Humanitext Reader

盖伦 · 论疾病的原因 §7#2

肢体变形与腔道及表面异常的成因

第 10 段,共 12 段 · 希腊语

内容简介

本段阐明了由瘫痪、痉挛或炎症引起的肢体不自然变形(不平衡牵引)的机制,接着讨论了空洞和通道受损的原因(如粘连、狭窄等),以及器官变得不自然地粗糙或光滑的原因。

§7#2ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ μόριον ἄλλοτε κατ’ ἄλλην αἰτίαν.
因为在所有这些情况下,肢体由于不同的原因有时会偏向一侧。
ἐν μὲν τοῖς κατὰ θάτερα παραλελυμένοις, ὑπὸ τῶν ἐνεργούντων μυῶν ἑλκόμενον. οὕτω δὲ κᾀν τοῖς ἑτεροῤῥόποις σπασμοῖς ὑπὸ τῶν σπωμένων.
在半身瘫痪的人中,是被仍在起作用的肌肉拉扯所致;同样,在不平衡的痉挛中,是被抽搐的肌肉拉扯所致。
καὶ φλεγμοναὶ δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα παθήματα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω διαστρέφει τὸ μόριον.
而炎症、硬化、硬疤痕以及所有此类疾患,通过将连续的部分拉向自身,也会这样使肢体变形。
ἐν δ’ αὖ τοῖς διατετμημένοις νεύροις καὶ τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυμένοις ἡ τῶν ἀντιτεταγμένων τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ  μέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συμπάσας ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ μέρος ἑτεροῤῥόπῳ τάσει.
另一方面,在神经和肌腱被切断的情况下,就像在瘫痪者中一样,处于自然状态的对抗肌的活动会把部位拉向自身,从而使所有这些众多的原因,都以一种方式归结于使部位变形的不平衡牵引。
καὶ περὶ μὲν τῆς τῶν παρὰ φύσιν σχημάτων. διαφορᾶς ἱκανὰ καὶ ταῦτα.
关于不自然形状的差异,这些也足够了。
τὰς δ’ ἐντὸς τῶν μορίων κοιλότητας ἢ τοὺς πόρους αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συμβαίνει κατὰ τάσδε τὰς αἰτίας, σύμφυσιν, στενοχωρίαν, ἔμφραξιν, θλίψιν, συνίζησίν, ἀναστόμωσιν.
而器官内部的空洞或其通道,会由于以下原因而完全损毁或受损:粘连、狭窄、阻塞、受压、塌陷、开通。
ἐνίοτε μὲν γὰρ ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα συμφύντων ἀλλήλοις τῶν ἡλκωμένων ἡ διαφθορὰ γίγνεται τῆς κατὰ φύσιν διαπλάσεως· ἐνίοτε δὲ ἤτοι σαρκὸς ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήματος; ἤ καὶ σκίῤῥου συστάντος, ἢ φλεγμονῆς, ἢ ἀποστήματος ἐν αὐτοῖς τῶν ὀργάνων τοῖς σώμασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται· καὶ μὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί τινων πόρων ἢ θρόμβων ἔμφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας διάθεσιν.
因为有时空洞内部的表面发生溃疡,随后溃疡部位互相粘连,导致自然结构的损毁;有时因为肌肉过度生长或某些其他不自然的赘生物,或者在器官的本体中形成了硬化、炎症或脓肿,随后不自然的肿块占踞了内部空洞,从而产生狭窄;而且,粘稠且浓厚的体液、以及某些通道(或结石)或凝血块的阻塞,也会使空洞陷入同样的状况。
οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐμπιπτόντων θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώματα.
同样地,如果有任何来自外部的物体强烈压迫,包围内部空洞的组织必然会向内部空洞挤压。
κᾂν εἰ συνιζάνοι δὲ εἰς ἑαυτὰ τὰ σώματα, καθάπερ ὑπὸ τῶν στυφόντων πάσχει συναγόμενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούμενα, καὶ πρὸς τῶν ξηραινόντων αὐαινόμενα, στεγνώσει δηλονότι κᾀν τούτῳ μάλιστα μὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας.
而且如果组织自身发生塌陷,正如受到收敛剂作用而收缩、受到寒冷剂作用而凝固、受到干燥剂作用而枯竭一样,这显然会在此过程中尤其使通道闭塞,甚至也使空洞本身闭塞。
τὰ μέν γε στόματα τῶν πόρων οὐ στεγνοῦται μόνον, ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν.
事实上,在这些状况下,通道的开口不仅会闭塞,而且往往会完全堵死。
ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνομαζομένης δυνάμεως ἄμετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγουσα τὰ στόματα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς μανώσεως ἐνίοτε μὲν ἡ τῆς ἀποκριτικῆς δυνάμεως ἄμετρος κίνησις αἰτία γίγνεται, πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι φάρμακον, ἢ ὕδωρ ἀναστομωτικὸν, ἢ πλάδος τις ἄμετρος αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόμενος, ἢ ἡ τοῦ περιέχοντος ἡμᾶς κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄμετρον θερμότητα μεθισταμένη.
