§3Παραδείγματος οὖν ἕνεκεν ἐπὶ τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω.
例として、まず我々の議論は三日熱について行われることとしよう。
φρίκη μετρία τῶν τοιούτων πυρετῶν ἄρχεται, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος.
そのような熱病においては、まず穏やかな悪寒が始まり、次いで、より強い悪寒と同時に四肢の冷えが生じ、次いで、すでに激しい悪寒を感じ、体の大部分が冷え切る。
ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς κατὰ τὴν συστολὴν, τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς·
この時期における彼らの脈拍は、以前よりも硬く、小さくなり、収縮を感知することを知る者にとっては、収縮において明らかに速くなっている。
ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα κατὰ τὴν εἰσβολὴν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει.
というのも、拡張は、多くの場合、それ自体の基準よりも遅くなり(特に発作の襲来時に)、時には以前から存在していた状態と同様に留まっているようにあなたには思われるかもしれないからである。
καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακροτέρα πώς ἐστιν· ἡ δ’ ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ πρόσθεν, ἔστι δὲ ὅτε οὐκ ἴση.
さらにまた、休止期のうち、収縮の後のものはいくらか長くなり、拡張の後のものはそれと同じやり方で、多くの場合、以前のものと等しいが、時には等しくないこともある。
ταῦτα ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσὶ, τισὶ δὲ ἤτοι πλείοσιν αὐτῶν, ἢ ἐλάττοσιν·
これらのことは、ある人々においては2等分時間生じるのが自然であり、ある人々においてはそれよりも多い時間、あるいは少ない時間生じる。
εἶθ’ ὁ σφυγμὸς, ἀρξάμενος μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίγνεσθαι, κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων.
その後、脈拍は大きく、かつ速く、かつ頻回になり始め、言及されたこれらの特徴のおのおのを徐々に増大させていく。
εὐθὺς δὲ καὶ θερμότεροι σφῶν αὐτῶν ἀποτελοῦνται σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερμασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦτον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα·
そして直ちに、脈拍の前述の変化とともに、彼ら自身より熱くなり、その結果、ある人々は四肢がまだ冷え切っているにもかかわらず、内部に強い熱を感じ、総じて言えば、この時期には身体に小さからぬ不調が支配的となる。
δεύτερος οὗτος ὁ χρόνος ἐκείνου τοῦ πρώτου, καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀναντία τοῖς πρόσθεν ἐγένετο.
この第二の時期は、以前の状態から全身が冷え、脈拍が以前のものとは反対のものへと変化した、あの最初の時期に続くものである。
κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι καὶ ὁ Ἱπποκράτης οὕτως ὠνόμασιν, ὁ σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν καταστάσει, τοιοῦτον δὲ τὸ κάλλιστον διάλειμμα, μεταβάλλει γὰρ ἐξαίφνης εἰς τὰς εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῶον, εἶτ’ αὖθις εἰς τἀναντία τρέπεται μετὰ τοῦ θερμαίνεσθαι.
というのも、無熱期(我々はこれをヒポクラテスもそのように名付けたので間欠期と呼ぶこととするが)においては、脈拍は我々の感覚にとって自然な状態にあり、最も好ましい間欠期とはそのようなものであるが、動物が冷えるとともに、脈拍は突如として少し前に述べた変化へと移行し、次いで、熱くなるにつれて再び反対のものへと転じるからである。
πρῶτος οὖν χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας, ἢ ἐκ διαλείμματος εἰς τοῦτο ἀφικόμενος·
それゆえ、健康な状態から、あるいは間欠期からこの状態に達して、脈拍の前述の変化を伴いながら身体が冷える時期が、全周期の明らかに最初の時期である。
ἕτερος δ’ ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τὰ ἐναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ἄχρι περ ἂν ὁμαλῶς γένηται θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος·
これに続く別の第二の時期は、脈拍と熱の両方が反対のものへと変化する時期であり、身体の全容積が均一に熱くなるまで続く。
εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης μὲν ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν σφυγμῶν ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα·
次いで、これに続く第三の時期は、熱がさらに増大し、それに応じて脈拍も大きさ、速さ、頻回さを増大させていく時期である。
τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρημέναις τρισὶν ὁρᾶται, τῶν εἰρημένων ἁπάντων ἴσον ἑαυτοῖς φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν·
前述の三つの時期に続く第四の状態は、言及されたすべてのものが、我々の感覚に照らして、それ自体と等しい大きさを維持しているときに見られる。
εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται σαφῶς, ἀτμὸς δὲ ἐκκρίνηται διὰ τοῦ δέρματος, ὁ σφυγμὸς δὲ ἐπὶ τὴν κατὰ φύσιν ἐπανέρχηται κατάστασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, μεγέθους τε πέρι καὶ ταχυτῆτος καὶ πυκνότητος.
