← ガレノス

病全体の好機について

§4#1

病気の極期が持つ感覚可能な時間の幅

極期(アくメー)が時間を有するのか瞬時的(時間を有しない)なのかという学説上の論争を、実用主義的な医療の観点から退け、極期やその他の病期は感覚可能な時間の幅を持つことを動物の成熟期や持続熱などの具体例を通じて論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4#1

Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρημένων δέονται. ἓν μὲν οὖν ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτε ἄχρονος1 ὑπάρχει διαπαντὸς, ὅσον ἐφ’ ἑαυτῇ, κᾂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δὲ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος. μακροτέρου δὲ λόγου δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυρίζω ἔγωγε περὶ αὐτοῦ, καίτοι ἔχων ὅ τι λέγω. καθάπερ γὰρ ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν ὡς διαπαντὸς ἰδὼν ἐρῶ. πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς. ὅταν γὰρ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ γένηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα· μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων νοσημάτων2 οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι. λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο· νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης. ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν· ἡμεῖς δὲ ὥσπερ ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν3 ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ.  τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι· καὶ γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν. οὕτω δὲ ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος. γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου. καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντά·4 καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτε εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον,5 ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων συνεχῶς ἄχρι κρίσεως.

他方、患者たちが死に至るような他の場合については、既に述べられた事柄のうち幾らかの規定を必要とするものを、まず整理した上で、少し後で述べよう。そこで、そのうちの一つは極期に関するものであり、それがそれ自体としては、たとえ感覚に対してはしばしばかなりの時間にわたって延びているように見えるとしても、常に時間を要しないものとして存在するのか、あるいは常に何らかの幅を持ち、あるときはより大きく、あるときはより小さいのか、あるいはいくつかの病気においては時間を伴い、別のものでは時間を伴わないのかという問題である。この検討はより長い議論を必要とするので、肩の脱臼について「しかしながら私は、これについて言うべきことを持っているにもかかわらず、あえて強く主張するつもりはない」と述べたヒポクラテスに倣って、その議論のすべてを省略することになりそうである。というのも、彼が自分によって常に観察された事柄で満足したのと全く同様に、私も今、常に見てきたものとして語るからである。個々の発作のすべての極期が、時間を伴って生じるのを私は観察してきた。したがって、たとえそれが本性上は時間を要しないものであっても、私たちはそのことから何の実用的な便益も得られない。というのも、感覚において最初に減退期が明らかになるときに、私たちはそれに適した治療手段を用いるからである。熱の大きさが等しい数値にとどまっている限り、その間は、極期の大きさに適したことを行うのが相応しいのである。そして同じように、眼炎や肋膜炎、すべての炎症、および他の病気のそれぞれにおいても、一般的な時期が、感覚によって測定されつつ、様々な治療手段の使用を指示するのである。それゆえ、極期の幅に関する検討は、個々の発作のそれについてであれ、あるいは病気全体のそれについてであれ、思弁的なものとなる。しかし今、私には、あらゆることにあらゆるものを持ち込む者たちがするように、そのような区別を行う意図はない。その中の一人がアルキゲネスである。なぜなら、この人物は極めて医学的な論考の中に、あるときは名前についての探求を混入し、またあるときは事柄そのものについても、しかし思弁的な探求を混入するからである。私たちは常にこのことを避けてきたのと同様に、今回もそのように行う。極期が時間を伴わないものか、それともある時間を伴うものかを他人に探求させることにして、私たちはその実用性を測定することにしよう。というのは、私たちはその本性を、年齢においては全盛期が広い時間にわたって解体されることの中にはっきりと見、また病気においては、あるときはより長い時間に、しばしばより短い時間に、しかしともかく感覚される時間の中に確かに見ているからである。そして、この時間の相違そのものは、動物における全盛期の年齢においてより明白に観察される。というのも、私たちは猟犬や競技用の馬が、すでに成長の時期にその固有の働きをいくらか行うのを見、その後で彼らが成熟したと言い、彼らが以前よりも強力になり、かつ同様に強力であるのが、ただ1年だけでなく、時には2年、3年にも及ぶのを明らかに見るからである。それは、人間のアスリートがこれら3年だけでなく、しばしば4年、5年にもわたって、感覚的には同等の強さを維持し続けるのと同様である。このように、私が言ったように、病気においても、個々の発作はその極期を明瞭な時間において生じさせ、さらに、病気全体の一般的時期も幅を持っており、他のすべての時期も、極期の時期も、他のそれぞれの時期も同様に幅を持っている。それらを、あるときは明確に認識することが可能であり、あるときはかすかに認識でき、あるいは非常に長い間、全く気づかないことさえある。この点に関して、いくつかの病気は最初から極期に達した状態で襲来するように見える。しかしこれ自体は不可能なことの一つである。なぜなら、いわゆる持続熱と呼ばれる発熱でさえ、極期から突然侵入したことは一度もなく、最初の襲来から完全な極期に達するまでに、少なくとも3時間か4時間はかかり、そこからは危機に至るまで、絶えず一定の強さを保ち続けるからである。

構文注5 件
  1. 4εἴτε ἄχρονος ὑπάρχει διαπαντὸς ... εἴτε διαπαντὸς ἔχει τι πλάτος ... εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος

    εἴτε ... εἴτε ... εἴτε の三者択一の間接疑問節が、一つ前の τὸ περὶ τῆς ἀκμῆς の具体的な中身を説明している。ここでは「極期(アくメー)の本性」に関する理論的な対立を示している。

  2. 4ἕκαστού τε τῶν ἄλλων νοσημάτων

    属格 ἕκαστού... τῶν ἄλλων νοσημάτων は、前置詞 ἐπί(「〜において」)に支配されている ἐπ’ ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς と並列関係にあり、意味的には ἐφ’ ἑκάστου τῶν ἄλλων νοσημάτων(他の病気のそれぞれにおいて)として解釈される。

  3. 4τὴν ἀκμαστικὴν

    定冠詞を伴う形容詞 τὴν ἀκμαστικὴν は、名詞 ἡλικίαν(年齢、時期)が省略された形であり、前文の ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας および文脈から明白であるため省略されている。「人生の全盛期」を指す。

  4. 4καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντά

    καὶ κατὰ τοῦτο(この点に関して)は、直前の「時期を全く認識できないほど極期が早く訪れるか、あるいは初期の段階が知覚できないこと」を指す。病気の初期段階が観察されないため、あたかも最初から極期(ἀκμάζοντα、分詞・対格中性複数、主語 ἔνια τῶν νοσημάτων に対する述語的補語)で襲来するように見えるという誤解を説明している。

  5. 4ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον

    与格 ὥραις... τέτταρσιν ἢ τρισὶν は「時間の経過(~の間に、~をかけて)」を表す。最初の襲来から完全な極期に達するまでに、少なくとも3時間から4時間の時間的経過が必要であることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0057.tlg047.humanitext-grc1:4#1