§7Ὡς δ’ ἄν τις μάλιστα δοκοίη μοι κρῖναι δικαίως, ἢ τυφλώττοντας αὐτοὺς περὶ τὸ χρήσιμον, ἢ μόνους τὸ περιττὸν ὀρθῶς φεύγοντας, ἤδη φράσω.
どのようにすれば、彼らが有益なことに関して盲目になっているのか、それとも彼らだけが余計なことを正しく避けているのかを、最も公正に判断できると私に思われるか、今や述べよう。
καὶ γὰρ οὐδὲ σμικρὸν ἔοικεν εἶναι τοῦτο τὸ σκέμμα, οὐδὲ μέχρι λόγου μοι προϊέναι μόνον, ὥσπερ τοῖς ἐμπειρικοῖς τε καὶ δογματικοῖς, ὅσα περὶ τῆς πρώτης τῶν βοηθημάτων εὑρέσεως φιλονεικοῦσι, περὶ τῆς νῦν χρήσεως ὁμολογοῦντες ἀλλήλοις, ἀλλ’ ἤτοι μεγάλα βλάπτεσθαι τὰ τῆς τέχνης ἔργα πρὸς τῆς μεθοδικῆς αἱρέσεως ἀναγκαῖον, ἢ μεγάλ’ ὠφελεῖσθαι.
というのも、この検討は些細なものであるとは思われず、また私にとって単に言葉の(理論的な)段階にとどまるもの(進むだけ)でもない。 経験派とドグマ派が治療手段の最初の発見について論争しつつも、現在の使用については互いに合意しているのとは違って、メソッド派の学派によって、技術の実践(業)が大きく損なわれるか、あるいは大きく益されるかのいずれかが不可避だからである。
διττῆς δὲ τῆς ἐν τοῖς πράγμασι κρίσεως οὔσης, τῆς μὲν διὰ λόγου μόνου, τῆς δὲ διὰ τῶν φαινομένων ἐναργῶς, ἡ μὲν ἑτέρα, ἡ διὰ μόνου τοῦ λόγου, μείζων ἢ κατὰ τοὺς εἰσαγομένους ἐστίν·
事柄における判断には二種類あり、一方は理性のみによるもので、他方は明白に現れているもの(現象)によるものであるが、一種類目の、理性のみによる判断は、入門者にとっては手に負えないほど高度である。
οὐκ οὖν αὐτῆς νῦν ὁ καιρός·
したがって、今はそれを扱うべき時ではない。
ἡ δὲ ἑτέρα, ἡ διὰ μόνου τοῦ φαίνεσθαι, κοινὴ πάντων ἀνθρώπων ὑπάρχει.
しかし他方の、ただ現れていること(現象)のみによる判断は、すべての人間に共通して存在する。
τί οὖν κωλύει ταύτῃ πρώτῃ χρήσασθαι, σαφεῖ τε ἅμα τοῖς εἰσαγομένοις οὔσῃ, καὶ πρὸς αὐτῶν τῶν μεθοδικῶν τετιμημένῃ;
では、入門者にとって明白であると同時に、メソッド派自身によっても重んじられているこの判断を、まず用いることを何が妨げようか。
διαπαντὸς γοῦν οὐδὲν ἄλλο ἢ τὸ φαινόμενον ὑμνοῦσι, καὶ τοῦτο πρεσβεύουσιν ἐπὶ παντὶ, καὶ τὸ ἄδηλον ἅπαν ἄχρηστον εἶναι λέγουσι.
現に彼らは終始、現象以外の何ものをも称えず、あらゆることにおいてこれを最優先し、隠れたものはすべて無用であると言っている。
φέρε δὴ πρῶτον ἐπισκεψώμεθα περὶ τῶν προκαταρκτικῶν λεγομένων αἰτίων, κανόνα τῆς κρίσεως τὸ φαινόμενον τιθέμενοι.
