Humanitext Reader

ガレノス · 病全体の好機について §3

排泄物と体液の消化による四つの病期の判定

2 / 7 箇所 · ギリシア語

要旨

ガレノスは炎症、発熱、潰瘍における各病期(始まり、上昇、極期、減退)を、体液の未消化と消化の進展に基づいて定義する。また、糞便、尿、痰、眼の分泌物、カタルなどの排泄物の変化が、各病期を客観的に診断するための不可欠な指標であることを解説する。

§3Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγμονῆς ζητεῖσθαι.
したがって、まず炎症の始まりが探求されると仮定しよう。
τίς οὐκ ἂν φαίη τὴν οἱονεὶ γένεσιν αὐτῆς ὑπάρχειν ἐν ἐκείνῳ παντὶ τῷ χρόνῳ, καθ’ ὃν πληροῦται τὸ μόριον αἱματώδους οὐσίας;
その部位が血液様の物質で満たされるその全時間の間に、それのいわば発生が存在すると、誰が言わないであろうか。
εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ τοιοῦτον, εἴτ’ ἐπὶ τῇ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτε ἐπὶ περιστάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ’, ὡς ἡμεῖς ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας καὶ τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπομνήματι, πλεονεξία τις αἵματος ἐν τῷ μορίῳ συνίσταται, γεννωμένης τῆς φλεγμονῆς, οὗτος ἔσται πρῶτος καιρὸς, ἐν ᾧ πληροῦται τὸ μέρος ἀνακείμενον τῷ μεγέθει τοῦ πάθους.
というのも、そのようなことが侵入に基づいて起ころうと、あるいはすべての血管の閉塞に基づいて起ころうと、あるいは管の中の腫瘤の何らかの滞留に基づいて起ころうと、あるいは、私たちが『不調和な不調気について』および『自然に反する腫瘤についての覚え書き』で教えたように、患部において血液のある種の過多が生じるにせよ、炎症が発生しつつあるとき、これが最初の時期であり、その間に、病気の大きさに対応して、その部分が満たされるのである。
ὅταν δὲ τὸ μὲν ἐπιῤῥέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ὑπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα, καὶ ἡ χύσις ἐπιπλέον διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ πνεῦμα γεννᾶται, καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἐπιῤῥέοι·
そして、流入するものが止まり、炎症を起こしている部位に含まれているものが腐敗し始めるとき、腐敗のためにある種の熱が生じ、また熱のためにさらに液状化が生じ、これに基づいて精気も発生し、これら両方のために、たとえ何も流入しなくなっても、患部は以前よりも引き伸ばされる。
δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς.
これが第二の時間であり、炎症の上昇期である。
ὅταν δὲ εἰς πῦον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δή που πόνοι τηνικαῦτα  καταλαμβάνουσι.
そして、それがすでに膿へと変化するとき、その時こそ最大級の痛みが襲う。
περὶ γὰρ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου·
というのも、痛みや熱は、膿が形成された後よりも、むしろその生成期に起こるからである。
καλεῖται δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός.
このような時期が病気の極期と呼ばれる。
εἰ δὲ ἐκπυϊσκόμενον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τ’ ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν.
もし、その流れが化膿するか、あるいは発散されることによって、腫れをより小さくし、緊張を和らげるなら、そのような状態が減退期の始まりである。
οὕτω μὲν ἐπὶ τῆς φλεγμονῆς οἱ καιροὶ διαιροῦνται.
このようにして、炎症における各時期が区分される。
ἐπὶ πυρετοῦ δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ συνισταμένου τοὺς αὐτοὺς ἐκείνῃ τίθεσθαι καιρούς·
