← ガレノス

脈の機能について

§5

血管吻合を通じた物質移動と動脈の能動的拡張

著者は動脈の壁にある孔や静脈との吻合を通じた精気と血液の移動メカニズムを説明し、動脈が心臓以外からもあらゆる方向に物質を出し入れしていることを示す。また、動脈内に血液が存在することから、動脈の拡張は心臓からの流入による受動的なものではなく、能動的な運動であると主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε, σαφέστερον ἔτι διαιρήσω σοι. πάμπολλοι πόροι ταῖς ἀρτηρίαις, οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς δέρμα περαίνονται. ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτηρίας, μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας. ταῖς γε φλεψὶν οὔπω κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ συναναστομώσεις αὐτῶν. ὥστε, κᾂν ἀπιστοίης1 δικαίως, ὡς οὐκ οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον. εἰ γάρ τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σαφεῖς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν, ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πίθηκον, ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλλων τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτηρίας τρώσειεν, ἐκκενώσει2 δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα. τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα, καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομώσεων ἐκ τούτων ἐπείσθημεν δόγμα. διὰ γοῦν τούτων τῶν ἀναστομώσεων ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα, μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγην μοῖραν. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν. οὕτω δὲ καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκουσιν, ἐν μέρει δ’ ἐκκρίνουσι. παρὰ δὲ τῆς καρδίας λαμβάνουσι μὲν πλεῖον, διδόασι δ’ ἔλαττον. αἰτία δὲ αἱ τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν. ἀλλ’ ἐκεῖνος μὲν ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι· τὸ δὲ οὐχ οὕτως ἔχει. τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβάνεταί τι μικρόν. οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀποφράττειν τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν· εἰ δὲ μὴ, ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι. πάντως δὲ μᾶλλον ἀληθὲς εἶναί μοι δοκεῖ. τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν ἐνεστῶτα λόγον. εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόασιν αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖθις ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπιπέμψουσιν δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε. καί μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρασιστρατείων ὑποθέσεων· οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλκουσῶν μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε. καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ᾧδ’ ἂν μᾶλλον εἰς ἅπαν ἐκταθείη τὸ ζῶον. οὕτω γὰρ ἅπαν μόνον ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρτηριῶν διαφόροις κινήσεσι ἐπιστατούμενον. ὡς δ’ Ἐρασίστρατος ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν. ἡμεῖς δὲ καὶ δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν, αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον3 ἐν αὐταῖς ταῖς ἀρτηρίαις περιέχεσθαι. εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ, ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος, ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. κενῶν μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περάτων· αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐτὰς διαστέλλεσθαι. οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ  δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χιτώνων αὐτῶν ἐλέγομεν πέμπεσθαι.

