§11Ἑνὸς δ’ ἔτι γένους νοσήματος κοινοῦ πάντων τῶν μορίων, εἴτ’ οὖν ὁμοιομερῆ τε καὶ ἁπλᾶ τελέως, εἴτε καὶ σύνθετα εἴη, τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν χρή.
さらに、すべての部位、すなわち同質的で完全に単純な部位であれ、あるいは複合的な部位であれ、それらに共通するいま一つの疾患の種類の発生原因について述べねばならない。
καλεῖν μὲν οὖν εἴωθα τὸ γένος τοῦτο σύμπαν ἑνώσεως λύσιν, ἢ διαφθορὰν ἑνώσεως, ἢ συνεχείας λύσιν, ἢ ὅπως ἂν ἄλλως ἐλπίσω τὸν λόγον σαφῆ ἔσεσθαι τοῖς ἀκούουσιν.
さて、私はこの種類の疾患すべてを「結合の離解」、「結合の破壊」、「連続性の離解」、あるいはその他、聴き手にとって説明が明確になると期待されるいかなる名でも呼ぶのを常としている。
οὐδὲν γὰρ ὄνομα κατ’ αὐτοῦ κείμενον ὑπὸ τῶν ἔμπροσθεν παρελάβομεν, ὥσπερ ἐπί τινων εἰδῶν αὐτοῦ κάταγμα μὲν καὶ τερηδόνα τῆς ἐν ὀστῷ συνεχείας διαιρουμένης, ἕλκος δὲ καὶ τραῦμα τῆς ἐν σαρκί.
なぜなら、骨における連続性が分断された場合の「骨折」や「骨疽」、肉における連続性が分断された場合の「潰瘍」や「傷」といった、その個別種についてのある名称は受け継いでいるものの、この種類自体に直接当てはまる名称は、先人たちから一切受け継いでいないからである。
κατὰ μέν γε τὰ τῆς κεφαλῆς ὀστᾶ καὶ πλείω τὰ ὀνόματα.
少なくとも頭部の骨に関しては、名称がさらに多い。
τὸ μὲν γὰρ, οἷόν περ ἐν τοῖς ἄλλοις ὀστοῖς κάταγμα, ῥωγμή τε καὶ ῥῆξις προσαγορεύεται, τὸ δ’ ὑπό τινος ὀξέος ἐμπεσόντος αὐτοῖς καὶ διακόψαντος ἐγκοπή τε καὶ διακοπὴ καὶ ἕδρα.
すなわち、他の骨における骨折に相当するものは「亀裂」や「破裂」と呼ばれ、鋭利な何かがそれらに当たって切り裂くことによって生じるものは「割創」、「切断」、「打痕」と呼ばれる。
τὸ δὲ τῆς τερηδόνος ὄνομα πλεονάζειν δοκεῖ τῳ ε στοιχείῳ·
また「骨疽」という名称は、文字εが余剰であると思われる。
παρὰ γὰρ τὸ τρῆμα συγκεῖσθαι πεπίστευται, καθάπερ τερηδών τις οὖσα.
なぜなら、それは「穴」に由来して構成されていると信じられているからであり、あたかも木喰い虫の一種であるかのようだからである。
καὶ γίνεται μὲν ὑπὸ δριμέων χυμῶν διαβιβρωσκόντων, ὑποπίπτει δὲ κατ’ ἀρχὰς μὲν ἑτέρῳ γένει νοσήματος.
そして、それは骨を食い荒らす鋭敏な体液によって生じるのであるが、初期においては別の種類の疾患に分類される。
ὀστοῦ γοῦν τραχύτης μᾶλλον ἢ τερηδὼν ὀνομάζεται.
少なくとも、それは「骨疽」というよりはむしろ「骨の粗造化」と呼ばれる。
μείζονος δὲ τοῦ τρήματος γενομένου καὶ οἷον ὀπῆς τινος ἤδη φαινομένης, τερηδὼν ὀνομάζεται.