他方、発熱においては、炎症に基づいて生じる発熱に対してはそれと同じ時期を設定すべきである。
τοῦ δ’ ἐπὶ χυμοῦ ἄνευ φλεγμονῆς, τὸν μὲν τῆς ἀπεψίας τῶν λυπούντων χυμῶν χρόνον, ἀρχήν· ὅταν δ’ ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχὴν, τὸν δεύτερον δ’ ἥκειν καιρὸν, τὸν τῆς ἀναβάσεως ὀνομαζόμενον· ὁπότε δὲ ἡ πέψις αὐτὴ συντελεῖται μάλιστα, τὸν τῆς ἀκμῆς·
しかし、炎症を伴わずに体液に基づいて生じる発熱に対しては、害を及ぼしている体液が未消化である時間を始まりとし、消化が始まり始めるときには、始まりの時期は終わって、上昇期と呼ばれる第二の時期が到来し、消化そのものが最も成就されるときを極期とし、その次に減退期とする。
εἶθ’ ἑξῆς τὸν τῆς παρακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τό τε μέγεθος τῶν συμπτωμάτων καὶ τὸ πλῆθος τῶν πεττομένων, ὀλίγον δ’ ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι δεομένων χυμῶν.
この時期には、症状の強さも、消化されつつあるものの量もすでに減少しており、消化される必要のある体液のわずかな残渣がまだ存在しているのである。
ἐδήλωσα δ’ ἐν τῇ περὶ κρίσεων πραγματείᾳ καὶ τὰ γνωρίσματα πάντα, τά τε τῆς πέψεως τῆς ἀμυδρᾶς καὶ τὰ τῆς παντελοῦς ἀπεψίας, καὶ τὰ τῆς ἐναργοῦς καὶ τὰ τῆς τελείας, ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν γαστέρα πέψεων, ἴδια δὲ τῶν κατὰ τὰς φλέβας, ἴδια δὲ ἄλλα τῶν ἀναπνευστικῶν.
私は『危機について』の書において、かすかな消化の兆候、完全な未消化の兆候、明らかな消化の兆候、そして完全な消化の兆候のすべてを示した。 これらは、胃における消化に特有なもの、血管における消化に特有なもの、そして呼吸器における消化に特有な他のものである。
ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δὲ ἐκ τῶν οὔρων, τὰ δὲ ἐκ τῶν πτυσμάτων.
これらは、あるものは糞便から、あるものは尿から、あるものは痰から把握される。
καὶ ταῦτα ἐπιπλεῖστον ἐν ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν, ἀρκεῖ δὲ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί.
そして、私はそれらのことをあの論考において、ヒポクラテスの言葉とともに極めて詳細に論じたが、現在の書においては、潰瘍の時期もこれらと同じであるということだけを述べれば十分である。
πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν·
というのも、第一に、水っぽく未消化で希薄な漿液がそれらから流れ出る。
εἶθ’ ἑξῆς ἐλάττους τε καὶ παχύτεροι·
次に、より少量でより濃い漿液が流れ出る。
κᾄπειτα ἤδη πῦον λεπτόν·
その後にすでに、希薄な膿が出る。
εἶτα ἔλαττον μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον·
その後、この膿は分量が少なくなり、より濃くより白くなる。
ὥστε οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς καιρούς.
したがって、消退する病気で、これらの時期を経過しないものは何一つ存在しないのである。
οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων γνωρίζεται.
実に、それらの認識は、排泄物を通じて認識される未消化および消化の徴候以外の何ものからも得られない。
τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα;
というのも、消化されていない糞便を見て、胃が消化不良を起こしていることを知らない者がいるだろうか。
τίς δὲ οὐκ οἶδεν, οὖρον ὑδατῶδες ἰδὼν, ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις πέψιν;
また、水っぽい尿を見て、血管における消化が失敗したことを知らない者がいるだろうか。
τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτιν, ἢ περιπνευμονίαν ἑωρακὼς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν ἔτι τοῦ πάθους;
