§5Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε, σαφέστερον ἔτι διαιρήσω σοι.
“从四面八方”和“向四面八方”到底是什么意思,我将为你进行更清晰的阐述。
πάμπολλοι πόροι ταῖς ἀρτηρίαις, οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς δέρμα περαίνονται.
动脉中有很多通道,有些在血管膜本身,如同某些小孔,有些则像口一样通向肠、胃以及这层外皮。
ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτηρίας, μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας.
此外,它们彼此之间以及与心脏也是相连的,这是通过最大的通道,即通过相同的动脉,或者更确切地说,通过所有宽敞的空间。
ταῖς γε φλεψὶν οὔπω κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ συναναστομώσεις αὐτῶν.
然而,它们与静脉并非通过大通道相连,它们之间的吻合是避开感官的。
ὥστε, κᾂν ἀπιστοίης δικαίως, ὡς οὐκ οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον.
因此,即使你理所当然地不相信它们存在,但由于古人所说的其他事情,尤其是因为以下现象,你也会相信的。
εἰ γάρ τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σαφεῖς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν, ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πίθηκον, ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλλων τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτηρίας τρώσειεν, ἐκκενώσει δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα.
因为如果有人取来任何一种具有粗大且明显静脉和动脉的动物,例如牛、猪、驴、马、羊、熊、猿、豹,或者人本身,亦或任何其他类似的动物,并在许多粗大的动脉上切开伤口,就会通过这些伤口排空该动物的所有血液。
τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα, καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομωσεών ἐκ τούτων ἐπείσθημεν δόγμα.
我们曾多次对这一现象进行实验,并且由于总是发现静脉与动脉同时被排空,我们因此确信吻合的学说是真实的。
διὰ γοῦν τούτων τῶν ἀναστομώσεων ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα, μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγην μοῖραν.
无论如何,通过这些吻合口,动脉在舒张时从静脉中吸引,在收缩时则挤入静脉,正如同通过通往皮肤的口,它们向外排泄所有蒸气状和烟雾状的废物,并从包围我们的空气中吸入不少份额到自身之中。
καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα.
这也就是希波克拉底所说的:整个身体都是呼气和吸气的。
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν.
同样,它们也从胃和肠中吸引,并再次排泄。
οὕτω δὲ καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκουσιν, ἐν μέρει δ’ ἐκκρίνουσι.
同样,它们也通过分布在整个血管膜上的类似小孔的通道,从包围着它们的区域中,交替进行吸引和排泄。
παρὰ δὲ τῆς καρδίας λαμβάνουσι μὲν πλεῖον, διδόασι δ’ ἔλαττον.
至于心脏,它们接受得较多,而给出的较少。
αἰτία δὲ αἱ τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν.
其原因在于瓣膜的附着结构,关于这一点,既然埃拉西斯特拉图斯已经作了充分的论述,我们现在再写就显得多余了。
ἀλλ’ ἐκεῖνος μὲν ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι·
然而,他似乎认为,除了通过肺部的动脉之外,根本没有任何东西从动脉转移到心脏;但事实并非如此。
τὸ δὲ οὐχ οὕτως ἔχει.
因为也许即使当动物按照自然法则本身进行管理时,也有一些微少的东西被转移过去。
τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβάνεταί τι μικρόν. οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀποφράττειν τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν· εἰ δὲ μὴ, ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι.
因为在我看来,瓣膜并没有把大动脉的口部阻挡得那么严密,以至于没有任何东西能从大动脉倒流回心脏;但即使平时不是这样,至少当某种剧烈的状况袭击动物时,事情也必然会如此发生。
πάντως δὲ μᾶλλον ἀληθὲς εἶναί μοι δοκεῖ.
无论如何,这在我看来更像是真实的。
τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν ἐνεστῶτα λόγον.
而且这一点我们也在其他著作中作了证明,对于眼前的论证并没有太大的需要。
εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόασιν αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖθις ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπιπέμψουσιν δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε.
因为如果动脉也向心脏传递某些东西,它们就会这样既从四面八方吸引又再次送回;但若非如此,它们也会从四面八方吸引,并且除了心脏之外,向四面八方输送。
καί μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρασιστρατείων ὑποθέσεων· οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλκουσῶν μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε.
在我看来,这一学说比埃拉西斯特拉图斯的假设要好得多;因为如果动脉只从四面八方吸引而不向四面八方输送,身体甚至不可能在气息或流动上实现内在的协同。
καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ᾧδ’ ἂν μᾶλλον εἰς ἅπαν ἐκταθείη τὸ ζῶον.
的确,它们活动的益处通过这种方式能够更广泛地扩展到整个动物身上。
οὕτω γὰρ ἅπαν μόνον ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρτηριῶν διαφόροις κινήσεσι ἐπιστατούμενον.
因为只有这样,在动脉各种不同运动的主导下,整个身体才能得以冷却和净化。
ὡς δ’ Ἐρασίστρατος ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν.
而按照埃拉西斯特拉图斯所设想的方式,动脉在动物身上所起的作用只是无生命管道的功能,而不是生命器官的功能。
ἡμεῖς δὲ καὶ δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν, αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον ἐν αὐταῖς ταῖς ἀρτηρίαις περιέχεσθαι.
但我们也通过另一整本书,以多种方式证明了:即使在动物处于自然状态下,动脉本身之中也是含有血液的。
εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ, ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος, ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται.
如果是这样的话,我想对任何人来说都是显而易见的:它们并不是像埃拉西斯特拉图斯所认为的那样,因为充满了从心脏输送来的精气而扩张,反而是因为扩张才被充满。
κενῶν μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περάτων· αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐτὰς διαστέλλεσθαι.
因为如果它们没有血液而是空的,那么从心脏流出的物质也许可能在很短的时间内到达末梢;但如果它们含有血液,那么运动的迅速性绝对无法与“它们因从心脏充满而扩张”的说法相一致。
οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται.
因为它们不是由于充满而扩张,而是由于扩张而充满。
τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χιτώνων αὐτῶν ἐλέγομεν πέμπεσθαι.
的确,这一点已经在许多地方被我们以及我们之前的许多人多次证明过,即:动脉自身也像心脏一样,根据那股从心脏出发并如我们所说通过血管膜传送的相同力量(),轮流进行收缩和舒张,从而发挥作用。