§5#2τὸ μὲν γὰρ ψυχρότερον οὐχ ὁμοίως εὔπορον ἅπαντι.
なぜなら、より冷たいものはすべてにとって同様に通りやすいわけではないからである。
χρὴ δ’ ἑτοίμως ἰέναι διὰ πάντων τῶν ὀργάνων τὸ τῆς ψυχῆς πνεῦμα.
しかし、魂のプネウマはすべての器官を容易に通り抜けなければならない。
τὸ δ’ αὖ θερμότερον ἅπαντι μὲν πόριμον, ἀλλὰ πρῶτον μὲν κατακαίει τε καὶ συντήκει τὸ σῶμα, τελευταῖον δὲ καὶ αὐτὸ συναπόλλυται καὶ ἀποσβέννυται.
他方、より熱いものはすべてにとって通りやすいが、第一に身体を焼き尽くし融解させ、最後にはそれ自身も身体とともに消滅し、消え去ってしまう。
καὶ ἐν μὲν ταῖς ἀποπληξίαις ψυχρότερον, ἐν δὲ τοῖς πυρετοῖς θερμότερον τοῦ μέτρου γιγνόμενον, ἐν μὲν ταῖς ἀποπληξίαις ἴσχεται τοῦ πάντη ῥᾳδίως εἰσιέναι, καὶ διὰ τοῦτο εἰς ἀκινησίαν τελευτᾷ τὸ πάθος·
そして、卒中においては適度な基準よりも冷たくなり、熱病においてはより熱くなることで、卒中においてはどこへでも容易に入り込むことが妨げられ、このためにこの疾患は不動状態に終わる。
ἐν δὲ τοῖς πυρετοῖς εὔπορον μέν τοι πάντη, κατακαίειν δὴ, καθάπερ πῦρ, ἀλλὰ μήτε τρέφειν μήτε αὐξάνειν τὰ σώματα δύναται.
しかし、熱病においては確かにどこへでも通りやすいものの、火のように焼き尽くすだけであり、身体を養うことも成長させることもできない。
μὴ τοίνυν εἶναι μικρὰν νομίζωμεν τὴν χρείαν τοῖς ζώοις τῆς συμμέτρου θερμασίας, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις, μάλιστα μὲν οὖν τῷ πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις ὀργάνοις, ἤδη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα.
それゆえ、動物たちにとって適度な温熱の必要性が小さいと考えてはならず、むしろ極めて不可欠なものの一つであり、とりわけ精神のプネウマと最も主要な器官にとって、さらにはすでに身体全体にとってもそうであると考えよう。
εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν, εἰς τοσοῦτον ἀναπνοῆς χρῄζουσαν ἔχομεν, εἰς ὅσον περ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν.
したがって当然のことながら、自然な温熱の源である心臓が呼吸を必要とする度合いは、私たち自身が適度な温熱を必要とする度合いと同じなのである。
ἐδείχθη γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς.
なぜなら、温熱の維持は呼吸なしには不可能であることが示されたからである。
ἔκπνουν μὲν δὴ καὶ εἴσπνουν ἐστὶ ὅλον τὸ σῶμα, κατὰ τὸν Ἱπποκράτους λόγον, ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι δέδεικται.
ヒポクラテスの言葉によれば、確かに身体全体が息を吐き出し、息を吸い込むものであるが、このことは私たちによっても他所で示されている。
σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν·
そして、他のすべての部位にとっての適度な呼吸とは、動脈を通じたものである。
ἐγκεφάλου δὲ καὶ καρδίας δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα, τῷ μὲν ῥῖνες, τῷ δὲ πνεύμων.
しかし、脳と心臓については、二つの特別な呼吸器官が付随している。 すなわち、前者には鼻が、後者には肺が。
ὅπως δὲ ὁ πνεύμων κινοῖτο, θώρακος ἐδεήθη.
そして、肺が動くためには、胸郭を必要とした。
καὶ δι’ αὐτὸ ὡς μὲν τῇ καρδίᾳ συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι πνευστικὸν ὄργανον, ὡς δὲ ὑπὸ τοῦ θώρακος κινούμενος τὸ δεύτερον.
そしてそれゆえに、肺は心臓に結合している限りにおいて第一の呼吸器官であり、胸郭によって動かされる限りにおいて第二の器官である。
εἰ δὲ τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν χρῄζει τὸ ψυχικὸν πνεῦμα, πιθανὸν γὰρ καὶ τοῦτο, μεγίστην ἂν ἔχοι καὶ ταύτην τῆς συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῶα.
