- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者は三日熱を例に挙げ、発作の始まりから衰退、無熱期(間欠期)に至るまでの脈拍と体温の推移を、六つの時期に分けて詳細に説明する。
Παραδείγματος οὖν ἕνεκεν ἐπὶ τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω. φρίκη μετρία τῶν τοιούτων πυρετῶν ἄρχεται, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος. ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς κατὰ τὴν συστολὴν, τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς·1 ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν ἑαυτῆς βραδυτέρα,2 καὶ μάλιστα κατὰ τὴν εἰσβολὴν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει. καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακροτέρα πώς ἐστιν· ἡ δ’ ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ πρόσθεν, ἔστι δὲ ὅτε οὐκ ἴση. ταῦτα ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσὶ, τισὶ δὲ ἤτοι πλείοσιν αὐτῶν, ἢ ἐλάττοσιν· εἶθ’ ὁ σφυγμὸς, ἀρξάμενος μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίγνεσθαι, κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων. εὐθὺς δὲ καὶ θερμότεροι σφῶν αὐτῶν ἀποτελοῦνται σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερμασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦτον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρόνος ἐκείνου τοῦ πρώτου, καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀναντία τοῖς πρόσθεν ἐγένετο. κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι καὶ ὁ Ἱπποκράτης οὕτως ὠνόμασιν, ὁ σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν καταστάσει, τοιοῦτον δὲ τὸ κάλλιστον διάλειμμα, μεταβάλλει γὰρ ἐξαίφνης εἰς τὰς εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῶον, εἶτ’ αὖθις εἰς τἀναντία τρέπεται μετὰ τοῦ θερμαίνεσθαι. πρῶτος οὖν χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας, ἢ ἐκ διαλείμματος εἰς τοῦτο ἀφικόμενος· ἕτερος δ’ ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τὰ ἐναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ἄχρι περ ἂν ὁμαλῶς γένηται θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος· εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης μὲν ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν σφυγμῶν ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα· τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρημέναις τρισὶν ὁρᾶται, τῶν εἰρημένων ἁπάντων ἴσον ἑαυτοῖς φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται σαφῶς, ἀτμὸς δὲ ἐκκρίνηται διὰ τοῦ δέρματος, ὁ σφυγμὸς δὲ ἐπὶ τὴν κατὰ φύσιν ἐπανέρχηται κατάστασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, μεγέθους τε πέρι καὶ ταχυτῆτος καὶ πυκνότητος. ἐν τούτῳ τῷ χρόνῳ καὶ ἱδρὼς τοῖς πλείστοις αὐτῶν γίνεται, καὶ μετὰ τοῦτον ὁ τοῦ διαλείμματος ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις. οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐναργῶς ὁσημέραι σχεδὸν ἅπασι τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γιγνόμενον· καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, ὡς μέχρι μὲν τούτου καὶ μὴ ἰατρὸς ἂν δύναιτο γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν3 τοῦ λόγου. περιεργότεραι γὰρ ἢ κατὰ τὸν ἰδιώτην αὗταί εἰσιν, ἡ δὲ τῆς θερμασίας μεταβολὴ, κᾂν εἰ μὴ βούλοιντο παρακολουθεῖν οἱ πάσχοντες, αὐτὴ κεντρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν. ἐξηγοῦνται γοῦν πάντες οἱ κάμνοντες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην διαδραμεῖν, εἶτ’ ἐντεῦθεν ἅμα καταψύξει τῶν ἀκραίων ἐπιτείνεσθαι τὰς φρίκας, ἀκολουθῆσαι δὲ αὐταῖς τὸ ῥῖγος· εἶτ’ αὖθις τοῦ μὲν ῥίγους γενέσθαι4 ποτὲ καὶ παῦλαν, ἐκλύεσθαι δὲ τὴν περίψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ φλογώσεως ἔνδον εἶναι καὶ δίψος· ἐπὶ δὲ τούτοις αὖθις οἴχεσθαι μὲν ἅπασαν ἀνωμαλίαν, ὁμαλῶς δὲ καίεσθαι τὸ σύμπαν σῶμα, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γέ ποτε καὶ μεῖναι τὴν θερμασίαν ὁμοίαν ἑαυτῇ· εἶθ’ ὕστερον αἴσθησιν αὐτοῖς ἐκλυομένης γενέσθαι, καὶ τοῦτο μέχρι τῆς καταστάσεως ἐκείνης μὴ παύεσθαι γινόμενον, ἐν ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυρουμένων αὐτῶν. ἐπὶ μὲν οὖν τῶν τριταίων πυρετῶν αἱ κατὰ μέρος διαφοραὶ τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· ἐπ’ ἄλλων δὲ ἄλλαι διαφοραὶ πυρετῶν εἰσιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ.