しかし、その穴が大きくなり、すでに一種の貫通孔のようなものが見えるようになると、「骨疽」と呼ばれるのである。
καὶ μὴν καὶ τὸ θλάσμα τούτου τοῦ γένους ἐστὶν, ἐν μὲν τοῖς σαρκώδεσιν ὡς τὰ πολλὰ μέρεσι γιγνόμενον, ἔστιν ὅτε δὲ κᾀν τοῖς τῆς κεφαλῆς ὀστοῖς, ἐπὶ παίδων μάλιστα.
さらにまた、「挫傷」もこの種類のものであり、多くは肉の部分に生じるが、時には頭部の骨にも、特に子供において生じることがある。
δεῖ μὲν γὰρ εἴκειν εἰς ἑαυτὸ πάντως τὸ θλασθησόμενον, δεῖ δὲ αὐτὸ τοῦτο μαλακὸν εἶναι καὶ μὴ τελέως σκληρόν.
なぜなら、挫傷を受けるべきものはどうしても内側へとたわまねばならず、まさにそれ自体が柔らかく、完全に硬くないものでなければならないからである。
ὥστε τῶν σαρκωδῶν ἔσται μορίων καὶ τῶν ἁπαλῶν ὀστῶν ὑπό τινος ἐμπεσόντος ἔξωθεν αὐτοῖς ἰσχυροῦ τε καὶ σκληροῦ σάματος.
したがって、外部からそれらに衝突する、ある強固で硬い物体によって、肉の部位や柔らかい骨において[挫傷が]生じることになる。
ὅταν οὖν τῆς ἔξωθεν ἐπιφανείας τοῦ παθόντος οὕτω μορίου συνεχοῦς ἔτι φυλαττομένης, ἐν τῷ βάθει γεννηθῶσι πολλαὶ καὶ σμικραὶ διαιρέσεις, θλάσμα τε καὶ θλάσις ὀνομάζεται τὸ νόσημα·
それゆえ、このように被災した部位の外表面は依然として連続したまま保たれているものの、その深部において多くの小さな分断が生じる場合、この疾患は「挫傷」または「破砕」と呼ばれる。
κοιλότητος δέ τινος ἐμφαινομένης, ἣν τὸ πλῆξαν ἐναπειργάσατο τῷ θλασθέντι, καλεῖται τὸ πάθος ἔνθλασις.
他方、打撃を与えたものが挫傷を負った部位に作り出した、ある陥没が現れている場合には、その病態は「陥没」と呼ばれる。
ἀνάγκη μὲν οὖν ἅπασα κατ’ αὐτὴν τὴν πληγὴν εἰς ἑαυτὸ συνωθεῖσθαι καὶ κοῖλον γίγνεσθαι τὸ θλώμενον, ἢ οὐκ ἂν ἐνθλασθείη.
したがって、打撃そのものの瞬間に、挫傷を被る部位が内側へと押し込まれ、凹むことは絶対的に必要である。
διασώζεσθαι δὲ τὴν κοιλότητα τοῦ δρῶντος ἀπελθόντος οὐκ ἔτ’ ἀναγκαῖον.
さもなければ、陥没は生じないであろうから。
ἐπανέρχεται μὲν ὡς τὸ πολὺ τὰ μαλακὰ σύμπαντα, χωρισθέντος τοῦ πλήξαντος, εἰς τὴν ἀρχαίαν κατάστασιν.
しかし、作用を及ぼしたものが去った後にも、その陥没が維持されることはもはや必然ではない。 というのも、多くの場合、柔らかいものはすべて、打撃を与えたものが離れると、元の状態に戻るからである。
εἰ δὲ μὴ μόνον εἴσω χωρήσειε τὸ τῆς κεφαλῆς ὀστοῦν, ἀλλὰ καὶ ῥῆξίς τις αὐτῷ προσγένοιτο κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, σύνθετον ἤδη τὸ τοιοῦτον, καὶ οὐδὲν ὄνομα κατ’ αὐτοῦ κείμενον ἔχομεν εἰπεῖν παλαιόν.
