§7#2ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ μόριον ἄλλοτε κατ’ ἄλλην αἰτίαν.
というのも、これらすべての場合において、肢体は時に異なる原因によって、一方向へと傾いてしまうからである。
ἐν μὲν τοῖς κατὰ θάτερα παραλελυμένοις, ὑπὸ τῶν ἐνεργούντων μυῶν ἑλκόμενον. οὕτω δὲ κᾀν τοῖς ἑτεροῤῥόποις σπασμοῖς ὑπὸ τῶν σπωμένων.
一側が麻痺した人々においては、活動している筋肉によって引っ張られることによってであり、同様に不均等な痙攣においては、引きつっている筋肉によって引っ張られることによってである。
καὶ φλεγμοναὶ δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα παθήματα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω διαστρέφει τὸ μόριον.
また、炎症や、硬化、硬い瘢痕、およびこれらに類するあらゆる疾患も、連続している部分を自分の方へと引っ張ることで、そのように肢体を歪める。
ἐν δ’ αὖ τοῖς διατετμημένοις νεύροις καὶ τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυμένοις ἡ τῶν ἀντιτεταγμένων τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ μέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συμπάσας ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ μέρος ἑτεροῤῥόπῳ τάσει.
他方、神経や腱が切断された人々においては、麻痺した人々におけるのと同様に、拮抗し、かつ自然な状態にある筋肉の働きが、その部分を自分の方へと引き寄せる。 したがって、これら多くの原因はすべて、肢体を歪める不均等な牽引という一つの方法に帰着するのである。
καὶ περὶ μὲν τῆς τῶν παρὰ φύσιν σχημάτων. διαφορᾶς ἱκανὰ καὶ ταῦτα.
さて、不自然な形状の差異については、これらで十分である。
τὰς δ’ ἐντὸς τῶν μορίων κοιλότητας ἢ τοὺς πόρους αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συμβαίνει κατὰ τάσδε τὰς αἰτίας, σύμφυσιν, στενοχωρίαν, ἔμφραξιν, θλίψιν, συνίζησίν, ἀναστόμωσιν.
他方、肢体の内部の空洞や通路が、完全に損なわれるか、あるいは害されるのは、次のような原因による。 すなわち、癒着、狭窄、閉塞、圧迫、虚脱、開通である。
ἐνίοτε μὲν γὰρ ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα συμφύντων ἀλλήλοις τῶν ἡλκωμένων ἡ διαφθορὰ γίγνεται τῆς κατὰ φύσιν διαπλάσεως·
というのも、ある時は、その空洞の内部の表面が潰瘍化し、次いで潰瘍化した部分が互いに癒着することによって、自然な形成の破壊が生じるからである。
ἐνίοτε δὲ ἤτοι σαρκὸς ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήματος; ἤ καὶ σκίῤῥου συστάντος, ἢ φλεγμονῆς, ἢ ἀποστήματος ἐν αὐτοῖς τῶν ὀργάνων τοῖς σώμασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται·
またある時は、肉が余分に生じるか、あるいは他の不自然な突起が生じることによって、あるいは器官の本体そのものに硬化や、炎症、あるいは膿瘍が生じ、次いでその不自然な腫瘤が内部の空洞を占拠することによって、狭窄が生じる。
καὶ μὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί τινων πόρων ἢ θρόμβων ἔμφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας διάθεσιν.
そして実に、粘り気のある厚い液や、ある種の通路(あるいは結石)や凝血塊による閉塞も、空洞を同様の状態へと導く。
οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐμπιπτόντων θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώματα.
同様に、外部から衝突する何かが強く圧迫する場合にも、それを取り囲む組織が内部の空洞へと押し込まれることは避けられない。
κᾂν εἰ συνιζάνοι δὲ εἰς ἑαυτὰ τὰ σώματα, καθάπερ ὑπὸ τῶν στυφόντων πάσχει συναγόμενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούμενα, καὶ πρὸς τῶν ξηραινόντων αὐαινόμενα, στεγνώσει δηλονότι κᾀν τούτῳ μάλιστα μὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας.
また、組織がそれ自体へと縮む場合、すなわち収斂剤によって引き締められたり、冷却剤によって凝縮されたり、乾燥剤によって乾かされたりして変化するように、これによって明らかに、とりわけ通路が、さらには空洞そのものも窄まることになる。
τὰ μέν γε στόματα τῶν πόρων οὐ στεγνοῦται μόνον, ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν.
