ’ ἐν τοῖς τῆς ἀπεψίας καὶ τοῖς ὀλεθρίοις σημείοις.
しかし増悪期は、救われることになっている患者の場合のように[体液が]消化(成熟)されることにおいてではなく、未消化(未成熟)の兆候や致命的な兆候の中にある。
ἐδείχθη γὰρ, εἴ τι μεμνήμεθα, διαφέροντα ταῦτα ἀλλήλων, λεχθήσεται δὲ ἀναμνήσεως ἕνεκα καὶ νῦν ἐξ αὐτῶν ἔνια.
なぜなら、もし私たちがいくらかでも覚えているなら、これらが互いに異なっていることは示されたが、思い起こさせるために、いまもそれらのうちのいくつかが語られるであろう。
τὸ μὲν οὖν εὔχροον οὖρον καὶ μετρίως παχὺ πάντων οὔρων ἐστὶ κάλλιστον, ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει·
それゆえ、血色の良い適度に濃い尿は、色と粘稠度(状態)に関する限り、すべての尿の中で最も優れている。
συμπαρεῖναι δὲ αὐτῷ χρὴ πάντως ἤτοι γε ἐναιώρημα χρηστὸν, ἢ νεφέλην, ἢ ὑπόστασιν, ὡς ἂν ἡ τοῦ νοσήματος ἀπαιτῇ φύσις·
しかし、病気の性質が要求する通りに、それ(尿)に、良好な浮遊物か、あるいは雲状物、あるいは沈殿物が必ず伴っていなければならない。
ἄλλως μὲν γὰρ ἐδείξαμεν ἐν τοῖς χολώδεσι νοσήμασιν, ἄλλως δὲ ἐν τοῖς ἐξ ὠμῶν χυμῶν πλήθεσι τὰς ὑποστάσεις γινομένας.
なぜなら、胆汁質の病気においてと、未熟な体液の過多による病気においてとでは、沈殿物の生じ方が異なることを、私たちは示したからである。
ἐκ διαμέτρου δὲ, ὡς ἄν τις εἴποι, τὸ μὲν ἄπεπτον οὖρόν ἐστιν, ὃ μήτε ἐναιώρημα μήτε ὑπόστασιν ἔχει μήτε νεφέλην, ἀλλὰ μηδὲ πάχος τι προσειληφὸς, ἢ ὠχρότητα, λευκὸν δέ ἐστι τῇ χροιᾷ, καὶ λεπτὸν τῇ συστάσει, καθάπερ ὕδωρ·
これと正反対のものは、言うなれば、未消化の(成熟していない)尿であり、それは浮遊物も沈殿物も雲状物も持たず、濃さも黄色みも全く帯びておらず、色においては白く、粘稠度においては水のように薄いものである。
εἰ μέντοι νεφέλη τις, ἢ ἐναιώρημα μέλαν, ἢ ὑπόστασις ἐν αὐτῷ γένοιτο μέλαινα, καὶ μᾶλλον εἰ καὶ σύμπαν εἴη ζοφῶδες, ὀλέθριον ὑπάρχει·
しかしながら、もし何らかの雲状物、あるいは黒い浮遊物、あるいは黒い沈殿物がその中に生じるなら、そして全体が暗色であるならなおさら、それは致命的である。
καθάπερ εἰ καὶ κριμνώδη τινὰ, ἢ πεταλώδη κατ’ αὐτὸ φαίνοιτο·
あるいは、麦粉状のもの、あるいは薄片状のものがその中に見える場合も同様である。
καὶ μὴν καὶ τὸ δυσῶδες ἰσχυρῶς, καὶ τὸ λιπαρὸν, ὅπερ ἐλαιῶδες ὀνομάζουσιν, ὀλέθριον.
さらに、極めて悪臭の強いものや、彼らが油状と呼ぶ脂肪質のものも致命的である。
ταῦτα οὖν ἐστι τὰ οὖρα, μεγάλου νοσήματος γνωρίσματα, ὃ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔλεγον ὑπάρχειν μέγα.
それゆえ、これらが「大病」の兆候としての尿であり、私はその大病をそれ自体の性質において大きいと呼んでいたのである。
μέγα δὲ, εἰ καὶ τὸ πτύσμα πλευριτικοῖς καὶ περιπνευμονικοῖς, ἤτοι μέλαν, ἢ πυῤῥὸν ἰσχυρῶς, ἢ ἀφρῶδες, ἢ δυσῶδες ἱκανῶς, ἢ μηδ’ ὅλως πτυόμενον, ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας κατεχούσης τὸν ἄνθρωπον.