しかし、頭部の骨が内側へと退くだけでなく、その外表面に沿ってある種の破裂も加わるなら、そのような状態はすでに複合的であり、我々はそれに対して述べるべき、古くから定められた名称を持たない。
ἀλλὰ χρὴ λόγῳ δηλοῦν αὐτὸ μᾶλλον ἤπερ ὀνόμασιν ἐσχάτως χρῆσθαι βαρβάροις, οἷα πολλὰ τοῖς νεωτέροις ἰατροῖς ἐξεύρηται.
むしろ、より新しい医師たちによって多く考案されてきたような、極めて粗野な名称を用いるよりは、説明によってそれを示すべきである。
συνεχείας δ’ ἐστὶ λύσις καὶ τὸ ῥῆγμα καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ, τὸ δ’ ἐν νευρώδει συνιστάμενον.
また、裂傷と断裂も連続性の離解であり、前者は肉質の部位に、後者は腱様の部位に生じるものである。
αἰτία δὲ καὶ τούτων τῆς γενέσεως ἐξαιφνίδιός τις, ἢ ἀνώμαλος, καὶ ἡ σφοδρὰ κίνησις, καὶ μάλισθ’ ὅταν ἄτριπτά τε καὶ ἀνώμαλα καὶ ἀθέρμαντα καὶ ἀμάλακτα πρὸς τὰς κινήσεις ἄγηται τὰ σώματα.
そして、これら[の疾患]の発生原因も、ある突発的あるいは不規則で激しい運動であり、とりわけ、鍛えられておらず、不均整で、温められておらず、解ぐされていない身体が運動に導かれる時にそうである。
διασπᾶται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσι πολλὰ τῶν ἐν αὐτοῖς μορίων.
なぜなら、そのような状態においては、身体の中の多くの部位が引き裂かれるからである。
συνελόντι δὲ φάναι, πάντα τὰ τοιούτου γένους τῶν νοσημάτων αἴτια τὰ μὲν ἔξωθεν ὁρμᾶται, τὰ δὲ ἐξ αὐτοῦ τοῦ σώματος·
要約して言えば、この種類の疾患の原因はすべて、あるものは外部から引き起こされ、あるものは身体そのものから引き起こされる。
ἔξωθεν μὲν ὅσα τιτρώσκειν ἢ θλᾶν πέφυκεν, ἐξ αὐτοῦ δὲ τοῦ σώματος ἄμετροί τε καὶ ἄτακτοι κινήσεις τοῦ ζώου, καί τινες ὑγρῶν μοχθηρίαι διαβιβρώσκειν πεφυκυῖαι.
外部からとしては、傷つけたり挫傷を与えたりする性質を持つものすべてであり、身体そのものからとしては、その動物の過度で不規則な運動や、侵食する性質を持つ体液のいくつかの悪質さである。
τοιαῦται γάρ τινες αἰτίαι καὶ αἱ τοῦ κοινοῦ νοσήματος ἁπάντων τῶν μορίων, τῶν θ’ ἁπλῶν καὶ πρώτων, ἃ δὴ καὶ ὁμοιομερῆ καλεῖται, καὶ τῶν ἐξ ἐκείνων συντιθεμένων, ἃ δὴ ὄργανά τε καὶ ὀργανικὰ προσαγορεύεται.
なぜなら、すべての部位(同質的とも呼ばれる単純かつ第一次の部位、およびそれらから合成され、器官あるいは器管的と呼ばれる部位の双方)に共通する疾患の原因もまた、そのようなものだからである。
τὰς δὲ τῶν συνθέτων νοσημάτων αἰτίας οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν ἐκ τῶν εἰρημένων συντιθεμένας. ὥστ’ ἐπειδὴ τοῦτο βουληθεὶς ἕκαστος ἑαυτῷ δυνατός ἐστιν ἐκπορίζεσθαι, καιρὸς ἂν εἴη μοι καὶ τοῦτον τὸν λόγον ἐνταυθοῖ καταπαύσαντι περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς ἐφεξῆς διελθεῖν.
それゆえ、複合的な疾患の原因については、これまでに述べられたものが組み合わされたものとして見出すことは、もはや困難ではない。 したがって、これを望む者は誰でも自分自身のために導き出すことができるのであるから、私もこの議論をここで終え、次に症状の相違について順に説明していく潮時であろう。