実際、通路の開口部は、このような状態においては窄まるだけでなく、しばしば完全に塞がれてしまう。
ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνομαζομένης δυνάμεως ἄμετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγουσα τὰ στόματα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς μανώσεως ἐνίοτε μὲν ἡ τῆς ἀποκριτικῆς δυνάμεως ἄμετρος κίνησις αἰτία γίγνεται, πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι φάρμακον, ἢ ὕδωρ ἀναστομωτικὸν, ἢ πλάδος τις ἄμετρος αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόμενος, ἢ ἡ τοῦ περιέχοντος ἡμᾶς κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄμετρον θερμότητα μεθισταμένη.
さらに、いわゆる「保持力」の過度な働きも、通路の開口部を極度に引き締め、緊満させることで、それ自体が時に窄まりの原因となる。 これはちょうど、時に「排出力」の過度な働きが弛緩の原因となるのと同様であり、またしばしば、保持力の衰弱や、何らかの薬物、あるいは(孔を)開通させる水、あるいは器官自体に生じる過度な湿気、あるいは私たちを取り囲む(空気の)調和が湿気や過度の熱さへと移行することによっても、弛緩が生じる。
αὗται μὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους διαθέσεων αἰτίαι.
これらが、空洞および通路に関する状態の原因である。
καὶ δῆλον, ὡς ἐκ τῶν εἰρημένων ἤδη πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν τοῖς ὁμοιομερέσι σώμασι νοσημάτων, ὅσοι συγκεῖσθαι νομίζουσιν ἐξ ὄγκων καὶ πόρων αὐτά.
そして、肉体が微小な腫瘤と通路から構成されていると考える人々が、同質の身体部分における疾患の原因をどのようなものと見なそうとしているかは、既に述べられたことから極めて明らかである。
ἐμοὶ δὲ περιττὸν ἐδόκει μνημονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως αὐτῶν οὔσης.
しかし、彼らの仮定全体が誤りであるため、私にとってこれらについて個別に言及することは余計であると思われた。
ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπωμέν τε τῶν ὑπολοίπων νοσημάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ τὴν διάπλασιν αὖθις ὑπαρξάμενοι γένους.
しかし、本題に戻り、再び形成に伴う種類から始めて、残りの疾患の原因について語ることにしよう。
ὑπελείπετο δὲ ἐν αὐτῷ διττὴ νοσημάτων γένεσις, ἤτοι τραχυνομένων παρὰ φύσιν, ἢ λειαινομένων τῶν ὀργάνων.
その中には、器官が不自然に粗くなるか、あるいは滑らかになるかという、二通りの疾患の発生が残されていた。
τραχύνεται δὴ τὰ πρότερον λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ μὲν ὑπὸ δριμύτητος χυμῶν ἢ φαρμάκων ῥυπτόμενα, τὰ δ’ ὑπὸ λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυμοῦ τεγγόμενα.
すなわち、かつて滑らかであったものが粗くなり、かつて粗かったものが滑らかになるのである。 あるものは、体液や薬物の鋭さによって侵食されることでそうなり、他のものは、脂っこい湿気や粘り気のある体液によって潤されることでそうなる。
καὶ μάλιστα ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόμενα, ποτὲ μὲν ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωμένων, ἔστιν ὅτε δὲ κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρμᾶται τῆς φύσεως.
そして、これらのことが生じるのは、とりわけ骨において顕著に見られ、ある時は医師たち自身が不適切に治療することによって、またある時は動物の体内にある液体の本性そのものから発生する。
ὀφθαλμοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων μόνον, ἀλλὰ καὶ ἐξ ἀτμῶν δριμέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται, καθάπερ, οἶμαι, καὶ στομάχῳ καὶ γαστρὶ καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώματι γεννωμένων περιττωμάτων κᾀκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια.
目や喉における粗さは、これらからだけでなく、鋭い蒸気、あるいは塵や煙によっても生じる。 同様に、私が思うに、食道、胃、および腸においても、身体自体の中で生成される余剰物や、食べ物や飲み物の性質(その中には有害なものも含まれるが)によって生じる。
πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόμενον ἕλκωσιν μέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι μορίοις, ἐν τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται.
そして、粗くする原因のそれぞれが、より激しくなると、肉質の部分においては何らかの潰瘍化や侵食を引き起こし、骨においては骨疽を引き起こすことは明らかである。
αὗται μὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσημάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι.
これらが、形成に伴う疾患の第一の種類原因である。