§5#2τὸ μὲν γὰρ ψυχρότερον οὐχ ὁμοίως εὔπορον ἅπαντι.
因为较冷的东西并不对所有部位都同样易于通过。
χρὴ δ’ ἑτοίμως ἰέναι διὰ πάντων τῶν ὀργάνων τὸ τῆς ψυχῆς πνεῦμα.
但灵魂的普纽玛必须容易地穿过所有器官。
τὸ δ’ αὖ θερμότερον ἅπαντι μὲν πόριμον, ἀλλὰ πρῶτον μὲν κατακαίει τε καὶ συντήκει τὸ σῶμα, τελευταῖον δὲ καὶ αὐτὸ συναπόλλυται καὶ ἀποσβέννυται.
相反,较热的东西虽然对所有部位都易于通过,但首先它会灼烧并融化身体,最后它自身也随之消灭和熄灭。
καὶ ἐν μὲν ταῖς ἀποπληξίαις ψυχρότερον, ἐν δὲ τοῖς πυρετοῖς θερμότερον τοῦ μέτρου γιγνόμενον, ἐν μὲν ταῖς ἀποπληξίαις ἴσχεται τοῦ πάντη ῥᾳδίως εἰσιέναι, καὶ διὰ τοῦτο εἰς ἀκινησίαν τελευτᾷ τὸ πάθος· ἐν δὲ τοῖς πυρετοῖς εὔπορον μέν τοι πάντη, κατακαίειν δὴ, καθάπερ πῦρ, ἀλλὰ μήτε τρέφειν μήτε αὐξάνειν τὰ σώματα δύναται.
在卒中时,它变得比适度标准更冷,而在发热时则变得更热,在卒中时,它被阻碍而无法轻易进入各处,因此这一病症以无法活动而告终;但在发热时,虽然它确实在各处都易于通过,却像火一样灼烧,既不能滋养也不能使身体成长。
μὴ τοίνυν εἶναι μικρὰν νομίζωμεν τὴν χρείαν τοῖς ζώοις τῆς συμμέτρου θερμασίας, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις, μάλιστα μὲν οὖν τῷ πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις ὀργάνοις, ἤδη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα.
因此,我们不要认为动物对适度温热的需求是微不敷道的,而应将其视为最必不可少的事物之一,尤其是对于精神普纽玛和最主要的器官,甚至对于整个身体也是如此。
εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν, εἰς τοσοῦτον ἀναπνοῆς χρῄζουσαν ἔχομεν, εἰς ὅσον περ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν.
因而理所当然地,我们拥有作为自然温热之源的心脏,它需要呼吸的程度,正与我们自身需要适度温热的程度相同。
ἐδείχθη γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς.
因为已经证明,没有呼吸,温热的维持是不可能的。
ἔκπνουν μὲν δὴ καὶ εἴσπνουν ἐστὶ ὅλον τὸ σῶμα, κατὰ τὸν Ἱπποκράτους λόγον, ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι δέδεικται.
确实,根据希波克拉底的说法,整个身体都在呼气和吸气,而这一点我们在其他地方也已经证明了。
σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν· ἐγκεφάλου δὲ καὶ καρδίας δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα, τῷ μὲν ῥῖνες, τῷ δὲ πνεύμων.
对其他所有部位而言,适度的呼吸是通过动脉进行的;但对于大脑和心脏,则附有两个特殊的呼吸器官:前者为鼻腔,后者为肺。
ὅπως δὲ ὁ πνεύμων κινοῖτο, θώρακος ἐδεήθη.
为了让肺能够活动,它需要胸廓。
καὶ δι’ αὐτὸ ὡς μὲν τῇ καρδίᾳ συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι πνευστικὸν ὄργανον, ὡς δὲ ὑπὸ τοῦ θώρακος κινούμενος τὸ δεύτερον.
因此,肺作为与心脏相连的器官是第一呼吸器官,而作为由胸廓推动的器官则是第二呼吸器官。
εἰ δὲ τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν χρῄζει τὸ ψυχικὸν πνεῦμα, πιθανὸν γὰρ καὶ τοῦτο, μεγίστην ἂν ἔχοι καὶ ταύτην τῆς συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῶα.