さあ、まずはいわゆる「先行原因」について検討してみよう。 その際、現象を判断の基準と設定しよう。
καὶ πρῶτός γε ὁ μεθοδικὸς παρελθὼν ᾧδέ πως λεγέτω·
そして、まずはメソッド派の者が進み出て、次のように言うとしよう。
Τί δή ποτε ψύξεις τε καὶ ἐγκαύσεις, καὶ μέθας, καὶ ἀπεψίας, καὶ πλησμονὰς, καὶ ἐνδείας, καὶ κόπους, καὶ ἐνεργείας, καὶ ἐδεσμάτων ποιότητας, καὶ ἐθῶν ὑπαλλαγὰς, ὦ δογματικοί τε καὶ ἐμπειρικοὶ, μάτην πολυπραγμονεῖτε;
「おお、ドグマ派や経験派の者たちよ、なぜあなた方は、冷えや、のぼせ、泥酔、消化不良、過食、飢餓、疲労、活動、食物の性質、習慣の変化などを、無駄にあれこれ詮索するのか。
πότερον ταῦτ’ ἰᾶσθαι μέλλετε, τὰς ἐν σώματι παρέντες διαθέσεις, ἃ τὴν ἀρχὴν οὐδὲ πάρεστιν, οὐκέτι τῶν τοιούτων οὐδὲν, ἀλλὰ αὐτὰ μὲν οἴχεται, τὸ δ’ ὑπ’ αὐτῶν γενόμενον ἐν τῷ σώματι μένει, καὶ τοῦτο χρὴ ἰᾶσθαι·
あなた方は、身体の中の状態を看過して、これらを治療しようとするのだろうか。 これらはそもそも存在すらしておらず、そのようなものはもはや何一つ残っていない。 それら自体は去ってしまい、それらによって身体の中に生じたものだけが留まっており、これこそを治療しなければならない。
τοῦτο γάρ ἐστι τὸ πάθος.
なぜなら、これこそが病態だからである。
ἐπισκεπτέον οὖν αὐτὸ, οἶόν τί ἐστιν.
したがって、それ自体がどのようなものであるかを検討しなければならない。
εἰ μὲν γὰρ στεγνὸν χαλαστέον, εἰ δὲ ῥοῶδες, σταλτέον, ὑφ’ ὅτου ἂν αἰτίου γεγονὸς ἑκάτερον ᾗ.
なぜなら、もしそれが緊縮的なものであるなら弛緩させるべきであり、もし流出的なものであるなら収斂させるべきだからである。 そのいずれが、いかなる原因によって生じたものであろうとも。
εἰς τί δὴ οὖν ἔτι τὸ αἴτιον ὠφελεῖ, μήτε τοῦ ῥοώδους ποτὲ χαλάσεως δεομένου, μήτε τοῦ στεγνοῦ στάλσεως, ἢ πάντως εἰς οὐδὲν, ὥς γε τὸ πρᾶγμα αὐτὸ δείκνυσιν.
それならば、流出的なものが弛緩を必要とすることも、緊縮的なものが収斂を必要とすることもないのに、原因がいったい何に役立つというのか。 事実そのものが示すように、まったく何にも役立ちはしない。
ὅμοιος δὲ ὁ λόγος τοῖς μεθοδικοῖς καὶ περὶ τῶν ἀδήλων καὶ συνεκτικῶν ὀνομαζομένων αἰτίων.
」そして、メソッド派にとっては、いわゆる「隠れた原因」や「結合原因」についても同様の議論が成り立つ。
καὶ γὰρ ἐκεῖνα περιττά φασιν εἶναι, τοῦ πάθους τὴν οἰκείαν θεραπείαν ἐνδεικνυμένου, καὶ χωρὶς τοῦ γνωσθῆναι τὴν αἰτίαν, ὑφ’ ἧς ἐγένετο.
なぜなら、病態それ自体が、それが生じる原因となったものが知られなくても、自ずから適切な治療を示しているのだから、それらもまた余計なものであると彼らは言うからである。
τῷ δ’ αὐτῷ τρόπῳ τῶν λόγων ἐπί τε τὰς ὥρας, καὶ τὰς ἡλικίας, καὶ τὰ χωρία μεταβαίνουσι, θαυμάζουτες κᾀνταῦθα τῶν παλαιῶν ἰατρῶν, εἰ μὴ συνίασιν οὕτως ἐναργοῦς πράγματος.
そして彼らは同じ論法を用いて、季節や年齢、場所へと議論を移行させ、ここでも古い医師たちがこれほど明白なことを理解していないことに驚くのである。
ἡ γάρ τοι φλεγμονὴ, πάθος οὖσα στεγνὸν, ὥς φασιν, οὐ δήπου, θέρους μὲν εἰ γένοιτο. τῶν χαλώντων δεῖται βοηθημάτων, χειμῶνος δὲ ἄλλων τινῶν, ἀλλ’ ἀμφοτέραις ὥραις τῶν αὐτῶν.