また、もし精神のプネウマが栄養のために血液の蒸散物を必要とするならば(これももっともなことだが)、動物たちはこの点においても、適度な温熱の必要性を極めて大きく持つことになるだろう。
τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο;
なぜなら、冷たい血液がどうして蒸気に分解され得ようか。
ἀμέτρως δὲ θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμοὺς, ἀλλ’ εἰς θολεροὺς τούτους καὶ καπνώδεις.
一方、過度に熱い血液は確かに容易に蒸気に拡散するが、それらは混濁して煙ったものになってしまう。
οὐ μὴν τοιούτῳ γε εἶναι πρέπει τῷ ψυχικῷ πνεύματι, ἀλλ’, εἴπερ τῳ ἄλλῳ, καθαρωτάτῳ τε καὶ χρηστοτάτῳ.
しかし、精神のプネウマはそのようなものであるべきではなく、他の何ものにもまして、極めて清澄で極めて優れたものであるべきである。
ταῦτ’ ἄρα τὸ μελαγχολικὸν αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον, τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει.
まさにこのために、黒胆汁質の血液や黄色胆汁質の血液が有害な蒸気に分解されると、前者は憂鬱症へ、後者は脳膜炎へと導くのである。
διὰ τοῦτο δὲ κᾀν τοῖς καυσώδεσι πυρετοῖς ἑτοίμως παραφρονοῦσιν.
そしてこのために、激しい熱病においては容易に狂乱に陥る。
εἰ γὰρ χρηστὸν ᾖ τηνικαῦτα τὸ αἷμα, διὰ γοῦν τὸ πλῆθος τῆς θερμασίας ἀτμίζει καπνωδῶς.
たとえその時、血液が優れていようとも、少なくとも温熱の過多によって、煙のように蒸発してしまうからである。
εἴη δ’ ἂν καὶ τοῦτο τῆς κατὰ φύσιν θερμασίας ὄφελος οὐ σμικρὸν, ἀτμίζειν σύμμετρόν τε καὶ καθαρὸν καὶ χρηστόν.
そして、適度で清澄かつ優れた形で蒸発させることも、自然な温熱の小さくない恩恵であろう。
οὐ μὴν οὐδὲ ταῖς οἰκείαις κατασκευαῖς δεῖσθαι ὅτῳ τῶν μορίων ὑπόθοιτό τις, οὐδὲ οὕτως εἰς τὴν φυλακὴν τῆς κατασκευῆς ὠφελεῖ μικρὸν ἡ σύμμετρος θερμασία.
実際、部位のいずれかがそれ自体の組織構成のために[適度な温熱を]必要としないと仮定したとしても、そのようにしてもなお、適度な温熱が組織構成の維持のために寄与するところは小さくない。
ξηρὸν μὲν γὰρ ἀμέτρως ἢ ὑγρὸν οὐκ ἂν ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων οὐδέν· ψυχρὸν δ’ ἐσχάτως ἢ θερμὸν δύναιτ’ ἂν ἐμφανῶς γενέσθαι.
なぜなら、いかなる部位も、一瞬のうちに過度に乾燥したり湿潤したりすることはないが、極端に冷たくなったり熱くなったりすることは目に見えて起こり得るからである。
καὶ μὴν ἰδία ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιά τις κρᾶσίς ἐστιν.
そして実に、各部位固有の本質とは、冷・熱・乾・湿のある種の混合なのである。
ὥστε καὶ διαφθείρεσθαι ταύτην ὑπ’ οὐδενὸς οὕτω ταχέως εἰκὸς, ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας.
したがって、これが温熱における過度(不適度)ほど急速に何ものによっても破壊されないというのは、もっともなことである。
εἰ δὲ καὶ τοῦτο, καὶ τὴν ἐνέργειαν ὑπ’ οὐδενὸς ἑτοιμότερον ἐγχωρεῖ βλαβῆναι.
そして、もしそうであるなら、活動が何ものによってもこれほど容易に損なわれることはないということも可能である。
τῶν μὲν οὖν ἄλλων ὀργάνων αἱ βλάβαι τῶν ἐνεργειῶν μικραί· τῶν δ’ εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων μεγάλαι· τῶν δ’ οὐ μόνον εἰς ζωὴν αὐτὴν διαφερόντων, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα λόγον ἀρχῆς ἐχόντων μέγισται.
したがって、他の器官の活動の損傷は小さいが、生命そのものに決定的な影響を与える器官の損傷は大きく、また、生命そのものに影響を与えるだけでなく、他の器官に対して支配的な関係(支配原理の地位)を持つ器官の損傷は最も大きい。