Humanitext Reader

盖伦 · 论疾病的转折期 §3

三日热发作过程中脉搏与体温的六个时期

第 3 段,共 11 段 · 希腊语

内容简介

作者以三日热为例,详细阐述了从发作开始、衰退到无热期(间歇期)期间,脉搏和体温在六个连续时期的具体变化。

§3Παραδείγματος οὖν ἕνεκεν ἐπὶ τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω.
因此,作为例子,首先让我们的论述关于三日热。
φρίκη μετρία τῶν τοιούτων πυρετῶν ἄρχεται, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος.
此类发热起初表现为温和的恶寒,随后四肢发冷并伴有更剧烈的恶寒,接着他们便感到战栗且身体的大部分变冷。
ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς κατὰ τὴν συστολὴν, τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς· ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα κατὰ τὴν εἰσβολὴν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει.
而在此期间,他们的脉搏变得比先前更硬、更小,对于懂得如何感知收缩的人来说,在收缩时明显更快;因为在大多数情况下,扩张本身会变慢,尤其是在侵袭时,但有时在您看来,它似乎仍与先前存在的状态相似。
καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακροτέρα πώς ἐστιν· ἡ δ’ ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ πρόσθεν, ἔστι δὲ ὅτε οὐκ ἴση.
此外,在停歇期中,收缩后的停歇多少会延长,而扩张后的停歇则以相同的方式,在大多数情况下与先前相等,但有时也不相等。
ταῦτα ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσὶ, τισὶ δὲ ἤτοι πλείοσιν αὐτῶν, ἢ ἐλάττοσιν· εἶθ’ ὁ σφυγμὸς, ἀρξάμενος μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίγνεσθαι, κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων.
这些情况在某些人身上自然发生于两个平分时中,而在另一些人身上则发生于或多或少的时间中;随后,脉搏开始同时变得更大、更快、更频,并逐渐增加前述的每种特征。
εὐθὺς δὲ καὶ θερμότεροι σφῶν αὐτῶν ἀποτελοῦνται σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερμασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦτον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρόνος ἐκείνου τοῦ πρώτου, καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀναντία τοῖς πρόσθεν ἐγένετο.
随着前述脉搏的变化,他们立刻也变得比先前更热,以至于有些人虽然四肢仍然冰冷,却感到体内极度温热,总而言之,在这段时期,身体主导着不小的失调;这第二个时期接续那第一个时期,在第一个时期中,由于先前的状态,整个身体变冷,且脉搏向着与先前相反的方向发生转变。
κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι καὶ ὁ Ἱπποκράτης οὕτως ὠνόμασιν, ὁ σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν καταστάσει, τοιοῦτον δὲ τὸ κάλλιστον διάλειμμα, μεταβάλλει γὰρ ἐξαίφνης εἰς τὰς εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῶον, εἶτ’ αὖθις εἰς τἀναντία τρέπεται μετὰ τοῦ θερμαίνεσθαι.
因为在无热期中(由于希波克拉底也如此命名,让我们称之为间歇期),根据我们的感觉,脉搏处于自然状态——最完美的间歇期便是如此——因为随着动物变冷,脉搏突然转变为刚才所说的差异,然后随着变热,又转向相反的方向。
πρῶτος οὖν χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας, ἢ ἐκ διαλείμματος εἰς τοῦτο ἀφικόμενος· ἕτερος δ’ ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τὰ ἐναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ἄχρι περ ἂν ὁμαλῶς γένηται θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος· εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης μὲν ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν σφυγμῶν ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα· τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρημέναις τρισὶν ὁρᾶται, τῶν εἰρημένων ἁπάντων ἴσον ἑαυτοῖς φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται σαφῶς, ἀτμὸς δὲ ἐκκρίνηται διὰ τοῦ δέρματος, ὁ σφυγμὸς δὲ ἐπὶ τὴν κατὰ φύσιν ἐπανέρχηται κατάστασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, μεγέθους τε πέρι καὶ ταχυτῆτος καὶ πυκνότητος.
因此,整个周期中明显的第一个时期,是由于从健康状态或间歇期达到此状态,身体在伴随前述脉搏变化的同时变冷的时期;紧随其后的另一个第二时期,是脉搏和热度向着相反方向变化的时期,直到身体的整个体积均匀变热;然后是其后的第三个时期,此时热度仍在增加,脉搏也相应地在大小、速度和频数上增长;在所述的三个时期之后观察到第四个状态,此时所有所述的事物在我们的感觉看来都保持着与自身相等的程度;然后从那时起是另一个第五时期,此时热度明显变小,蒸气通过皮肤排出,脉搏回到自然状态,消除其在大小、速度和频数上非自然获得的一切。
ἐν τούτῳ τῷ χρόνῳ καὶ ἱδρὼς τοῖς πλείστοις αὐτῶν γίνεται, καὶ μετὰ τοῦτον ὁ τοῦ διαλείμματος ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις.
在这段时期,他们中的大多数人也会出汗,在此之后,间歇期的时期便到来了,这是前述五个时期之后的第六个。
οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐναργῶς ὁσημέραι σχεδὸν ἅπασι τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γιγνόμενον· καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους  εἰρημένον, ὡς μέχρι μὲν τούτου καὶ μὴ ἰατρὸς ἂν δύναιτο γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου. περιεργότεραι γὰρ ἢ κατὰ τὸν ἰδιώτην αὗταί εἰσιν, ἡ δὲ τῆς θερμασίας μεταβολὴ, κᾂν εἰ μὴ βούλοιντο παρακολουθεῖν οἱ πάσχοντες, αὐτὴ κεντρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν.
而这些都并非对不明之事的假设,而是每天几乎在所有患有三日热的人身上,都显然是这样发生的;并且必须在论述中加上希波克拉底所说的话,即如果我们将脉搏的变化排除在论述之外,那么直到这一阶段,甚至非医生也能够正确地认识;因为脉搏的这些变化对于外行来说过于精微,而热度的变化,即使患者不想关注它,其本身也自然会刺激并触动他们,从而不会被忽视。
ἐξηγοῦνται γοῦν πάντες οἱ κάμνοντες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην διαδραμεῖν, εἶτ’ ἐντεῦθεν ἅμα καταψύξει τῶν ἀκραίων ἐπιτείνεσθαι τὰς φρίκας, ἀκολουθῆσαι δὲ αὐταῖς τὸ ῥῖγος· εἶτ’ αὖθις τοῦ μὲν ῥίγους γενέσθαι ποτὲ καὶ παῦλαν, ἐκλύεσθαι δὲ τὴν περίψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ φλογώσεως ἔνδον εἶναι καὶ δίψος· ἐπὶ δὲ τούτοις αὖθις οἴχεσθαι μὲν ἅπασαν ἀνωμαλίαν, ὁμαλῶς δὲ καίεσθαι τὸ σύμπαν σῶμα, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γέ ποτε καὶ μεῖναι τὴν θερμασίαν ὁμοίαν ἑαυτῇ· εἶθ’ ὕστερον αἴσθησιν αὐτοῖς ἐκλυομένης γενέσθαι, καὶ τοῦτο μέχρι τῆς καταστάσεως ἐκείνης μὴ παύεσθαι γινόμενον, ἐν ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυρουμένων αὐτῶν.
无论如何,所有病人都这样解释:突然间,或是失调或是恶寒席卷全身,然后从那时起,随着四肢变冷,恶寒加剧,随之而来的是战栗;然后,战栗在某个时刻停止,四肢的极度寒冷缓解,体内产生灼烧感和干渴;在此之后,所有的不调再次消失,整个身体均匀地灼烧,且这种情况在他们身上愈发明显,而在某个时刻,热度停顿并保持与自身相等;然后随后他们感到热度缓解,这种情况一直持续发生,直到他们最初感到自己不再发热的那种状态。
ἐπὶ μὲν οὖν τῶν τριταίων πυρετῶν αἱ κατὰ μέρος διαφοραὶ τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· ἐπ’ ἄλλων δὲ ἄλλαι διαφοραὶ πυρετῶν εἰσιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ.
因此,在三日热的情况下,周期的各部分差异便是如此;而在其他发热中则有其他差异,对此我将在后文叙述。

