Humanitext Reader

ガレノス · 病の原因について §8-10

部位の数と大きさと位置の異常の原因

11 / 12 箇所 · ギリシア語

要旨

数の異常に伴う疾患(部位の消失と過剰な新生、ガングリオンなどの余剰蓄積)と大きさの異常、および位置の異常(関節の脱臼や各種のヘルニア、臓器の脱出など)の原因について論じている。

§8Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθμὸν, εἰ μὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται.
数に伴う異常という第二の疾患の種類については、もし本来あるべき部位の一部が失われるなら、切断、焼灼、壊疽、あるいは強い冷却のいずれかが先行する。
τὰ μὲν οὖν τῆς ψύξεως αἴτια προείρηται.
さて、冷却の原因については既に述べた。
σήπεται δὲ τὰ μὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρμάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωμένων περιττωμάτων, τὰ δ’ ὑπὸ τοῦ μὴ διαπνεῖσθαι·
また、あるものは腐敗を引き起こす性質を持つ薬物や、動物そのものの中に生じる老廃物によって腐敗し、他のものは呼吸(発散)が妨げられることによって腐敗する。
προείρηται δὲ καὶ τὰ τοῦ μὴ διαπνεῖσθαι προηγούμενα.
そして、発散が妨げられることの先行原因についても既に述べた。
εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος μὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθμὸν τῶν μορίων.
他方、本来はない不自然な何かが生じる場合、これもまた肢体の数に伴う疾患である。
ἀλλ’ εἰ μὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόμενον, ὕλης χρηστῆς πλῆθος αἴτιον·
しかし、もしその生じたものが自然な形態を保持しているなら、良質な物質の多さが原因である。
εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν.
もし不自然な形態であるなら、その物質の性質も不自然なものであるだろう。
ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθηρόν.
しかし、どちらの場合おいても(形成する)力は強健である。 さもなければ、(その力は)良質なものを形成することも、悪質なものを排泄することもないであろうから。
διαπλάττει μὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται·
それゆえ、妊娠期においては、(その力が)六本指やそれに類する他のものを造り出す時に形成の働きをする。
κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωμένοις μορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλμοῖς.
また、すでに成熟した個体においては、目における翼状片のように、潰瘍化した部位に強い肉を(過剰に)増殖させる時にそうである。
ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ μελικηρίσι καὶ στεατώμασι καὶ ἀθερώμασι καὶ τοῖς τοιούτοις ἅπασι.
そして、余剰なものはガングリオン、メリケーリス(蜜腫)、ステアトーマ(脂腫)、アテローマ(粉瘤)、およびこれらに類するものすべてに蓄積される。
§9Καὶ μὲν δὴ καὶ τὸ μέγεθος τῶν μορίων αὐξάνεται μὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάμεως ἐῤῥωμένης, μειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀμέτρου διαφθείρῃ τινὸς ὀργάνου μόριον, ὡς εἶναι τὸ λειπόμενον αὐτοῦ κολοβόν.
また実に、肢体の大きさは、良質な物質の多さと強健な力によって増大し、その反対のものによって減少する。 また、切断、焼灼、壊疽、あるいは過度の冷却による壊死が器官の一部を破壊し、その残りの部分が切り詰められた状態(不完全な状態)になる時にも減少するのである。
§10Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις,  τινὰ δὲ δι’ ἀμετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης.
他方、位置に伴う種類の疾患においては、あるものは突発的かつ激しい運動を先行原因として持ち、他のものは関節内の湿気の過剰によって生じる。 その湿気は靭帯を湿らせて弛緩させ、その粘り気によって関節全体を滑りやすくするのである。
ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται.
また、ある人々においては関節窩の周囲の縁が砕けることによって、肢体の骨頭の位置ズレが起こりやすくなる。
τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι.
またある人々においては、最初から関節窩が反り返り、前に傾いており、完全に浅くなっている。
ταυτὶ μὲν οὖν ἅπαντα τῶν ἐξαρθρημάτων αἴτια.
これらはすべて脱臼の原因である。
κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνομαζομένας ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων.
また、いわゆる腸ヘルニアや大網ヘルニアにおいては、腹膜から精巣へと下る管が、大抵は拡張し、時には破れることも生じ、その結果、その管自体、あるいは赤色膜(精巣鞘膜)へと、大網または腸の一部が滑り落ちるのである。
ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ.
また、腹膜が裂けて脱出する時にも、腸は本来の位置から外れる。
καὶ πνεύμονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις.
また、胸部の外傷によって肺葉が脱出することも屡々ある。
καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς.
また、角膜が侵食されると、ブドウ膜が大きく弛緩する。
εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσημα τῆς τε θέσεως ἅμα καὶ τοῦ σχήματος ὑπάλλαξις ἐπὶ ταῖς εἰρημέναις γιγνόμενον.
さらに、激しい転倒や圧迫によって内臓のいずれかの葉が下方に押し下げられる場合、この疾患もまた、上述の原因によって生じる位置と形状の同時の変化であるだろう。
ἡ δὲ πρὸς τὰ παρακείμενα μόρια κοινωνία διαφθείρεται, συμφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήματος, ἢ δεσμοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος.
他方、隣接する部位との連結(関係)が損なわれるのは、あるものが不適切に互いに癒着したり、吊り下げているものや靭帯が弛緩したり、緊張したり、あるいは断裂したりすることによる。
ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.
これらそれぞれがどのような誘因から生じるかは明白である。

語釈・文法注

  1. p.35ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθηρόν — ここでの `ἢ` は「さもなければ(otherwise)」を意味する。続く `οὐκ ἂν ... διέπλαττε ... οὔτ’ ἀπέτριβε` は直説法未完了過去を伴う反実仮想条件の帰結節であり、現在の事実とは反対の仮定(「さもなければ、良質なものを形成することも、悪質なものを排泄することもないであろう」)を表している。`ἀπέτριβε`(ἀποτρίβω)は「こすり落とす」「取り除く」の意で、身体の形成力が不要・有害な物質を排泄する機能を指示している。
  2. 28τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι — 主語は `αἱ κοτύλαι`(関節窩)であり、`ὕπτιαί`(反り返った)、`προπετεῖς`(前傾した)、`ἐπιπολῆς`(浅い)はすべて `εἰσι` にかかる述語形容詞(または副詞句)である。`τισὶ` は「ある人々においては」を意味する関係の与格(あるいは所有の与格)であり、文頭に置かれて文全体の適用範囲を示している。
  3. p.36ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ... εἶθ’ οὕτως ... κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων — 非人称動詞 `συμβαίνει`(〜が生じる)の主語として、2つの不定詞 `ἀνευρύνεσθαι`(拡張すること)と `ῥήγνυσθαι`(破れること)が置かれており、それらの意味上の主語は `τὸν ... πόρον`(管)である。続く `κατολισθαίνειν`(滑り落ちること)は、`εἶθ’ οὕτως`(その結果、そのようにして)によって導かれる結果・後続を表す不定詞(あるいは `συμβαίνει` に並列する不定詞)であり、その意味上の主語は `ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων`(大網あるいは腸の一部)である。

この箇所を引用する

ガレノス, 病の原因について §8-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:8-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。