§5Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε, σαφέστερον ἔτι διαιρήσω σοι.
「あらゆる方向から」「あらゆる方向へ」とはどういうことなのか、私はさらに明確に説明しよう。
πάμπολλοι πόροι ταῖς ἀρτηρίαις, οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς δέρμα περαίνονται.
動脈には非常に多くの通路があり、あるものは膜そのものにあっていわば孔のようになっており、別のものは口のように腸や胃、そしてこの外側の皮膚へと通じている。
ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτηρίας, μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας.
さらにまた、それらは互いに、そして心臓とも、最大の通路、すなわち動脈それ自体、あるいはむしろすべての広い空間を通じて連続している。
ταῖς γε φλεψὶν οὔπω κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ συναναστομώσεις αὐτῶν.
しかし、静脈とは大きな通路によっては連なっておらず、それらの吻合は感覚をすり抜けている。
ὥστε, κᾂν ἀπιστοίης δικαίως, ὡς οὐκ οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον.
したがって、吻合など存在しないとして、あなたが正当にも疑うことがあったとしても、古代の人々によって語られた他の事柄によって、また何よりも次の現象によって、それを信じるようになるであろう。
εἰ γάρ τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σαφεῖς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν, ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πίθηκον, ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλλων τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτηρίας τρώσειεν, ἐκκενώσει δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα.
なぜなら、もし誰かが、牛、豚、ロバ、馬、羊、熊、猿、ヒョウ、あるいは人間自身、もしくは他の類似の動物など、大きく明瞭な静脈と動脈を持っているような何らかの動物を連れてきて、多くの大きな動脈を傷つけるなら、それらを通じて動物のすべての血液を抜くことになるからである。
τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα, καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομωσεών ἐκ τούτων ἐπείσθημεν δόγμα.
我々はこの現象の実験を何度も行い、静脈が動脈と同時に空になるのを常に見出すことによって、これらのことから吻合の教義が真実であると確信した。
διὰ γοῦν τούτων τῶν ἀναστομώσεων ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα, μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγην μοῖραν.
ともあれ、これらの吻合を通じて、動脈は拡張期に静脈から引き入れ、収縮期にはそれらへと押し出すのである。 それはちょうど、皮膚へと通じる口を通じて、蒸気や煙のようなあらゆる余剰物を外部へと排出する一方で、我々を取り囲む空気から少なからぬ部分を自身へと取り入れるのと同じである。
καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα.
そして、これこそが「身体全体が呼気し吸気する」という、ヒポクラテスによって語られたことである。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν.
また、同じ仕方で、胃や腸からも引き入れ、再び排出する。
οὕτω δὲ καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκουσιν, ἐν μέρει δ’ ἐκκρίνουσι.
さらにこのように、それらを取り囲む諸領域からも、膜全体にあるいわば孔のようなものを通じて、ある時は引き入れ、ある時は排出する。
παρὰ δὲ τῆς καρδίας λαμβάνουσι μὲν πλεῖον, διδόασι δ’ ἔλαττον.
一方、心臓からは多くを受け取り、少なく与える。
αἰτία δὲ αἱ τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν.
その原因は膜の付着構造であるが、これについてはエラシストラトスが十分に論じているので、我々が今さらに書くのは余計なことである。
ἀλλ’ ἐκεῖνος μὲν ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι· τὸ δὲ οὐχ οὕτως ἔχει.
しかし、彼は肺にあるものを通じて以外は、動脈から心臓へは全体として何も戻らないと想定していたようであるが、実際はそうではない。
τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβάνεταί τι μικρόν.
なぜなら、自然の法則そのものに従って動物が管理されているときでも、おそらく何らかの少量のものが戻るからである。
οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀποφράττειν τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν·
なぜなら、膜は大動脈の口を、それから心臓へと何ものも逆流しない()ほど完全に遮断しているとは思われないからである。
εἰ δὲ μὴ, ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι.
仮にそうでなくとも、動物に何か強制的な事態が生じた場合には、そのようになるのが不可避である。
πάντως δὲ μᾶλλον ἀληθὲς εἶναί μοι δοκεῖ.
いずれにせよ、それが真実であると私には思われる。
τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν ἐνεστῶτα λόγον.
そしてこのことは我々によって他の著作でも証明されており、現行の議論にはそれほどの必要性はない。
εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόασιν αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖθις ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπιπέμψουσιν δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε.
というのも、もし動脈が心臓にも何かを分け与えているなら、彼らはこのようにあらゆる方向から引き入れ、再び送り返すことになるからであり、仮にそうでなくとも、あらゆる方向から引き入れ、心臓を除いてはあらゆる方向へ送り出すことになるからである。
καί μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρασιστρατείων ὑποθέσεων·
そして、この説はエラシストラトスの仮説よりもはるかに優れていると私には思われる。
οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλκουσῶν μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε.
なぜなら、動脈があらゆる方向から引き入れるだけで、あらゆる方向へ送り出さないならば、身体が相互に調和して呼吸し、共に流れることは不可能だからである。
καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ᾧδ’ ἂν μᾶλλον εἰς ἅπαν ἐκταθείη τὸ ζῶον.
そして確かに、動脈の活動の有用性は、このようにしてこそ、動物全体へとさらに拡張されるであろう。
οὕτω γὰρ ἅπαν μόνον ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρτηριῶν διαφόροις κινήσεσι ἐπιστατούμενον.
なぜなら、このようにしてのみ、全体が動脈の多様な運動によって制御されつつ、冷却され、浄化されることができるからである。
ὡς δ’ Ἐρασίστρατος ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν.
しかし、エラシストラトスが想定したようなやり方では、動脈は動物に対して生命の器官としてではなく、魂のない水路の役割として仕えていることになる。
ἡμεῖς δὲ καὶ δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν, αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον ἐν αὐταῖς ταῖς ἀρτηρίαις περιέχεσθαι.
しかし我々は、他の丸々一冊の著作においても、自然な状態にある動物の動脈自体の中に血液が含まれていることを、多角的に証明した。
εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ, ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος, ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται.
そしてもしそうであるなら、エラシストラトスが考えていたように、心臓から送り出される精気によって満たされるから拡張するのではなく、むしろ拡張するからこそ満たされるのだということは、誰にとっても明らかであろう。
κενῶν μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περάτων· αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐτὰς διαστέλλεσθαι.
なぜなら、もし動脈が血を欠いて空であるなら、おそらく短時間のうちに心臓から流れ出たものが末端まで届くことも可能であろうが、血液を含んでいるとすれば、その運動の迅速さは、心臓によって満たされることで動脈が拡張するという説とは決して一致しないからである。
οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται.
なぜなら、満たされるから拡張するのではなく、拡張するから満たされるのである。
τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χιτώνων αὐτῶν ἐλέγομεν πέμπεσθαι.
このこと、すなわち、動脈自体が心臓と同様に、膜を通じて送られると我々が述べた、心臓から発するあの同じ力()に従って、交互に収縮・拡張しつつ活動しているということは、我々によっても、また多くの先人によっても、度々かついたる所で証明されてきた。