というのも、彼らが言うように、炎症は緊縮的な病態であって、まさか夏に生じた場合には弛緩させる治療手段を必要とし、冬には他の何かを必要とするなどということはなく、両方の季節において同じものを必要とするからである。
οὐδ’ ἐπὶ μὲν τῆς τῶν παίδων ἡλικίας τῶν χαλαστικῶν, ἐπὶ δὲ τῆς τῶν πρεσβυτέρων τῶν στελλόντων.
また、子供の年齢においては弛緩させるものを、お年寄りの年齢においては収斂させるものを必要とするわけでもない。
οὐδ’ ἐν Αἰγύπτῳ μὲν τῶν χαλώντων, Ἀθήνῃσι δὲ τῶν ἐπεχόντων.
また、エジプトにおいては弛緩させるものを、アテナイにおいては引き止めるものを必要とするわけでもない。
ἀνάπαλιν δὲ τῇ φλεγμονῇ τὸ ῥοῶδες πάθος ὑπάρχον οὐδέποτε τῶν χαλώντων, ἀλλ’ ἀεὶ τῶν στελλόντων δεῖται, καὶ χειμῶνος, καὶ θέρους, καὶ ἦρος, καὶ φθινοπώρου, καὶ παιδὸς ὄντος τοῦ νοσοῦντος, καὶ ἀκμάζοντος, καὶ γέροντος, καὶ εἰ τύχοι περὶ τὴν Θρᾴκην ἢ τὴν Σκυθίαν ἢ τὴν Αἰθιοπίαν εἶναι ὁ ἀῤῥωστῶν.
そして逆に、炎症とは反対の流出的な病態は、決して弛緩させるものを必要とせず、常に収斂させるものを必要とする。 それは冬であっても、夏であっても、春であっても、秋であっても、また患者が子供であっても、壮年であっても、老人であっても、そしてたまたま病人がトラキアやスキティア、あるいはエチオピアにいるとしても同様である。
οὐκ οὖν οὐδὲν τῶν τοιούτων εἰς οὐδὲν χρήσιμον εἶναί φασι, ἀλλὰ μάτην ταῦτα πάντα πολυπραγμονεῖσθαι.
したがって、彼らはこのようなもののうち何一つとして何にも役に立たず、これらすべてが無駄に詮索されていると言う。
τί δὲ καὶ τὰ μέρη τοῦ σώματος ἐπισκοπῆσαι;
では、身体の部位を調べることはどうだろうか。
ἆρ’ οὐ καὶ ταῦτα μάταια πρὸς ἔνδειξιν θεραπείας;
これも治療の指標としては無駄なことではないだろうか。
ἢ τολμησάτω τις εἰπεῖν, ὡς ἐν μὲν τῷ νευρώδει μορίῳ τὴν φλεγμονὴν χαλαστέον, ἐν δὲ τῷ ἀρτηριώδει, ἢ φλεβώδει, ἢ σαρκώδει σταλτέον.
それとも、腱の多い部位における炎症は弛緩させるべきだが、動脈、静脈、あるいは肉の多い部位においては収斂させるべきだ、などとあえて言う者があるだろうか。
ἢ ὅλως, εἴ τι στεγνὸν ἔν τινι μέρει τοῦ σώματος γένοιτο, τολμησάτω τις εἰπεῖν, ὡς οὐ χαλαστέον αὐτὸ, ἢ οὐ σταλτέον τὸ ῥοῶδες.
あるいは総じて、もし身体のどこかの部位に緊縮が生じた場合に、それを弛緩させるべきではない、あるいは流出的なものを収斂させるべきではない、などとあえて言う者があるだろうか。
εἰ τοίνυν ἡ τοῦ μέρους φύσις οὐδὲν ὑπαλλάττει τῆς θεραπείας τὸν τρόπον, ἀλλὰ καὶ κατὰ τὸ γένος τοῦ πάθους ἡ τῶν βοηθούντων εὕρεσις, ἄχρηστος φανερῶς ἡ τοῦ μέρους ἐπίσκεψις, ὁ μὲν δὴ μεθοδικὸς τοιοῦτος, ὡς τύπῳ φάναι.
だとすれば、部位の性質が治療の方法を何ら変えることはなく、むしろ病態の類に従って治療手段が発見されるのであるから、部位の調査は明らかに無用である。 メソッド派とは、大まかに言えばこのようなものである。 "