§7Ἐνδέχεται γὰρ ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ καὶ δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρωπον, ὧν τὸ μὲν ἤδη παρακμάζει, τὸ δὲ τὸν ἀρχῆς ἔτι μένει καιρὸν, ἢ τὰ πρῶτα τῆς ἀναβάσεως, τὸ δ’ ἐπὶ πλεῖστον ηὔξηται·
なぜなら、一人の人間が同一の時間に二つまたは三つの病気に罹ることがあり得るからであり、それらの病気のうち、一つはすでに衰退期にあり、別の一つはまだ始まりの時期、あるいは増悪期の初段階に留まっており、他の一つは最大限に増強している。
κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρακμάζον, οὔτε διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγάλως ηὐξημένον.
そして、その後に人間が死ぬが、それは衰退しつつある病気のせいでも、今始まったばかりの病気のせいでもなく、大いに増大した病気のせいで死ぬのである。
μάλιστα μὲν οὖν ἐπισκέπτου τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν ὅλον τὸ σῶμα δυνάμεων, ὅπως διάκεινται· λέγω δὲ ταύτας, ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ·
それゆえ、何よりもまず、体全体を支配している諸能力の三つの源、すなわち、脳、心臓、そして肝臓がどのように配置されているかを観察せよ。
ἐφεξῆς δὲ καὶ τὰ ἄλλα σύμπαντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα, νεῦρα, φλέβας καὶ ἀρτηρίας, καὶ ἅττα φύσιν μὲν ἰδίαν ἔχοντα, διοικούμενα δὲ ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν ὁμοτίμως, ἔνια δὲ ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δὲ ἧττον.
および、それに続いてそれら各々の源から生じている他のすべての部位、すなわち神経、静脈、動脈、および、固有の性質を持ちつつもすべての源によって支配されている諸部位であり、あるものは均等に、あるものは一の源によってより多く、他の一の源によってより少なく支配されているものを観察せよ。
ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μὲν, εἴθ’ ἕν ἐστιν, εἴτε καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις·
なぜなら、そのような観察から、まず第一に、その人に一つの病気があるのか、あるいはより多くの病気があるのかを、あなたは発見するからである。
εἶθ’ ἑξῆς ἑκάστου τοὺς ἰδίους ἐπίσκεψαι καιροὺς, ἀναγκαίους ὑπάρχοντας εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ἧς ἕνεκα ἡμῖν ὁ λόγος ὅδε σπουδάζεται.
そして次に、各々の病気の固有の時期を観察せよ。 それらは治療手段の発見にとって必要不可欠なものであり、そのために私たちのこの議論は真剣に行われているのである。
§8Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων ὅσα μεταξύ.
というのも、始まりと終わりの頃にはすべての事柄はより弱く、極期の周辺ではより強く、これらの間にあるものはその中間だからである。
τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέστερα, καθάπερ γε καὶ τὰ τοῦ τέλους ἐγγυτέρω·
なぜなら、始まりにより近いものは、極期により近いものよりも弱く、終わりの方により近いものも同様だからである。
τὰ δὲ ἶσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ τῆς ἀκμῆς μέσα τῆς ἰσχύος τῶν ἄκρων ἀμφοτέρων·
しかし、始まりと極期の両方から等しく離れているものは、両方の極限の強さの中間にある。
οὕτω δὲ καὶ τὰ τῆς ἀκμῆς ἶσον ἀπέχοντα καὶ τῆς τελευτῆς, μέσα καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστίν.
そして同様に、極期と終わりの両方から等しく離れているものも、それら自体の極限の中間にある。
ἐπικρατεῖν οὖν ἐν τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικὸν, ἐπὶ δὲ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ ἀγωνιστικόν·
したがって、治療においては、極期においては和らげる方法が、始まりと終わりにおいては対抗する方法が優勢であるべきである。
ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβανέσθωσαν, καθάπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ λέλεκται ἐπὶ πλέον, νυνὶ δὲ ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια διῆλθον, ἐνδεικνύμενος τὴν χρείαν τῆς ἐν τοῖς νοσήμασι κατὰ καιροὺς διαφορᾶς.
