Humanitext Reader

ガレノス · 病の好機について §2

病の初期をめぐるアルキゲネス批判

2 / 11 箇所 · ギリシア語

要旨

ガレノスは、病気の始まり(初期段階)を定義しないアルキゲネスの分類論を批判し、伝統的な医学に基づき、病気の初期(発作の開始時)には悪寒などの独自の具体的症状と継続期間(時間的幅)が存在することを明らかにする。

§2Οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος ἀγωνιστοῦ γενναίου πρὸς τὴν ἀπάντησιν, ὃς ἐπιδείξει ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχειν ὥσπερ τοῖς ζώοις διαπλαττομένοις, ἀνακείμενόν τε τούτῳ τὸν πρῶτον χρόνον ὅροις οἰκείοις περιγραφόμενον.
この議論はもっともらしく、それに対する反論のために、形成されつつある動物たちにおけるのと同様に、病気の始まりにも固有の形態が存在し、これに割り当てられた最初の時間が独自の境界によって区切られていることを示すような、何らかの勇敢な闘士を必要としている。
ἐφ’ ὧν ἐστελ λόμην ἂν ἤδη διδάσκων ἃ γινώσκω, εἰ μή με κατά τινα δὴ τύχην ἐν τῷδε τοῦ λόγου γενόμενον ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρεσις, ὃς εἰς τοὺς πρώτους τε καὶ μεγίστους καιροὺς διαιρῶν τὰ νοσήματα μετὰ τὴν ἀρχὴν εὐθέως ἀκμὴν τάττει, τὸν μεταξὺ καιρὸν καταλιπὼν τὴν ἀνάβασιν.
これらについて、もしこの議論の個所に至ったときに、ある偶然によってアルキゲネスの分類が私の念頭に浮かばなかったのでなければ、私は自分が知っていることをすでに教え始めようとしていたであろう。 アルキゲネスは、病気を最初のかつ最大の時期へと分類するにあたって、始まりの直後に直ちに極期を配置し、その間の時期である上昇期を省いている。
ὅπου γὰρ οὐκ εἶναι δοκεῖ καιρὸς ἴδιος τῆς ἀρχῆς ὅλης, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, τὸ μεταξὺ πᾶν ἐπίδοσις ᾖ, πῶς γε συγχωρήσειεν ἄν τις Ἀρχιγένει τὸ μὲν ὁμολογούμενον ὑπερβαίνοντι, τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογούμενον ἑτοίμως τιθεμένῳ;
というのも、始まり全体の固有の時期というものは存在せず、最初の襲来から極期までの、その間のすべてが増大期であると思われるのに、合意されていることを無視する一方で、議論のあることを合意されていることとして安易に仮定しているアルキゲネスに対して、どうして同意できようか。
οὕτως μὲν οὖν φαίνεται προδιδοὺς ἐσχάτως τὸν λόγον, ἀγῶνος μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμικρότητι μόνον τῶν ἐφεξῆς αὐτῇ διαφέρουσαν·
このようにして、彼は議論を極めて台無しにしているように見えるが、病気の始まりが固有の型を持っており、その後に続くものとは単に程度が小さいことだけで異なっているのではないということを示すためには、大きな闘争が必要なのである。
ἡμεῖς δὲ ἐπιχειρήσομεν ἤδη δεικνύειν διαλλάττουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος τῆς μετ’ αὐτὴν ἀναβάσεως.
しかし我々は、病気の始まりが、その後に続く上昇期とはある特定の形態において異なっていることを、これから示そうと試みる。
ἡ δ’ ἀρχὴ τοῦ λόγου τὴν ἀνάμνησιν ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν νοσημάτων.
そして、この議論の始まりは、多くの病気において我々すべてに極めて明白に現れている事柄を思い起こすことから出発するであろう。
ὅθενπερ, οἶμαι, καὶ κινηθέντες ἰατροὶ σχεδὸν ἅπαντες οἱ πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκείνην μόνην τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐτῇ προσγράφουσιν ἀξιόλογον ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν, εἶτ’ ἀκμὴν, ἐφ’ ᾗ δηλονότι τὴν καλουμένην παρακμήν.
思うに、まさにこのことから促されて、アルキゲネス以前のほぼすべての医師たちは、おのおのの病気にある始まりを認めており、それを幅のないあの最初の襲来だけとはせず、時にはかなりの時間の長さと幅をそれに割り当てており、そして、この(始まりの)後に上昇期を、次いで極期を、さらにその後に当然のことながらいわゆる衰退期を配置しているのである。
ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν  τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶτον, εἶτ’ αὖθίς τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας, καὶ φρίκης ἀξιολογωτέρας αἰσθανομένους, ὡς μήτε πράττειν μήθ’ ὑπομένειν ἃ πρότερον ἀμέμπτως ἔπραττον, ἀλλὰ καὶ κατακλιθῆναί τε καὶ δεῖσθαι σκεπασμάτων, καὶ τοῦτο παθόντας ἐνίους μὲν ὥραις τρισὶν, ἐνίους δὲ ἐλάττοσιν, ἢ πλείοσιν· ἐντεῦθεν δ’ ἄρξασθαι θερμασίας ἀηδοῦς τε καὶ παρὰ φύσιν αἰσθάνεσθαι ταύτης κατ’ ὀλίγον αὐξανομένης.
