§4#1Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρημένων δέονται.
他方、患者たちが死に至るような他の場合については、既に述べられた事柄のうち幾らかの規定を必要とするものを、まず整理した上で、少し後で述べよう。
ἓν μὲν οὖν ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτε ἄχρονος ὑπάρχει διαπαντὸς, ὅσον ἐφ’ ἑαυτῇ, κᾂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δὲ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος.
そこで、そのうちの一つは極期に関するものであり、それがそれ自体としては、たとえ感覚に対してはしばしばかなりの時間にわたって延びているように見えるとしても、常に時間を要しないものとして存在するのか、あるいは常に何らかの幅を持ち、あるときはより大きく、あるときはより小さいのか、あるいはいくつかの病気においては時間を伴い、別のものでは時間を伴わないのかという問題である。
μακροτέρου δὲ λόγου δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυρίζω ἔγωγε περὶ αὐτοῦ, καίτοι ἔχων ὅ τι λέγω.
この検討はより長い議論を必要とするので、肩の脱臼について「しかしながら私は、これについて言うべきことを持っているにもかかわらず、あえて強く主張するつもりはない」と述べたヒポクラテスに倣って、その議論のすべてを省略することになりそうである。
καθάπερ γὰρ ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν ὡς διαπαντὸς ἰδὼν ἐρῶ.
というのも、彼が自分によって常に観察された事柄で満足したのと全く同様に、私も今、常に見てきたものとして語るからである。
πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς.
個々の発作のすべての極期が、時間を伴って生じるのを私は観察してきた。 したがって、たとえそれが本性上は時間を要しないものであっても、私たちはそのことから何の実用的な便益も得られない。
ὅταν γὰρ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ γένηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα·
というのも、感覚において最初に減退期が明らかになるときに、私たちはそれに適した治療手段を用いるからである。
μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν προσήκει.
熱の大きさが等しい数値にとどまっている限り、その間は、極期の大きさに適したことを行うのが相応しいのである。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι.
そして同じように、眼炎や肋膜炎、すべての炎症、および他の病気のそれぞれにおいても、一般的な時期が、感覚によって測定されつつ、様々な治療手段の使用を指示するのである。
λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο·
それゆえ、極期の幅に関する検討は、個々の発作のそれについてであれ、あるいは病気全体のそれについてであれ、思弁的なものとなる。
νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης.
しかし今、私には、あらゆることにあらゆるものを持ち込む者たちがするように、そのような区別を行う意図はない。 その中の一人がアルキゲネスである。
ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν·
なぜなら、この人物は極めて医学的な論考の中に、あるときは名前についての探求を混入し、またあるときは事柄そのものについても、しかし思弁的な探求を混入するからである。
ἡμεῖς δὲ ὥσπερ ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ.
私たちは常にこのことを避けてきたのと同様に、今回もそのように行う。 極期が時間を伴わないものか、それともある時間を伴うものかを他人に探求させることにして、私たちはその実用性を測定することにしよう。 というのは、私たちはその本性を、年齢においては全盛期が広い時間にわたって解体されることの中にはっきりと見、また病気においては、あるときはより長い時間に、しばしばより短い時間に、しかしともかく感覚される時間の中に確かに見ているからである。
τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι·
そして、この時間の相違そのものは、動物における全盛期の年齢においてより明白に観察される。
καὶ γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν ἔτεσιν·
というのも、私たちは猟犬や競技用の馬が、すでに成長の時期にその固有の働きをいくらか行うのを見、その後で彼らが成熟したと言い、彼らが以前よりも強力になり、かつ同様に強力であるのが、ただ1年だけでなく、時には2年、3年にも及ぶのを明らかに見るからである。
ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν.
それは、人間のアスリートがこれら3年だけでなく、しばしば4年、5年にもわたって、感覚的には同等の強さを維持し続けるのと同様である。
οὕτω δὲ ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος.
このように、私が言ったように、病気においても、個々の発作はその極期を明瞭な時間において生じさせ、さらに、病気全体の一般的時期も幅を持っており、他のすべての時期も、極期の時期も、他のそれぞれの時期も同様に幅を持っている。
γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου.
それらを、あるときは明確に認識することが可能であり、あるときはかすかに認識でき、あるいは非常に長い間、全く気づかないことさえある。
καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντά·
この点に関して、いくつかの病気は最初から極期に達した状態で襲来するように見える。
καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτε εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον, ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων συνεχῶς ἄχρι κρίσεως.
しかしこれ自体は不可能なことの一つである。 なぜなら、いわゆる持続熱と呼ばれる発熱でさえ、極期から突然侵入したことは一度もなく、最初の襲来から完全な極期に達するまでに、少なくとも3時間か4時間はかかり、そこからは危機に至るまで、絶えず一定の強さを保ち続けるからである。