§8Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθμὸν, εἰ μὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται.
关于第二类与数量相关的疾病,如果有某种自然部位丧失,切断、烧灼、坏疽或强烈的冷却就会先发生。
τὰ μὲν οὖν τῆς ψύξεως αἴτια προείρηται.
关于冷却的原因,前面已经说过了。
σήπεται δὲ τὰ μὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρμάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωμένων περιττωμάτων, τὰ δ’ ὑπὸ τοῦ μὴ διαπνεῖσθαι· προείρηται δὲ καὶ τὰ τοῦ μὴ διαπνεῖσθαι προηγούμενα.
有些部位是由于具有腐蚀(败坏)性质的药物,或由于动物自身产生的废料而发生腐烂,另一些则是由于无法发散(呼吸)而腐烂;而无法发散的前置原因也已在前面提到过。
εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος μὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθμὸν τῶν μορίων.
另一方面,如果产生了某种不自然的东西,这也属于肢体数量方面的疾病。
ἀλλ’ εἰ μὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόμενον, ὕλης χρηστῆς πλῆθος αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν.
但是,如果新生的东西保持了自然的形态,那么良质物质的过剩就是原因;如果是出于不自然的形态,那么物质的性质也会是不自然的。
ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθηρόν.
但在两种情况下,其(形成)力量都是强健的,否则它既不能塑造良质的东西,也不能排泄恶质的东西。
διαπλάττει μὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωμένοις μορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλμοῖς.
因此,在妊娠期,当它产生六指或其他类似事物时,它就发挥塑造作用;在已经成熟的个体中,当它在溃疡部位过度增殖出强健的肌肉时(例如眼睛中的翼状胬肉),它也在发挥作用。
ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ μελικηρίσι καὶ στεατώμασι καὶ ἀθερώμασι καὶ τοῖς τοιούτοις ἅπασι.
而多余的物质则积聚在腱鞘囊肿、蜜瘤、脂瘤、粉瘤及所有此类病症中。
§9Καὶ μὲν δὴ καὶ τὸ μέγεθος τῶν μορίων αὐξάνεται μὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάμεως ἐῤῥωμένης, μειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀμέτρου διαφθείρῃ τινὸς ὀργάνου μόριον, ὡς εἶναι τὸ λειπόμενον αὐτοῦ κολοβόν.
的确,肢体的大小会因良质物质的充足和强健的力量而增加,并因相反的情况而减少,同样,当切断、烧灼、坏疽或由于过度冷却导致的坏死摧毁了某个器官的一部分,以致其剩余部分变得残缺时,大小也会减少。
§10Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις, τινὰ δὲ δι’ ἀμετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης.
另一方面,在位置类别的疾病中,有些具有突发和剧烈的运动作为前置原因,有些则是由于关节内湿气过量而产生,这种湿气浸润并松弛了韧带,并通过其粘稠性使整个关节变得易于滑动。
ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται.
在一些人中,当关节窝周围的边缘被碎裂时,肢体骨头的错位就很容易发生。
τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι.
而在另一些人中,从最开始,关节窝就是扁平的、前倾的且完全浅的。
ταυτὶ μὲν οὖν ἅπαντα τῶν ἐξαρθρημάτων αἴτια.
这些都是脱臼的原因。
κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνομαζομένας ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων.
在所谓的肠疝和大网膜疝中,从腹膜向下通往睾丸的通道通常会扩张,有时甚至会破裂,接着,大网膜或部分肠管就会滑落到该通道本身或红膜(睾丸鞘膜)中。
ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ.
当腹膜破裂(肠管)突出时,肠也会偏离其原本的位置。
καὶ πνεύμονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις.
胸部受伤时,肺叶也常常会脱出。
καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς.
当角膜被侵蚀时,葡萄膜也会极度松弛。
εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσημα τῆς τε θέσεως ἅμα καὶ τοῦ σχήματος ὑπάλλαξις ἐπὶ ταῖς εἰρημέναις γιγνόμενον.
如果在剧烈的跌倒或受压下,内脏的某个叶叶有时会被向下折叠,那么这种疾病也将是在上述原因下发生的位置和形状的同时改变。
ἡ δὲ πρὸς τὰ παρακείμενα μόρια κοινωνία διαφθείρεται, συμφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήματος, ἢ δεσμοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος.
而与相邻部位的连接被破坏,则是由于某些部位不当地相互粘连,或者由于某种悬吊组织或韧带松弛、紧张或断裂。
ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.
这些情况中的每一种是由何种诱因引起的,都是显而易见的。