実際、我々は、ある人々が日常生活の何らかの活動を行っている最中に、最初はかすかな悪寒を感じ、その後、何度も何度も、より強い身体の不調と、より顕著な悪寒を覚え、その結果、それまでは何の不都合もなく行っていた活動を行うことも続けることもできなくなり、横になって掛け物を必要とするようになるのを目にしてきた。 そして、ある人々は3時間、ある人々はそれより少ない時間、あるいはより多くの時間、この状態を経験し、そこから、不快で自然に反する熱を感じ始め、この熱が徐々に増大していくのである。
ἐν αὐτοῖς γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέρουσα κατ’ ἰδέαν ἐξαίρετον ἡ ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπιδόσεως.
なぜなら、まさにこれらの症状において、発作の始まりが、その増大とは独自の形態において異なっていることが明らかに観察されるからである。
εὔδηλον δὲ ὅτι τὴν αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς ἀνάβασιν·
ある人々は増大を「進行」と呼び、他の人々が「上昇」と呼ぶことは明らかである。
ἡμεῖς δ’ ἅπασι τοῖς ὀνόμασιν, ὡς ἂν ἐπέλθῃ, χρησόμεθα·
しかし我々は、思いつくままにこれらすべての名前を用いることにしよう。
δηλοῖ γὰρ ἓν πρᾶγμα πάντα.
なぜなら、それらはすべて一つの同じ事柄を意味しているからである。
τοῦτο οὖν τὸ πρᾶγμα, ὃ τρισὶν ὀνόμασι προσαγορεύεται, ἵσταταί ποτε καὶ παύεται τῆς αὐξήσεως, καὶ φαίνεται διαμένον ἶσον ἑαυτῷ κατά τινα χρόνον, ἤτοι μακρότερον, ἢ βραχύτερον·
それゆえ、これら三つの名前で呼ばれるこの事柄は、ある時点で留まり、増大を停止し、そしてある一定の時間、それがより長いか短いかにかかわらず、それ自体と等しい状態に留まっているように見える。
εἶτ’ ἐντεῦθεν ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ πλείονι·
その後、そこから、速やかに、あるいはより多くの時間をかけて、それ自体より小さくなっていく。
καὶ ποτὲ μὲν εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος οὕτως φαίνεται ἐπανερχομένη διάθεσις, ἔστι δ’ ὅτε ὑπὸ τῆς εἰσβολῆς δευτέρου παροξυσμοῦ καταλαμβανομένη τὴν αὐτὴν ἰδέαν ἔχοντος τῇ προειρημένῃ.
そして、ある時には、発熱した人の状態はこのようにして無熱期に戻るように見えるが、またある時には、前述のものと同じ形態を持つ第二の発作の襲来によって、その状態が遮られることもある。
καὶ πάντως γ’ ἔστιν ὅτε τὰ προειρημένα δεύτερον αὖθις ἐπιγίγνεται τῷ νοσοῦντι, πολλάκις δ’ ἔστιν ὅτε καὶ τρίτον, καὶ τέταρτον, καὶ πέμπτον δὲ, περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως.
そしていずれにせよ、前述の事柄が病者に対して再び二度目に、しばしば三度目、四度目、さらには五度目にも生じることがあり、病気が同じ順序を経て、同じ事柄から同じ事柄へと、ある種の循環に従って巡っていく。
ὀνομάζουσι δὲ τὸν τοιοῦτον κύκλον ἕκαστοι οἱ ἰατροὶ περίοδον.
そして、医師たちは誰もがこのような循環を「周期」と呼んでいる。
ἔνιοι μὲν οὖν αὐτῶν ἐν τέτταρσι καὶ εἴκοσιν ὥραις περιγράφονται, καὶ καλοῦσιν αὐτὰς ἀμφημερινάς·
それらのうちあるものは24時間で区切られており、彼らはそれを「日周期熱」と呼ぶ。
ἔνιαι δὲ ἐν ὀκτὼ καὶ τετταράκοντα, τουτέστιν ἐν δυσὶν ἡμέραις καὶ νυξὶν, ἃς ὀνομάζουσι τριταίων πυρετῶν περιόδους·
また、あるものは48時間、すなわち2日2夜であり、それらを彼らは「三日熱の周期」と呼ぶ。
ἑτέρας δέ τινας ἑβδομήκοντα καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς αὐτοὺς ὀνομάζουσι τεταρταίους, τὸν κύκλον δ’ ὅλον, ὃς ἐπανέρχεται εἰς τὴν μίαν ἀρχὴν, τεταρταίαν περίοδον·
さらに別のものは72時間の時間によって区切られ、彼らはその熱自体を「四日熱」と呼び、一つの始まりへと戻ってくる循環全体を「四日熱周期」と呼ぶ。
οὕτω δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν ἑκάστης ἡμέρας ἐπανακυκλοῦσαν ἅμα τοῖς ἀμφημερινοῖς πυρετοῖς·
同様に、三日熱に伴う「三日熱周期」や、毎日に繰り返される、日周期熱に伴う「日周期」もある。
ἀλλ’ αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις πυρετοῖς, ἀμφημερινῷ καὶ τριταίῳ καὶ τεταρταίῳ· ποτὲ δὲ εἰς παρακμὴν μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ ποῤῥωτέρω.
しかし、これらの周期はすべて、前述の日周期熱、三日熱、四日熱において見られるように、ある時には無熱に達するが、ある時には、無熱の近くまで、あるいはそれより遠くに留まる衰退期に達するだけである。