如果精神普纽玛需要血液的蒸散物来进行滋养——因为这也是合乎情理的——那么动物在这方面也将极大地需要适度的温热。
τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο;
因为冰冷的血液怎能溶解为蒸汽呢?
ἀμέτρως δὲ θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμοὺς, ἀλλ’ εἰς θολεροὺς τούτους καὶ καπνώδεις.
而过度炎热的血液虽然确实容易消散为蒸汽,但却是混浊且多烟的。
οὐ μὴν τοιούτῳ γε εἶναι πρέπει τῷ ψυχικῷ πνεύματι, ἀλλ’, εἴπερ τῳ ἄλλῳ, καθαρωτάτῳ τε καὶ χρηστοτάτῳ.
然而,精神普纽玛不应当是那样的,而应该比任何其他东西都更纯净、更优良。
ταῦτ’ ἄρα τὸ μελαγχολικὸν αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον, τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει.
正是由于这个原因,黑胆汁质和黄胆汁质的血液在溶解为有害蒸汽时,前者导致忧郁症,后者导致脑膜炎。
διὰ τοῦτο δὲ κᾀν τοῖς καυσώδεσι πυρετοῖς ἑτοίμως παραφρονοῦσιν.
因此在极热的烧热病中,人们也很容易陷入狂乱。
εἰ γὰρ χρηστὸν ᾖ τηνικαῦτα τὸ αἷμα, διὰ γοῦν τὸ πλῆθος τῆς θερμασίας ἀτμίζει καπνωδῶς.
因为即使那时血液是优良的,至少由于温热的过剩,它也会像烟雾一样蒸发。
εἴη δ’ ἂν καὶ τοῦτο τῆς κατὰ φύσιν θερμασίας ὄφελος οὐ σμικρὸν, ἀτμίζειν σύμμετρόν τε καὶ καθαρὸν καὶ χρηστόν.
而使之以适度、纯净且优良的方式蒸发,也将是自然温热的一个不小的益处。
οὐ μὴν οὐδὲ ταῖς οἰκείαις κατασκευαῖς δεῖσθαι ὅτῳ τῶν μορίων ὑπόθοιτό τις, οὐδὲ οὕτως εἰς τὴν φυλακὴν τῆς κατασκευῆς ὠφελεῖ μικρὸν ἡ σύμμετρος θερμασία.
事实上,即使有人假定任何部位的自身组织结构都不需要它,适度温热对于维持结构也并非益处微小。
ξηρὸν μὲν γὰρ ἀμέτρως ἢ ὑγρὸν οὐκ ἂν ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων οὐδέν· ψυχρὸν δ’ ἐσχάτως ἢ θερμὸν δύναιτ’ ἂν ἐμφανῶς γενέσθαι.
因为任何部位都不会在眨眼之间变得过度干燥或潮湿,但却能显而易见地变得极其寒冷或炎热。
καὶ μὴν ἰδία ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιά τις κρᾶσίς ἐστιν.
而且,各部位特有的本质,正是某种冷、热、干、湿的混合。
ὥστε καὶ διαφθείρεσθαι ταύτην ὑπ’ οὐδενὸς οὕτω ταχέως εἰκὸς, ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας.
因此,这一混合被任何其他东西破坏得如此迅速,都不如被温热的失调破坏得快。
εἰ δὲ καὶ τοῦτο, καὶ τὴν ἐνέργειαν ὑπ’ οὐδενὸς ἑτοιμότερον ἐγχωρεῖ βλαβῆναι.
如果是这样,那么活动也最容易被任何其他东西所损害。
τῶν μὲν οὖν ἄλλων ὀργάνων αἱ βλάβαι τῶν ἐνεργειῶν μικραί· τῶν δ’ εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων μεγάλαι· τῶν δ’ οὐ μόνον εἰς ζωὴν αὐτὴν διαφερόντων, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα λόγον ἀρχῆς ἐχόντων μέγισται.
因此,其他器官活动的损害是微小的;而那些关系到生命本身的器官的损害是巨大的;至于那些不仅关系到生命本身,而且对其他器官具有主导关系(支配原理地位)的器官,其损害则是最大的。