また、肋膜炎や肺炎において、吐き出された薄い痰を見て、それがまだ病気の始まりであることを同様に理解しない者がいるだろうか。
οὕτω δὲ κᾀν ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ μὲν ἀποῤῥεῖ πολὺ καὶ λεπτὸν, ἄπεπτον ἱκανῶς·
同様に、眼炎においても、始まりの時期には、十分に未消化で、多量かつ希薄な分泌物が流れ出る。
ἐφεξῆς δὲ, ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον·
次に、それはより少量でより濃くなり、消化のある種の兆しを示すようになる。
εἶτα ἐν τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειουμένου, τῆς συστάσεως δὲ ἐπὶ τὸ παχύτερον ἰούσης, αὐξάνεται τὰ τῆς πέψεως εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι τὰ βλέφαρα κοιμηθέντων ὑπὸ τῆς γενομένης λήμης, ἥτις καὶ αὐτὴ καταρχὰς μὲν λεπτὴ καὶ πολλὴ, τῷ χρόνῳ δὲ ἐλάττων τε καὶ παχυτέρα γενομένη, τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν τούτου.
その後、時間が経過するにつれて、分量が減少し、稠度がより濃厚になる方向へ進むと、消化の度合いは非常に増大し、眠っている人々の瞼が、生じた目脂によって膠着するほどになる。 この目脂自体も、最初は希薄で多量であるが、時間の経過とともにより少量でより濃厚になり、病気の消化とその減退を示しているのである。
καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταῤῥεόντων δι’ ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μὲν, ὅταν ὑδατῶδές τε καὶ λεπτὸν ᾖ καὶ πολὺ καὶ δριμὺ τὸ φερόμενον·
さらにまた、脳から口蓋や鼻を通じて流れ落ちるカタルについても、流れ出るものが水っぽく、薄く、多量で、刺激が強いときが始まりである。
ἐσχάτην γὰρ ἀπεψίαν ἐνδείκνυται ταῦτα·
なぜなら、これらは極度の未消化を示しているからである。
πέψεως δέ ἐστιν ἤδη γνωρίσματα παχύτερόν τε καὶ ἧττον δριμὺ καὶ ὀλίγον κενούμενον·
そして、より濃厚で、刺激が少なく、排出されるのが少量であることが、すでに消化の兆候である。
εἰ δὲ καὶ ἡ καλουμένη μύξα καὶ βλέννα συναπέρχοιτο, βεβαιότερον ἤδη τοῦτό ἐστι πέψεως σημεῖον·
もし、いわゆる鼻汁や粘液が共に排出されるなら、これはすでに消化のより確実な徴候である。
ὥσπερ δὴ καὶ (εἰ) παχυτέρα μὲν αὐτῆς καὶ ἐλάττων γινομένη, πολὺ δὴ καὶ μᾶλλον πέψιν ἐνδείκνυται.
そして、まさに、それがそれよりもさらに濃厚で少量になるなら、なおいっそう消化を示しているのである。
καὶ οὗτοι μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσὶν, ἐξ ὧν οἱ κάμνοντες σώζονται.
そして、これらが、患者が救われる病気における時期である。

語釈・文法注

  1. §3Κείσθω — 三人称単数現在命令法中動態。「〜と仮定せよ」「〜と置かれよ」の意で、医学的あるいは哲学的な論証において仮定や前提を導入する際の決まり文句。
  2. §3γεννωμένης τῆς φλεγμονῆς — 属格独立分詞構文。「炎症が発生(生成)しつつあるとき」と訳され、炎症の「始まり」の時期において物理的な血液の過多が生じる時間的背景を限定している。
  3. §3ἢ γενομένου — 比較を表す属格。直前の名詞句である「膿の生成(γενέσιας τοῦ πύου)」と、完了(またはアオリスト)分詞属格 `γενομένου`(すなわち「膿がすでに生じた後」)を比較している。
  4. §3τίθεσθαι — 対格不定詞構文(または命令的不定詞)。文脈上 `χρή`(〜すべきである)あるいは `φατέον`(〜と言うべきである)のような非人称表現が省略されており、発熱における各時期の設定方針を命じる機能を持つ。

この箇所を引用する

ガレノス, 病全体の好機について §3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg047.humanitext-grc1:3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。