また、肋膜炎や肺炎の患者における痰が、黒いか、極めて赤褐色であるか、泡立っているか、十分に悪臭を放っているか、あるいは、激しい痛みや呼吸困難が人を襲っているにもかかわらず、全く痰が吐き出されない場合も、[その病気は]大きい。
ἀνάλογον δὲ τοῖσδε κᾀπὶ τῶν ἄλλων νοσημάτων, ὅσα καθ’ ἧπαρ, ἢ γαστέρα συνίσταται, τῶν ὀλεθρίων σημείων ὑπάρχει γένος, ὅθεν οὐδὲ ὁρίσαι παραπλησίως οἷόν τε τῇ τῶν σωθησομένων ἀκμῇ τὴν ἐν τοῖς τοιούτοις νοσήμασιν·
そして、これらと比して、肝臓や胃のあたりに発生する他の病気についても、致命的な兆候の類が存在するのであり、それゆえ、このような病気における極期を、救われる患者たちの極期と似たように規定することはできない。
ἐκεῖ μὲν γὰρ οἱ μέγιστοι παροξυσμοὶ τὴν ἀκμὴν ἀφώριζον, ἐνταυθοῖ δὲ οὐχ ὁρίσαι τοὺς μεγίστους ὁμοίως, ὡς ἂν μηδὲ πεπτομένου τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλ’ ἐπινοίᾳ χρὴ λαμβάνειν τὸ μέγιστον, εἰς ὃ ποτὲ μὲν ἀφικνεῖται τὸ νόσημα, ποτὲ δὲ ἀναιρεῖ φθάνον.
なぜなら、あちらでは最大の発作が極期を規定していたが、こちらでは、病気がそもそも消化されないのであるから、同様に最大の発作を規定することはできず、むしろ思考によって、病気がある時にはそこに到達し、またある時には到達するより早く殺してしまうという、その最大のものを把握せねばならないからである。
ἐπὶ μέν γε τῆς λυομένης φλεγμονῆς ἡ τοῦ πύου γένεσις ὅρος τῆς ἀκμῆς·
実際、解消される炎症においては、膿の生成が極期の境界である。
ἐπὶ δὲ τῆς μὴ μελλούσης λύεσθαι δυνατὸν μὲν τὸν ἄνθρωπον ἀποθανεῖν ἐστι καὶ κατὰ τὴν ἀνάβασιν αὐτῆς·
しかし、解消されることのない炎症においては、人間がその増悪期の最中に死亡することもあり得る。
ἐγχωρεῖ δὲ καὶ διαρκέσαι τὴν δύναμιν ἰσχυροτάτην ὑπάρχουσαν ἄχρι τοῦ τελευταίου μεγέθους.
しかし、体力が非常に強い場合には、最後の極限に達するまで持ちこたえることも可能である。
ταύτης γάρ τοι τῆς φλεγμονῆς, ὅταν γε μὴ μέλλοι λύεσθαι, τὸ μέγιστον μέγεθος ἤτοι γε εἰς γάγγραιναν, ἢ εἰς σηπεδόνα τελευτᾷ·
というのも、この炎症が解消されない場合には、その最大の大きさは、壊疽か、あるいは腐敗に終わるからである。
μέχρι δ’ ἂν μηκέτι τι τούτων ᾖ, δυνατὸν αὐτὴν αὐξηθῆναι.
そして、これらのいずれもがまだ生じていない間は、それは増大しうるのである。
ἀνάλογον δὲ τῇ φλεγμονῇ καὶ αἱ καθ’ ἕκαστον γένος τῶν ἄλλων νοσημάτων αὐξήσεις νοείσθωσαν.
そして、炎症と比して、他の諸々の病気の各々の類における増大も理解されるべきである。
εἴρηται δὲ αὐτῶν οὐ τὰ γένη μόνον, ἀλλὰ καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη δι’ ἑνὸς ὑπομνήματος, ὃ περὶ διαφορᾶς νοσημάτων ἐπιγράφεται.
それらについては、類だけでなく、差異や種もまた、一つの書物、すなわち『病気の差異について』と題された書物によって語られている。
ἐκείνῳ δὲ μάλιστά σε προσέχειν ἀξιῶ τὸν νοῦν, ὃ παροφθὲν ἱκανῶς ἄν τινα σφάλλοι.
そして、これにあなたが最も注意を向けることを私は望む。 それが看過されれば、人は著しく誤ることになるからである。