词汇与语法注释

  1. p.413τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς — 与格现在分词 τοῖς εἰδόσιν 起到判断或关系与格的作用(“对于懂得……的人来说”)。不定式 αἰσθάνεσθαι 补充说明 εἰδόσιν 的内容(“知道如何感知”),而属格 συστολῆς 则是该不定式的宾语。
  2. p.413ἑαυτῆς βραδυτέρα — 比较级 βραδυτέρα 连用比较属格 ἑαυτῆς。这意味着脉搏的扩张期与其自身的正常基准相比“比平时更慢”。
  3. p.415ἂν δύναιτο... εἰ... ἐξέλοιμεν — 此结构由归结句中的带 ἂν 希求法(ἂν δύναιτο,表示潜在可能)与条件句中的 εἰ 带希求法(εἰ ἐξέλοιμεν)构成一个潜在条件句。它表示一种可实现的假设:如果将脉搏的变化排除,那么非医生也能理解。
  4. p.416ἐξηγοῦνται... διαδραμεῖν... ἐπιτείνεσθαι... ἀκολουθῆσαι... γενέσθαι — 这一长句是由主动词 ἐξηγοῦνται(“他们解释”)所引导的间接引语(对格不定式结构),由一系列不定式(如 διαδραμεῖν, ἐπιτείνεσθαι 等)连缀而成,这些不定式的逻辑主语(ἀνωμαλίαν, φρίκην, τὰς φρίκας, τὸ ῥῖγος 等)均采用对格。

引用这一段

盖伦, 论疾病的转折期 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。