そして中間にある時期は、両極限に比例して受け止められるべきである。 それは治療法の体系においてより詳細に語られている通りであるが、今は概要を示すために、単にその要点だけを通り過ぎたのであり、病気における時期による違いの有用性を示しているのである。
οὐδὲ γὰρ ὅπως τις διαιτήσει δυνατὸν εὑρεῖν, οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ διορίσαι βεβαίως αὐτοὺς, εἴ γε χρὴ συντεκμαίρεσθαι κατ’ ἀρχὰς εὐθὺς, ὁπηνίκα μὲν ἡ ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δέ ἐστιν ἡ τοῦ κάμνοντος δύναμις.
というのも、それらを確実に区別することなしには、どのように養生させるべきか、またいつ栄養を与えるべきかを、誰も見出すことは不可能だからである。 もし、病気の極期がいつになるか、また病人の体力がどの程度であるかを、最初からすぐに推測せねばならないとするならば。
εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς τοῦ τροφὴν προσενέγκασθαι, κράτιστον ἀσιτεῖν ἄχρι τοῦ τὴν παρακμὴν ἀπάρξασθαι·
なぜなら、もし食物を摂取しなくても極期の段階を乗り切ることができるならば、衰退期が始まるまで絶食することが最善だからである。
εἰ δ’ οὐχ οἷόν τε ἀσιτοῦντα διαρκέσαι, θρεπτέον αὐτὸν ἀπ’ ἀρχῆς εὐθέως ἐν ἅπαντι καιρῷ τῷ δυναμένῳ προσδέξασθαι τροφὴν, ἔστι δὲ οὗτος ὁ τῆς ἀνέσεως.
しかし、絶食したままで持ちこたえることが不可能であるならば、食物を受け入れることができるあらゆる時期において、最初からすぐに彼に栄養を与えるべきであり、それは寛解の時期である。
λέγω δὲ ἄνεσιν ἄρτι τὸ δεύτερον μόριον τῆς ὅλης περιόδου διαιρεθείσης εἰς δύο τὰ πάντα, παροξυσμόν τε καὶ ἄνεσιν.
そして私が今、寛解と言っているのは、全体が発作と寛解という全く二つの部分に分割されたときの、全体の周期の第二の部分のことである。
Ἱπποκράτης μὲν οὖν πάντων πρῶτος ὧν ἴσμεν ὀρθῶς περὶ τούτου διωρίσατο·
それゆえ、ヒッポクラテスは、私たちの知るすべての人のうちで最初に、このことについて正しく規定した。
βέλτιον δὲ ἂν ἐξεργάσασθαι τὴν τέχνην αὐτοῦ·
そして、彼の技術をさらに発展させることが可能であったはずである。
σχεδὸν δὲ οὐδεὶς τοῦτο ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξετράποντο, καθάπερ καὶ Ἀρχιγένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο.
しかし、ほとんど誰もこれを行わず、ある者たちはそれから完全に離れて、冗長な議論へと逸れてしまった。 アルキゲネスが、他のすべての事柄においても、また病気における時期について書いた二巻の書物においても、そうしたように。
μαθήσῃ δὲ ἐναργῶς ὃ λέγω, δύο ταῦτα ἐξετάσας ἀκριβῶς·
そして、あなたは次の二つのことを正確に調査すれば、私の言うことをはっきりと知るだろう。
ἓν μὲν, εἰ ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα δι’ ὅλου τούτου τοῦ βιβλίου χρησιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν· ἕτερον δὲ, εἰ λέλεκταί τι πρὸς Ἀρχιγένους.
一つは、この書物全体を通じて今私たちによって語られているこれらのことが、治療と予後にとって極めて有益であるかどうかであり、もう一つは、アルキゲネスによって何かが語られているかどうかである。
εἰ γὰρ μηδενὸς ἐλλείποντος τοῖσδε, φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ, μήτε τὰ χρήσιμα διδάσκων, βαρύνων τε τῇ τῶν ἀχρήστων πολυλογίᾳ τοὺς ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.
なぜなら、もしこれらに不足しているものが何もないのに、彼が他のことを語っているように見えるなら、彼は有益なことを教えもせず、また無用な多弁によって彼の書物を読む人々を煩わせることによって、二重に過ちを犯しているからである。