此外,所谓“保持力”的过度运动,极度收缩并紧闭通道的开口,其本身有时也会成为闭塞的原因,正如“排泄力”的过度运动有时会成为稀疏的原因一样,而往往保持力的虚弱、某种药物、或具有开通作用的水、或器官自身产生的某种过度的湿气、或我们周围环境的混合向湿气和过度炎热转化,也会成为其原因。
αὗται μὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους διαθέσεων αἰτίαι.
这些便是关于空洞和通道状况的原因。
καὶ δῆλον, ὡς ἐκ τῶν εἰρημένων ἤδη πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν τοῖς ὁμοιομερέσι σώμασι νοσημάτων, ὅσοι συγκεῖσθαι νομίζουσιν ἐξ ὄγκων καὶ πόρων αὐτά.
显然,正如从已经说过的话中已经显而易见的那样,那些认为同质身体是由微粒和通道组成的人,想要把同质身体中疾病的原因解释为何种样子。
ἐμοὶ δὲ περιττὸν ἐδόκει μνημονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως αὐτῶν οὔσης.
但由于他们的整个假说都是错误的,我认为单独提及这些是多余的。
ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπωμέν τε τῶν ὑπολοίπων νοσημάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ τὴν διάπλασιν αὖθις ὑπαρξάμενοι γένους.
不过,让我们回到当前的主题,再次从与形成相关的类别开始,说明其余疾病的原因。
ὑπελείπετο δὲ ἐν αὐτῷ διττὴ νοσημάτων γένεσις, ἤτοι τραχυνομένων παρὰ φύσιν, ἢ λειαινομένων τῶν ὀργάνων.
在此类别中,还剩下两类疾病的产生,即器官变得不自然地粗糙,或变得光滑。
τραχύνεται δὴ τὰ πρότερον λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ μὲν ὑπὸ δριμύτητος χυμῶν ἢ φαρμάκων ῥυπτόμενα, τὰ δ’ ὑπὸ λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυμοῦ τεγγόμενα.
原来光滑的部分变得粗糙,原来粗糙的部分变得光滑,前者是被体液或药物的辛辣所剥蚀,后者是被油脂状的湿气或粘稠的体液所浸润。
καὶ μάλιστα ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόμενα, ποτὲ μὲν ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωμένων, ἔστιν ὅτε δὲ κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρμᾶται τῆς φύσεως.
这些情况尤其明显地发生在骨骼中,有时是由于医生自身不妥当的治疗,有时则源于动物体内体液的自然本性。
ὀφθαλμοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων μόνον, ἀλλὰ καὶ ἐξ ἀτμῶν δριμέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται, καθάπερ, οἶμαι, καὶ στομάχῳ καὶ γαστρὶ καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώματι γεννωμένων περιττωμάτων κᾀκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια.
而眼部和喉部的粗糙不仅由于这些原因,也由于辛辣的蒸气,或尘土和烟雾而产生,正如我认为,在食管、胃和肠道中,也会由于在身体自身中产生的废料,以及由于所食所饮之物的性质(其中也包括毒药)而产生。
πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόμενον ἕλκωσιν μέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι μορίοις, ἐν τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται.
显然,每一种使之变粗糙的原因,如果变得更加剧烈,就会在肉质部位产生某种溃疡或侵蚀,而在骨骼中产生骨疽。
αὗται μὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσημάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι.
这些便是第一类由于形成而产生的疾病的原因。

词汇与语法注释

  1. 26ἑλκόμενον — 与前句主语 `τὸ μόριον` 一致的中性单数主格分词。此处省略了系动词(或动词 `γίγνεται`),构成省略句,意为“[该部位]被起作用的肌肉拉扯”。
  2. p.31ὑπάγεσθαι — 由表示结果的连词 `ὥστε` 引导的带对格不定式结构。其主语是 `τὰς πολλὰς ταύτας αἰτίας`,表明所有这些众多的原因都被动地“归结于(归入)”不平衡的牵引。
  3. p.31πόρων — 尽管在抄本中这是表示“通道、孔”的 `πόρος` 的属格复数形式,但在上下文中(与表示“凝血块”的 `θρόμβων` 并列,作为导致“阻塞” `ἔμφραξις` 的原因),它极有可能是表示“结石、硬结”的 `πῶρος` 的误写或混淆。翻译中考虑了其双重含义。
  4. p.33βούλονται — 动词 `βούλομαι`(想要、意愿)在此处意为“主张、意图解释为”,用于表明某种理智上的见解,指的是那些主张身体由微粒和通道构成的人的理论观点。

引用这一段

盖伦, 论疾病的原因 §7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg042.humanitext-grc1:7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。