Humanitext Reader

盖伦 · 论疾病整体的转折期 §6

未消退疾病的各阶段与致命征兆

第 6 段,共 7 段 · 希腊语

内容简介

讨论了不消退疾病的各个阶段,解释了如何理解其开始与增长期,特别是指出尿液和痰液中的致命征兆,以及在炎症中如何确定极期。

§6Οἱ καιροὶ δὲ τῆς νόσου τηνικαῦτα κατὰ τὶ μὲν ὡσαύτως τοῖς προειρημένοις λαμβάνονται, κατὰ τὶ δὲ οὐχ ὡσαύτως.
另一方面,在这种情况下,疾病的时期(各个阶段)在某些方面与前述情况相同,但在某些方面则不同。
ἡ μὲν γὰρ ἀρχὴ κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ γενέσει τοῦ νοσήματος ἔχουσα τὴν σύστασιν· ἡ δὲ ἀνάβασις οὐκ ἐν τῷ πέττεσθαι, καθάπερ ἐπὶ τῶν σώζεσθαι μελλόντων, ἀλλ’ ἐν τοῖς τῆς ἀπεψίας καὶ τοῖς ὀλεθρίοις σημείοις.
因为其开始(初期阶段)在疾病的发生中具有其构成,并采取同样的方式;然而其增长期并不在于[体液的]消化(成熟),如在那些将要获救的患者身上那样,而是在于未消化(不成熟)的征兆以及致命的征兆中。
ἐδείχθη γὰρ, εἴ τι μεμνήμεθα, διαφέροντα ταῦτα ἀλλήλων, λεχθήσεται δὲ ἀναμνήσεως ἕνεκα καὶ νῦν ἐξ αὐτῶν ἔνια.
因为如果我们在某种程度上还记得的话,这些彼此不同已被表明,但为了唤起记忆,现在仍将阐述其中的一些。
τὸ μὲν οὖν εὔχροον οὖρον καὶ μετρίως παχὺ πάντων οὔρων ἐστὶ κάλλιστον, ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει· συμπαρεῖναι δὲ αὐτῷ χρὴ πάντως ἤτοι γε ἐναιώρημα χρηστὸν, ἢ νεφέλην, ἢ ὑπόστασιν, ὡς ἂν ἡ τοῦ νοσήματος ἀπαιτῇ φύσις· ἄλλως μὲν γὰρ ἐδείξαμεν ἐν τοῖς χολώδεσι νοσήμασιν, ἄλλως δὲ ἐν τοῖς ἐξ ὠμῶν χυμῶν πλήθεσι τὰς ὑποστάσεις γινομένας.
因此,颜色好且适度浓稠的尿液是所有尿液中最好的,就颜色和质地而言;但在任何情况下,都必须有良好的悬浮物、或云状物、或沉淀物与之并存,正如疾病的性质所要求的那样;因为我们已经指出,在胆汁质疾病中和在因未熟体液过多导致的疾病中,沉淀物的产生方式是不同的。
ἐκ διαμέτρου δὲ, ὡς ἄν τις εἴποι, τὸ μὲν ἄπεπτον οὖρόν ἐστιν, ὃ μήτε ἐναιώρημα μήτε ὑπόστασιν ἔχει μήτε νεφέλην, ἀλλὰ μηδὲ πάχος τι προσειληφὸς, ἢ ὠχρότητα, λευκὸν δέ ἐστι τῇ χροιᾷ, καὶ λεπτὸν τῇ συστάσει, καθάπερ ὕδωρ·
而与之正相反的,可以说是未消化的(未成熟的)尿液,它既没有悬浮物、沉淀物,也没有云状物,甚至没有获得任何粘稠度或微黄色,而是颜色呈白色,质地稀薄,犹如清水。
εἰ μέντοι νεφέλη τις, ἢ ἐναιώρημα μέλαν, ἢ ὑπόστασις ἐν αὐτῷ γένοιτο μέλαινα, καὶ μᾶλλον εἰ καὶ σύμπαν εἴη ζοφῶδες, ὀλέθριον ὑπάρχει· καθάπερ εἰ καὶ κριμνώδη τινὰ, ἢ πεταλώδη κατ’ αὐτὸ φαίνοιτο·
然而,如果其中出现某种云状物、或黑色悬浮物、或黑色沉淀物,特别是如果整体都呈暗黑色,那便是致命的;或者如果其中显现出某些粗麦粉状或薄片状的物质,也是如此。
καὶ μὴν καὶ τὸ δυσῶδες ἰσχυρῶς, καὶ τὸ λιπαρὸν, ὅπερ ἐλαιῶδες ὀνομάζουσιν, ὀλέθριον.
此外,极度恶臭的,以及他们称为油状的脂肪质尿液,也是致命的。
ταῦτα οὖν ἐστι τὰ οὖρα, μεγάλου νοσήματος γνωρίσματα, ὃ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔλεγον ὑπάρχειν μέγα.
因此,这些就是作为“大病”之征兆的尿液,我曾说这种大病就其自身性质而言是巨大的。
μέγα δὲ, εἰ καὶ τὸ πτύσμα πλευριτικοῖς καὶ περιπνευμονικοῖς, ἤτοι μέλαν, ἢ πυῤῥὸν ἰσχυρῶς, ἢ ἀφρῶδες, ἢ δυσῶδες ἱκανῶς, ἢ μηδ’ ὅλως πτυόμενον, ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας κατεχούσης τὸν ἄνθρωπον.
同样,如果胸膜炎和肺炎患者的痰液是黑色的、或极度红褐色的、或呈泡沫状的、或有足够恶臭的,或者在剧烈疼痛或呼吸困难袭来时根本无法吐出痰液,那么[疾病]也是巨大的。
ἀνάλογον δὲ τοῖσδε κᾀπὶ τῶν ἄλλων νοσημάτων, ὅσα καθ’ ἧπαρ, ἢ γαστέρα συνίσταται, τῶν ὀλεθρίων σημείων ὑπάρχει γένος, ὅθεν οὐδὲ ὁρίσαι παραπλησίως οἷόν τε τῇ τῶν σωθησομένων ἀκμῇ τὴν ἐν τοῖς τοιούτοις νοσήμασιν·
与此相对应,在发生在肝脏或胃部的其他疾病中,也存在一类致命的征兆,因此在这类疾病中,无法以类似于那些将要获救者的极期的方式来规定其极期。
ἐκεῖ μὲν γὰρ οἱ μέγιστοι παροξυσμοὶ τὴν ἀκμὴν ἀφώριζον, ἐνταυθοῖ δὲ οὐχ ὁρίσαι τοὺς μεγίστους ὁμοίως, ὡς ἂν μηδὲ πεπτομένου τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλ’ ἐπινοίᾳ χρὴ λαμβάνειν τὸ μέγιστον, εἰς ὃ ποτὲ μὲν ἀφικνεῖται τὸ νόσημα, ποτὲ δὲ ἀναιρεῖ φθάνον.
因为在前者,最大发作规定了极期,但在后者,由于疾病本身甚至根本没有被消化,因此无法同样地规定最大发作,而是必须通过思考来把握那个最大值(极限),疾病有时会达到这个极限,有时则在到达之前便夺去生命。
ἐπὶ μέν γε τῆς λυομένης φλεγμονῆς ἡ τοῦ πύου γένεσις ὅρος τῆς ἀκμῆς· ἐπὶ δὲ τῆς μὴ μελλούσης λύεσθαι δυνατὸν μὲν τὸν ἄνθρωπον ἀποθανεῖν ἐστι καὶ κατὰ τὴν ἀνάβασιν αὐτῆς· ἐγχωρεῖ δὲ καὶ διαρκέσαι τὴν δύναμιν ἰσχυροτάτην ὑπάρχουσαν ἄχρι τοῦ τελευταίου μεγέθους.
实际上,在可消退的炎症中,脓液的产生是极期的界限;但在不消退的炎症中,人甚至可能在其增长期就死亡;但在生命力极强的情况下,它也有可能支持到最后的极点。
ταύτης γάρ τοι τῆς φλεγμονῆς, ὅταν γε μὴ μέλλοι λύεσθαι, τὸ μέγιστον μέγεθος ἤτοι γε εἰς γάγγραιναν, ἢ εἰς σηπεδόνα τελευτᾷ· μέχρι δ’ ἂν μηκέτι τι τούτων ᾖ, δυνατὸν αὐτὴν αὐξηθῆναι.
因为,当这种炎症不消退时,其最大程度要么以坏疽结束,要么以腐败结束;而在这些情况尚未发生之前,它都是可以继续增大的。
ἀνάλογον δὲ τῇ φλεγμονῇ καὶ αἱ καθ’ ἕκαστον γένος τῶν ἄλλων νοσημάτων  αὐξήσεις νοείσθωσαν.
与炎症相类比,其他各类疾病中的增长也应当被如此理解。
εἴρηται δὲ αὐτῶν οὐ τὰ γένη μόνον, ἀλλὰ καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη δι’ ἑνὸς ὑπομνήματος, ὃ περὶ διαφορᾶς νοσημάτων ἐπιγράφεται.
不仅它们的门类,甚至连它们的差异和物种,都已在一部单独的著作中被论述,该书题为《论疾病的差异》。
ἐκείνῳ δὲ μάλιστά σε προσέχειν ἀξιῶ τὸν νοῦν, ὃ παροφθὲν ἱκανῶς ἄν τινα σφάλλοι.
我要求你对那部著作投入最大的注意力,如果忽略了它,会让人产生极大的失误。