「あらゆる方向から」「あらゆる方向へ」とはどういうことなのか、私はさらに明確に説明しよう。動脈には非常に多くの通路があり、あるものは膜そのものにあっていわば孔のようになっており、別のものは口のように腸や胃、そしてこの外側の皮膚へと通じている。さらにまた、それらは互いに、そして心臓とも、最大の通路、すなわち動脈それ自体、あるいはむしろすべての広い空間を通じて連続している。しかし、静脈とは大きな通路によっては連なっておらず、それらの吻合は感覚をすり抜けている。したがって、吻合など存在しないとして、あなたが正当にも疑うことがあったとしても、古代の人々によって語られた他の事柄によって、また何よりも次の現象によって、それを信じるようになるであろう。なぜなら、もし誰かが、牛、豚、ロバ、馬、羊、熊、猿、ヒョウ、あるいは人間自身、もしくは他の類似の動物など、大きく明瞭な静脈と動脈を持っているような何らかの動物を連れてきて、多くの大きな動脈を傷つけるなら、それらを通じて動物のすべての血液を抜くことになるからである。我々はこの現象の実験を何度も行い、静脈が動脈と同時に空になるのを常に見出すことによって、これらのことから吻合の教義が真実であると確信した。ともあれ、これらの吻合を通じて、動脈は拡張期に静脈から引き入れ、収縮期にはそれらへと押し出すのである。それはちょうど、皮膚へと通じる口を通じて、蒸気や煙のようなあらゆる余剰物を外部へと排出する一方で、我々を取り囲む空気から少なからぬ部分を自身へと取り入れるのと同じである。そして、これこそが「身体全体が呼気し吸気する」という、ヒポクラテスによって語られたことである。また、同じ仕方で、胃や腸からも引き入れ、再び排出する。さらにこのように、それらを取り囲む諸領域からも、膜全体にあるいわば孔のようなものを通じて、ある時は引き入れ、ある時は排出する。一方、心臓からは多くを受け取り、少なく与える。その原因は膜の付着構造であるが、これについてはエラシストラトスが十分に論じているので、我々が今さらに書くのは余計なことである。しかし、彼は肺にあるものを通じて以外は、動脈から心臓へは全体として何も戻らないと想定していたようであるが、実際はそうではない。なぜなら、自然の法則そのものに従って動物が管理されているときでも、おそらく何らかの少量のものが戻るからである。なぜなら、膜は大動脈の口を、それから心臓へと何ものも逆流しない()ほど完全に遮断しているとは思われないからである。仮にそうでなくとも、動物に何か強制的な事態が生じた場合には、そのようになるのが不可避である。いずれにせよ、それが真実であると私には思われる。そしてこのことは我々によって他の著作でも証明されており、現行の議論にはそれほどの必要性はない。というのも、もし動脈が心臓にも何かを分け与えているなら、動脈はこのようにあらゆる方向から引き入れ、再び送り返すことになるからであり、仮にそうでなくとも、あらゆる方向から引き入れ、心臓を除いてはあらゆる方向へ送り出すことになるからである。そして、この説はエラシストラトスの仮説よりもはるかに優れていると私には思われる。なぜなら、動脈があらゆる方向から引き入れるだけで、あらゆる方向へ送り出さないならば、身体が相互に調和して呼吸し、共に流れることは不可能だからである。そして確かに、動脈の活動の有用性は、このようにしてこそ、動物全体へとさらに拡張されるであろう。なぜなら、このようにしてのみ、全体が動脈の多様な運動によって制御されつつ、冷却され、浄化されることができるからである。しかし、エラシストラトスが想定したようなやり方では、動脈は動物に対して生命の器官としてではなく、魂のない水路の役割として仕えていることになる。しかし我々は、他の丸々一冊の著作においても、自然な状態にある動物の動脈自体の中に血液が含まれていることを、多角的に証明した。そしてもしそうであるなら、エラシストラトスが考えていたように、心臓から送り出される精気によって満たされるから拡張するのではなく、むしろ拡張するからこそ満たされるのだということは、誰にとっても明らかであろう。なぜなら、もし動脈が血を欠いて空であるなら、おそらく短時間のうちに心臓から流れ出たものが末端まで届くことも可能であろうが、血液を含んでいるとすれば、その運動の迅速さは、心臓によって満たされることで動脈が拡張するという説とは決して一致しないからである。なぜなら、満たされるから拡張するのではなく、拡張するから満たされるのである。このこと、すなわち、動脈自体が心臓と同様に、膜を通じて送られると我々が述べた、心臓から発するあの同じ力()に従って、交互に収縮・拡張しつつ活動しているということは、我々によっても、また多くの先人によっても、度々かついたる所で証明されてきた。

構文注3 件
  1. 5κᾂν ἀπιστοίης

    接続詞 καὶ と条件変化の ἐάν(ἤν/ἄν)の融合形 κἄν に、希求法 ἀπιστοίης が組み合わさった譲歩・潜在の表現。「仮にあなたが正当にも(吻合の存在を)疑うことがあったとしても」という、可能性の低い仮定を譲歩的に述べる機能を持つ。

  2. 5τρώσειεν, ἐκκενώσει

    条件節にアオリスト希求法(τρώσειεν)、帰結節に直説法未来(ἐκκενώσει)を配置した、典型的な混合型の条件文。仮定としての実験状況「もし傷つけるとするなら」を提示しつつ、その結果である「すべての血が抜け出るであろう」という事態を、未来直説法によって必然的かつ不回避な事実として強調して表現している。

  3. 5κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον

    ἔχειν が前置詞句(κατὰ φύσιν)を伴い、「〜な状態にある」という意味の自動詞(intransitive)として機能している。さらに、前に置かれた中性単数冠詞(τῷ)によって不定詞句全体が与格名詞化され、前置詞 ἐν の目的語として「動物が自然な状態にあることにおいて」という状況を構成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:5