§4#1Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρημένων δέονται.
关于患者会死亡的其他情况,我将在稍后进行论述,但首先要理清上述提到的内容中,有哪些需要进行某种界定。
ἓν μὲν οὖν ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτε ἄχρονος ὑπάρχει διαπαντὸς, ὅσον ἐφ’ ἑαυτῇ, κᾂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δὲ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος.
那么,其中之一便是关于“极期”(akme)的问题:它本身究竟是始终没有时间跨度(瞬时的),即便在感觉上它似乎经常延伸相当长的时间;还是说它始终具有一定的宽度,时而较长,时而较短;又或者是,在某些疾病中它需要时间,而在另一些疾病中则是没有时间跨度的。
μακροτέρου δὲ λόγου δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυρίζω ἔγωγε περὶ αὐτοῦ, καίτοι ἔχων ὅ τι λέγω.
由于这一探究需要较长的讨论,我似乎打算将这部分全部省略,效仿希波克拉底在谈到肩关节脱位时所说的话:“然而,尽管我有话可说,但我自己并不对此坚决主张。
καθάπερ γὰρ ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν ὡς διαπαντὸς ἰδὼν ἐρῶ.
”因为正如他满足于自己始终能观察到的事物一样,我现在也将按照我始终看到的情况来进行说明。
πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς.
我曾观察到个别发作的所有极期都是在时间中发生的,因此,即使它在本质上没有时间跨度,我们也不会从中获得任何实用价值。
ὅταν γὰρ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ γένηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα· μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν προσήκει.
因为当衰退期首先在感觉上变得清晰时,我们才使用适用于它的治疗手段;而只要发热的程度停留在同等数值上,在此之前,就应该采取适用于极期程度的措施。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι.
同样地,在眼炎、肋膜炎、所有的炎症以及其他每种疾病中,一般的病期在通过感觉进行衡量时,都会指示不同治疗手段的使用。
λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο·
因此,关于极期宽度的探究,无论是考虑个别发作的极期,还是考虑整个疾病的极期,都变成了一个理论性的问题。
νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης.
但现在,我的目的并不是去划分这些事物,就像那些在一切事情中都塞入所有内容的人所做的那样,阿奇根尼斯就是其中之一。
ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν·
因为这个人有时会在极具医学性的论著中混入关于名称的探究,有时也会混入关于事物本身的探究,但那是理论性的。
ἡμεῖς δὲ ὥσπερ ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ.
我们正如一直防范这一点一样,现在也会这样做,让其他人去探究极期是无时间跨度的还是带有某种时间的,而我们将衡量它的实用性,因为我们可以清楚地看到它的本质——无论是在年龄中,全盛期在较宽的时间里消散;还是在疾病中,极期有时在较长的时间里,经常在较短的时间里,但无论如何都是在可感觉到的时间里消散。
τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι·
这种时间差异本身在动物处于全盛期年龄时可以更清楚地观察到。
καὶ γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν.
因为我们确实看到猎犬和参赛的马匹在增长期就已经开始履行其特有的功能,在此之后我们说它们已经发育完全,并且我们清楚地看到它们比以前更强壮,而且它们的强壮状态不仅维持一年,有时还会维持两年甚至三年;正如我们看到人类运动员不仅在这三年,而且经常在四年和五年中,在感觉上都保持着同等的体力。
οὕτω δὲ ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος.
正如我所说,在疾病中,个别发作也在清晰的时间中形成其极期,更不用说整个疾病的一般病期都有一定的宽度,其他所有的病期,包括极期在内,以及其他每个病期,都同样如此。
γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου. καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντά·
有时可以清楚地认识它们,有时只能隐约地认识,或者甚至在极长的时间里完全不了解它们。
καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτε εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον, ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων συνεχῶς ἄχρι κρίσεως.
在这一点上,有些疾病似乎一侵袭就处于极期;而这本身是不可能的事情之一,因为即便所谓的“持续热”(synochos)也从未一侵袭就处于极期,而是从首次发作到最完全的极期至少需要三到四个小时,从此之后,在直至危机来临前,它都始终保持与自身相等的强度。