- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 4. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1822.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg020.humanitext-grc1:5#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
適度な温熱(体温)が精神のプネウマの移動や血液の蒸散において果たす重要な役割を説明し、主要な生命器官における呼吸の必要性と温熱の維持の相関関係を論じる。
τὸ μὲν γὰρ ψυχρότερον1 οὐχ ὁμοίως εὔπορον ἅπαντι. χρὴ δ’ ἑτοίμως ἰέναι διὰ πάντων τῶν ὀργάνων τὸ τῆς ψυχῆς πνεῦμα. τὸ δ’ αὖ θερμότερον ἅπαντι μὲν πόριμον, ἀλλὰ πρῶτον μὲν κατακαίει τε καὶ συντήκει τὸ σῶμα, τελευταῖον δὲ καὶ αὐτὸ συναπόλλυται καὶ ἀποσβέννυται. καὶ ἐν μὲν ταῖς ἀποπληξίαις ψυχρότερον, ἐν δὲ τοῖς πυρετοῖς θερμότερον τοῦ μέτρου γιγνόμενον, ἐν μὲν ταῖς ἀποπληξίαις ἴσχεται τοῦ πάντη ῥᾳδίως εἰσιέναι, καὶ διὰ τοῦτο εἰς ἀκινησίαν τελευτᾷ τὸ πάθος· ἐν δὲ τοῖς πυρετοῖς εὔπορον μέν τοι πάντη, κατακαίειν δὴ, καθάπερ πῦρ, ἀλλὰ μήτε τρέφειν μήτε αὐξάνειν τὰ σώματα δύναται. μὴ τοίνυν εἶναι μικρὰν νομίζωμεν τὴν χρείαν τοῖς ζώοις τῆς συμμέτρου θερμασίας, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις, μάλιστα μὲν οὖν τῷ πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις ὀργάνοις, ἤδη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα. εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν, εἰς τοσοῦτον ἀναπνοῆς χρῄζουσαν ἔχομεν, εἰς ὅσον περ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν. ἐδείχθη γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς. ἔκπνουν μὲν δὴ καὶ εἴσπνουν ἐστὶ ὅλον τὸ σῶμα, κατὰ τὸν Ἱπποκράτους λόγον, ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι δέδεικται. σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν· ἐγκεφάλου δὲ καὶ καρδίας δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα, τῷ μὲν ῥῖνες, τῷ δὲ πνεύμων. ὅπως δὲ ὁ πνεύμων κινοῖτο, θώρακος ἐδεήθη. καὶ δι’ αὐτὸ ὡς μὲν τῇ καρδίᾳ συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι πνευστικὸν ὄργανον, ὡς δὲ ὑπὸ τοῦ θώρακος κινούμενος τὸ δεύτερον. εἰ δὲ τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν χρῄζει τὸ ψυχικὸν πνεῦμα, πιθανὸν γὰρ καὶ τοῦτο, μεγίστην ἂν ἔχοι καὶ ταύτην τῆς συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῶα. τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο; ἀμέτρως δὲ θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμοὺς, ἀλλ’ εἰς θολεροὺς τούτους καὶ καπνώδεις. οὐ μὴν τοιούτῳ γε εἶναι πρέπει τῷ ψυχικῷ πνεύματι, ἀλλ’, εἴπερ τῳ ἄλλῳ, καθαρωτάτῳ τε καὶ χρηστοτάτῳ. ταῦτ’ ἄρα τὸ μελαγχολικὸν αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον, τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει. διὰ τοῦτο δὲ κᾀν τοῖς καυσώδεσι πυρετοῖς ἑτοίμως παραφρονοῦσιν. εἰ γὰρ χρηστὸν ᾖ τηνικαῦτα τὸ αἷμα, διὰ γοῦν τὸ πλῆθος τῆς θερμασίας ἀτμίζει καπνωδῶς. εἴη δ’ ἂν καὶ τοῦτο τῆς κατὰ φύσιν θερμασίας ὄφελος οὐ σμικρὸν, ἀτμίζειν σύμμετρόν τε καὶ καθαρὸν καὶ χρηστόν. οὐ μὴν οὐδὲ ταῖς οἰκείαις κατασκευαῖς δεῖσθαι ὅτῳ τῶν μορίων ὑπόθοιτό τις,2 οὐδὲ οὕτως εἰς τὴν φυλακὴν τῆς κατασκευῆς ὠφελεῖ μικρὸν ἡ σύμμετρος θερμασία. ξηρὸν μὲν γὰρ ἀμέτρως ἢ ὑγρὸν οὐκ ἂν ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων οὐδέν· ψυχρὸν δ’ ἐσχάτως ἢ θερμὸν δύναιτ’ ἂν ἐμφανῶς γενέσθαι. καὶ μὴν ἰδία ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιά τις κρᾶσίς ἐστιν. ὥστε καὶ διαφθείρεσθαι ταύτην ὑπ’ οὐδενὸς οὕτω ταχέως εἰκὸς, ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας. εἰ δὲ καὶ τοῦτο, καὶ τὴν ἐνέργειαν ὑπ’ οὐδενὸς ἑτοιμότερον ἐγχωρεῖ βλαβῆναι. τῶν μὲν οὖν ἄλλων ὀργάνων αἱ βλάβαι τῶν ἐνεργειῶν μικραί· τῶν δ’ εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων μεγάλαι·3 τῶν δ’ οὐ μόνον εἰς ζωὴν αὐτὴν διαφερόντων, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα λόγον ἀρχῆς ἐχόντων μέγισται.