词汇与语法注释

  1. 310εἴ τι μεμνήμεθα — 代词 τι 用作副词性宾格(意为“稍微”、“在某种程度上”),修饰动词 μεμνήμεθα(μέμνημαι 的第一人称复数直说发完结式)。
  2. p.456ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει — ὅσον 是表示限制的副词性宾格,与介词短语 ἐπὶ τῇ χροιᾷ καὶ συστάσει(“在颜色和质地方面”)结合,表示“就颜色和质地而言”。
  3. p.458ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας κατεχούσης τὸν ἄνθρωπον — 这是一个属格绝对独立结构,由名词短语 ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας(属格)和现在分词 κατεχούσης(阴性单数属格)组成。在这里它表示让步(“尽管剧烈的疼痛或呼吸困难袭击着患者”)或伴随状况。
  4. 388ὡς ἂν μηδὲ πεπτομένου τὴν ἀρχὴν τοῦ νοσήματος — 连接词 ὡς 换 搭配分词(此处为属格绝对结构 πεπτομένου... τοῦ νοσήματος)表示主观原因或假定(“既然……”、“仿佛……”)。τὴν ἀρχήν 是副词性宾格,与否定词 μηδέ 连用,表示“根本(不)”、“首先(不)”。

引用这一段

盖伦, 论疾病整体的转折期 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg047.humanitext-grc1:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。