次いで、そこから別の第五の時期があり、それは熱が明らかに小さくなり、皮膚を通して蒸気が分泌され、脈拍が大きさ、速さ、頻回さに関して自然に反して獲得したすべてのものを捨てて、自然な状態へと戻るときである。
ἐν τούτῳ τῷ χρόνῳ καὶ ἱδρὼς τοῖς πλείστοις αὐτῶν γίνεται, καὶ μετὰ τοῦτον ὁ τοῦ διαλείμματος ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις.
この時期には、彼らの大部分に汗も生じ、この時期の後に、前述のものに続く第六のものとして、間欠期の時期が訪れる。
οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐναργῶς ὁσημέραι σχεδὸν ἅπασι τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γιγνόμενον·
これらのことはどれも不明瞭な事柄の仮定ではなく、三日熱を病むほぼすべての人々に、連日、明らかにこのように生じているのが観察される。
καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, ὡς μέχρι μὲν τούτου καὶ μὴ ἰατρὸς ἂν δύναιτο γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου.
そして、議論にヒポクラテスによって述べられたことを付け加えるべきである。 すなわち、もし脈拍の変化を議論から除外するならば、この段階までは医師でない者であっても正しく理解できるであろう、ということである。
περιεργότεραι γὰρ ἢ κατὰ τὸν ἰδιώτην αὗταί εἰσιν, ἡ δὲ τῆς θερμασίας μεταβολὴ, κᾂν εἰ μὴ βούλοιντο παρακολουθεῖν οἱ πάσχοντες, αὐτὴ κεντρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν.
なぜなら、それらは素人の能力を超えて精緻であるからだが、熱の変化は、たとえ患者たちが注意を払おうとしなくても、それ自体が彼らを刺激し突き動かすので、気づかれずに済むことはないからである。
ἐξηγοῦνται γοῦν πάντες οἱ κάμνοντες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην διαδραμεῖν, εἶτ’ ἐντεῦθεν ἅμα καταψύξει τῶν ἀκραίων ἐπιτείνεσθαι τὰς φρίκας, ἀκολουθῆσαι δὲ αὐταῖς τὸ ῥῖγος·
実際、病者たちは皆このように説明する。 すなわち、突如として不調あるいは悪寒が彼らを駆け抜け、そこから四肢の冷却とともに悪寒が強まり、悪寒に続いて激しい悪寒が起こる、と。
εἶτ’ αὖθις τοῦ μὲν ῥίγους γενέσθαι ποτὲ καὶ παῦλαν, ἐκλύεσθαι δὲ τὴν περίψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ φλογώσεως ἔνδον εἶναι καὶ δίψος·
次いで、激しい悪寒はある時点で停止し、四肢の極端な冷えは和らぎ、内部に灼熱感が生じ、渇きを覚える、と。
ἐπὶ δὲ τούτοις αὖθις οἴχεσθαι μὲν ἅπασαν ἀνωμαλίαν, ὁμαλῶς δὲ καίεσθαι τὸ σύμπαν σῶμα, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γέ ποτε καὶ μεῖναι τὴν θερμασίαν ὁμοίαν ἑαυτῇ·
そしてこれらの後に、再びすべての不調は消え去り、全身が均一に燃えるように熱くなり、これがますます強まって、ある時点で熱は留まり、それ自体と等しい状態を維持する、と。
εἶθ’ ὕστερον αἴσθησιν αὐτοῖς ἐκλυομένης γενέσθαι, καὶ τοῦτο μέχρι τῆς καταστάσεως ἐκείνης μὴ παύεσθαι γινόμενον, ἐν ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυρουμένων αὐτῶν.
その後、彼らに熱が和らぐ感覚が生じ、これが、彼らがもはや熱を発していないと最初に感じたあの状態に至るまで止むことなく続く、と。
ἐπὶ μὲν οὖν τῶν τριταίων πυρετῶν αἱ κατὰ μέρος διαφοραὶ τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν·
このように、三日熱においては、周期の各部分における変化はこのようなものである。
ἐπ’ ἄλλων δὲ ἄλλαι διαφοραὶ πυρετῶν εἰσιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ.
しかし、他の熱病においてはまた別の変化があり、それらについては次に述べることとする。