なぜなら、より冷たいものはすべてにとって同様に通りやすいわけではないからである。しかし、魂のプネウマはすべての器官を容易に通り抜けなければならない。他方、より熱いものはすべてにとって通りやすいが、第一に身体を焼き尽くし融解させ、最後にはそれ自身も身体とともに消滅し、消え去ってしまう。そして、卒中においては適度な基準よりも冷たくなり、熱病においてはより熱くなることで、卒中においてはどこへでも容易に入り込むことが妨げられ、このためにこの疾患は不動状態に終わる。しかし、熱病においては確かにどこへでも通りやすいものの、火のように焼き尽くすだけであり、身体を養うことも成長させることもできない。それゆえ、動物たちにとって適度な温熱の必要性が小さいと考えてはならず、むしろ極めて不可欠なものの一つであり、とりわけ精神のプネウマと最も主要な器官にとって、さらにはすでに身体全体にとってもそうであると考えよう。したがって当然のことながら、自然な温熱の源である心臓が呼吸を必要とする度合いは、私たち自身が適度な温熱を必要とする度合いと同じなのである。なぜなら、温熱の維持は呼吸なしには不可能であることが示されたからである。ヒポクラテスの言葉によれば、確かに身体全体が息を吐き出し、息を吸い込むものであるが、このことは私たちによっても他所で示されている。そして、他のすべての部位にとっての適度な呼吸とは、動脈を通じたものである。しかし、脳と心臓については、二つの特別な呼吸器官が付随している。すなわち、前者には鼻が、後者には肺が。そして、肺が動くためには、胸郭を必要とした。そしてそれゆえに、肺は心臓に結合している限りにおいて第一の呼吸器官であり、胸郭によって動かされる限りにおいて第二の器官である。また、もし精神のプネウマが栄養のために血液の蒸散物を必要とするならば(これももっともなことだが)、動物たちはこの点においても、適度な温熱の必要性を極めて大きく持つことになるだろう。なぜなら、冷たい血液がどうして蒸気に分解され得ようか。一方、過度に熱い血液は確かに容易に蒸気に拡散するが、それらは混濁して煙ったものになってしまう。しかし、精神のプネウマはそのようなものであるべきではなく、他の何ものにもまして、極めて清澄で極めて優れたものであるべきである。まさにこのために、黒胆汁質の血液や黄色胆汁質の血液が有害な蒸気に分解されると、前者は憂鬱症へ、後者は脳膜炎へと導くのである。そしてこのために、激しい熱病においては容易に狂乱に陥る。たとえその時、血液が優れていようとも、少なくとも温熱の過多によって、煙のように蒸発してしまうからである。そして、適度で清澄かつ優れた形で蒸発させることも、自然な温熱の小さくない恩恵であろう。実際、部位のいずれかがそれ自体の組織構成のために[適度な温熱を]必要としないと仮定したとしても、そのようにしてもなお、適度な温熱が組織構成の維持のために寄与するところは小さくない。なぜなら、いかなる部位も、一瞬のうちに過度に乾燥したり湿潤したりすることはないが、極端に冷たくなったり熱くなったりすることは目に見えて起こり得るからである。そして実に、各部位固有の本質とは、冷・熱・乾・湿のある種の混合なのである。したがって、これが温熱における過度(不適度)ほど急速に何ものによっても破壊されないというのは、もっともなことである。そして、もしそうであるなら、活動が他の何ものによっても、より容易に損なわれることはあり得ない。したがって、他の器官の活動の損傷は小さいが、生命そのものに決定的な影響を与える器官の損傷は大きく、また、生命そのものに影響を与えるだけでなく、他の器官に対して支配的な関係(支配原理の地位)を持つ器官の損傷は最も大きい。
- 5τὸ μὲν γὰρ ψυχρότερον
形容詞の中性比較級に冠詞が付いた形で、「より冷たい状態」または「より冷たいプネウマ」を指す。ここでは前文の精神のプネウマ(ψυχικὸν πνεῦμα)の性質、あるいはその背後にある体温の状態を含意している。
- 5οὐ μὴν οὐδὲ ταῖς οἰκείαις κατασκευαῖς δεῖσθαι ὅτῳ τῶν μορίων ὑπόθοιτό τις
ὑπόθοιτό τις(誰かが仮定するならば)という条件希求法に従属する形で、対格不定詞句 μηδὲ... δεῖσθαι(必要としないこと)が続いている。ὅτῳ τῶν μορίων(いかなる部位にとっても)は与格で、δεῖσθαι の意味上の主語または対象を示し、「仮にいずれの部位も自身の固有の構成のために(適度な温熱を)必要としないと仮定したとしても」という譲歩の構文を形作っている。
- 5τῶν δ’ εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων μεγάλαι
τῶν δ’... διαφερόντων は属格分詞句で、前文の αἱ βλάβαι τῶν ἐνεργειῶν(活動の損傷)に対応する名詞(ここでは αἱ βλάβαι)の属格支配(「〜の[損傷]」)として機能している。εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων は「生命そのものに関わる(影響を与える、重要である)」という意味のイディオムである。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