語釈・文法注

  1. 380ἐφ’ ὧν ἐστελλόμην ἂν ἤδη διδάσκων — 前置詞句 ἐφ’ ὧν は「これらの点について」を意味し、関係代名詞 ὧν は前述の「病気の始まりに固有の形態が存在すること」および「その時間が独自の境界で区切られていること」を指す。非現実文の帰結節における未完了過去 ἐστελλόμην + ἄν は、過去における企図「(すでに)〜し始めようとしていただろう」を表す。
  2. p.410τὸ μὲν ὁμολογούμενον ὑπερβαίνοντι, τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογούμενον ἑτοίμως τιθεμένῳ — 分詞節における対比。τὸ μὲν ὁμολογούμενον(合意されていること)は上昇期(増大期)の存在を指し、アルキゲネスがこれを「飛び越えて(無視して)」いることを示す。一方、τὸ δ’ ἀμφισβητούμενον(議論のあること)は「初期に独自の期間が存在しないこと」であり、これを彼は自明の前提として「安易に置いている(仮定している)」。
  3. p.411ἐθεασάμεθα γοῦν ἐνίους ... φρίξαντας — 知覚動詞 ἐθεασάμεθα(我々は目にした)の補足分詞として、不定動詞的な不定詞ではなく対格分詞 φρίξαντας ... αἰσθανομένους ... παθόντας が使われている。この長大な一文は、発作の「始まり」が明確な時間的経過と具体的症状(悪寒や身体の不調など)を伴う「幅のある」期間であることを示す経験的実証となっている。

この箇所を引用する

ガレノス, 病の好機について §2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。