例として、まず我々の議論は三日熱について行われることとしよう。そのような熱病においては、まず穏やかな悪寒が始まり、次いで、より強い悪寒と同時に四肢の冷えが生じ、次いで、すでに激しい悪寒を感じ、体の大部分が冷え切る。この時期における彼らの脈拍は、以前よりも硬く、小さくなり、収縮を感知することを知る者にとっては、収縮において明らかに速くなっている。というのも、拡張は、多くの場合、それ自体の基準よりも遅くなり(特に発作の襲来時に)、時には以前から存在していた状態と同様に留まっているようにあなたには思われるかもしれないからである。さらにまた、休止期のうち、収縮の後のものはいくらか長くなり、拡張の後のものはそれと同じやり方で、多くの場合、以前のものと等しいが、時には等しくないこともある。これらのことは、ある人々においては2等分時間生じるのが自然であり、ある人々においてはそれよりも多い時間、あるいは少ない時間生じる。その後、脈拍は大きく、かつ速く、かつ頻回になり始め、言及されたこれらの特徴のおのおのを徐々に増大させていく。そして直ちに、脈拍の前述の変化とともに、彼ら自身より熱くなり、その結果、ある人々は四肢がまだ冷え切っているにもかかわらず、内部に強い熱を感じ、総じて言えば、この時期には身体に小さからぬ不調が支配的となる。この第二の時期は、以前の状態から全身が冷え、脈拍が以前のものとは反対のものへと変化した、あの最初の時期に続くものである。というのも、無熱期(我々はこれをヒポクラテスもそのように名付けたので間欠期と呼ぶこととするが)においては、脈拍は我々の感覚にとって自然な状態にあり、最も好ましい間欠期とはそのようなものであるが、動物が冷えるとともに、脈拍は突如として少し前に述べた変化へと移行し、次いで、熱くなるにつれて再び反対のものへと転じるからである。それゆえ、健康な状態から、あるいは間欠期からこの状態に達して、脈拍の前述の変化を伴いながら身体が冷える時期が、全周期の明らかに最初の時期である。これに続く別の第二の時期は、脈拍と熱の両方が反対のものへと変化する時期であり、身体の全容積が均一に熱くなるまで続く。次いで、これに続く第三の時期は、熱がさらに増大し、それに応じて脈拍も大きさ、速さ、頻回さを増大させていく時期である。前述の三つの時期に続く第四の状態は、言及されたすべてのものが、我々の感覚に照らして、それ自体と等しい大きさを維持しているときに見られる。次いで、そこから別の第五の時期があり、それは熱が明らかに小さくなり、皮膚を通して蒸気が分泌され、脈拍が大きさ、速さ、頻回さに関して自然に反して獲得したすべてのものを捨てて、自然な状態へと戻るときである。この時期には、彼らの大部分に汗も生じ、この時期の後に、前述のものに続く第六のものとして、間欠期の時期が訪れる。これらのことはどれも不明瞭な事柄の仮定ではなく、三日熱を病むほぼすべての人々に、連日、明らかにこのように生じているのが観察される。そして、議論にヒポクラテスによって述べられたことを付け加えるべきである。すなわち、もし脈拍の変化を議論から除外するならば、この段階までは医師でない者であっても正しく理解できるであろう、ということである。なぜなら、それらは素人の能力を超えて精緻であるからだが、熱の変化は、たとえ患者たちが注意を払おうとしなくても、それ自体が彼らを刺激し突き動かすので、気づかれずに済むことはないからである。実際、病者たちは皆このように説明する。すなわち、突如として不調あるいは悪寒が彼らを駆け抜け、そこから四肢の冷却とともに悪寒が強まり、悪寒に続いて激しい悪寒が起こる、と。次いで、激しい悪寒はある時点で停止し、四肢の極端な冷えは和らぎ、内部に灼熱感が生じ、渇きを覚える、と。そしてこれらの後に、再びすべての不調は消え去り、全身が均一に燃えるように熱くなり、これがますます強まって、ある時点で熱は留まり、それ自体と等しい状態を維持する、と。その後、彼らに熱が和らぐ感覚が生じ、これが、彼らがもはや熱を発していないと最初に感じたあの状態に至るまで止むことなく続く、と。このように、三日熱においては、周期の各部分における変化はこのようなものである。しかし、他の熱病においてはまた別の変化があり、それらについては次に述べることとする。
- 3τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς
与格の現在分詞 τοῖς εἰδόσιν は、文脈上「知る者にとって」という判断の基準を表す与格として機能している。不定詞 αἰσθάνεσθαι は εἰδόσιν(知っている)の内容を補完し、属格の συστολῆς は不定詞 αἰσθάνεσθαι の目的語である。
- 3ἑαυτῆς βραδυτέρα
比較級 βραδυτέρα に伴う比較の属格 ἑαυτῆς。これは脈拍の拡張期がそれ自体の通常の基準と比較して「通常よりも遅い」ことを意味する。
- 3ἂν δύναιτο... εἰ... ἐξέλοιμεν
主節の潜在を表す希求法(ἂν + 希求法 δύναιτο)と、条件節(εἰ + 希求法 ἐξέλοιμεν)による、実現可能性のある仮定を構成している。もし脈拍の変化を議論から除外するならば、医師でない者も理解できるであろう、という論理を示す。
- 3ἐξηγοῦνται... διαδραμεῖν... ἐπιτείνεσθαι... ἀκολουθῆσαι... γενέσθαι
主動詞 ἐξηγοῦνται(説明する)に導かれ、患者たちの発言内容を伝えるための対格不定詞構文(間接話法)が長大に連なっている。一連の不定詞の意味上の主語(ἀνωμαλίαν, φρίκην, τὰς φρίκας, τὸ ῥῖγος, παῦλαν 等)はすべて対格として示されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-07-22)
- 2026-07-22 OCRの誤りの修正 — 原文 1 件
- 2026-07-21 OCRの誤りの修正 — 原文 1 件
