Humanitext Reader

盖伦 · 致初学者的诸学派 §7

循法派的判定标准与对原因及个别因素的排斥

第 7 段,共 12 段 · 希腊语

内容简介

作者讨论了如何判断循法派主张的正确与否,提议使用对入门者而言清晰易懂的“现象”作为判定标准。随后,他阐述了循法派认为前因、隐因、季节、年龄以及身体部位的考察对治疗毫无用处这一主张的逻辑。

§7Ὡς δ’ ἄν τις μάλιστα δοκοίη μοι κρῖναι δικαίως, ἢ τυφλώττοντας αὐτοὺς περὶ τὸ χρήσιμον, ἢ μόνους τὸ περιττὸν ὀρθῶς φεύγοντας, ἤδη φράσω.
至于如何才能最公正地判定他们是在有益的事物上盲目,还是唯独他们正确地避免了冗余,我现在就予以说明。
καὶ γὰρ οὐδὲ σμικρὸν ἔοικεν εἶναι τοῦτο τὸ σκέμμα, οὐδὲ μέχρι λόγου μοι  προϊέναι μόνον, ὥσπερ τοῖς ἐμπειρικοῖς τε καὶ δογματικοῖς, ὅσα περὶ τῆς πρώτης τῶν βοηθημάτων εὑρέσεως φιλονεικοῦσι, περὶ τῆς νῦν χρήσεως ὁμολογοῦντες ἀλλήλοις, ἀλλ’ ἤτοι μεγάλα βλάπτεσθαι τὰ τῆς τέχνης ἔργα πρὸς τῆς μεθοδικῆς αἱρέσεως ἀναγκαῖον, ἢ μεγάλ’ ὠφελεῖσθαι.
因为这一考量似乎绝非小事,在我看来它也不仅止于言辞上的争论——不像经验主义者和教条主义者那样,尽管他们为治疗手段的最初发现争论不休,但在当下的使用上却彼此一致;相反,医术的实践活动要么必然因循法派而遭受巨大损害,要么将获得巨大裨益。
διττῆς δὲ τῆς ἐν τοῖς πράγμασι κρίσεως οὔσης, τῆς μὲν διὰ λόγου μόνου, τῆς δὲ διὰ τῶν φαινομένων ἐναργῶς, ἡ μὲν ἑτέρα, ἡ διὰ μόνου τοῦ λόγου, μείζων ἢ κατὰ τοὺς εἰσαγομένους ἐστίν· οὐκ οὖν αὐτῆς νῦν ὁ καιρός·
既然事物的判断标准分为两类,一类仅凭理性,另一类凭借显而易见的现象,那么第一类仅凭理性的判定对于入门者而言过于深奥,因此现在还不是讨论它的时候。
ἡ δὲ ἑτέρα, ἡ διὰ μόνου τοῦ φαίνεσθαι, κοινὴ πάντων ἀνθρώπων ὑπάρχει.
而另一类仅凭显现的判定,则是所有人共同具备的。
τί οὖν κωλύει ταύτῃ πρώτῃ χρήσασθαι, σαφεῖ τε ἅμα τοῖς εἰσαγομένοις οὔσῃ, καὶ πρὸς αὐτῶν τῶν μεθοδικῶν τετιμημένῃ;
那么,既然这种判定既对入门者清晰易懂,又被循法派自身所推崇,又有什么能阻碍我们首先使用它呢?
διαπαντὸς γοῦν οὐδὲν ἄλλο ἢ τὸ φαινόμενον ὑμνοῦσι, καὶ τοῦτο πρεσβεύουσιν ἐπὶ παντὶ, καὶ τὸ ἄδηλον ἅπαν ἄχρηστον εἶναι λέγουσι.
总之,他们始终只歌颂现象,在一切事情上都将现象奉为至上,并声称所有不显现之物皆无用处。
φέρε δὴ πρῶτον ἐπισκεψώμεθα περὶ τῶν προκαταρκτικῶν λεγομένων αἰτίων, κανόνα τῆς κρίσεως τὸ φαινόμενον τιθέμενοι.
来吧,让我们首先考察所谓的“前因”,并将现象设定为判定的标准。
καὶ πρῶτός γε ὁ μεθοδικὸς παρελθὼν ᾧδέ πως λεγέτω· Τί δή ποτε ψύξεις τε καὶ ἐγκαύσεις, καὶ μέθας, καὶ ἀπεψίας, καὶ πλησμονὰς, καὶ ἐνδείας, καὶ κόπους, καὶ ἐνεργείας, καὶ ἐδεσμάτων ποιότητας, καὶ ἐθῶν ὑπαλλαγὰς, ὦ δογματικοί τε καὶ ἐμπειρικοὶ, μάτην πολυπραγμονεῖτε;
且让循法派先走上前来,大致这样说道:“教条主义者和经验主义者啊,你们为什么要在冷、热、醉酒、消化不良、过饱、饥饿、疲劳、活动、食物质量以及习惯改变上徒劳地多管闲事呢?
πότερον ταῦτ’ ἰᾶσθαι μέλλετε, τὰς ἐν σώματι παρέντες διαθέσεις, ἃ τὴν ἀρχὴν οὐδὲ πάρεστιν, οὐκέτι τῶν τοιούτων οὐδὲν, ἀλλὰ αὐτὰ μὲν οἴχεται, τὸ δ’ ὑπ’ αὐτῶν γενόμενον ἐν τῷ σώματι μένει, καὶ τοῦτο χρὴ ἰᾶσθαι·
难道你们打算放弃身体里的病态去治疗这些东西吗? 可这些东西起初甚至根本不再存在,这类事物已经荡然无存,它们自己早已离去,而由它们在身体中产生的结果却留存下来,这才是必须治疗的;因为这才是病态。
τοῦτο γάρ ἐστι τὸ πάθος. ἐπισκεπτέον οὖν αὐτὸ, οἶόν τί ἐστιν.
因此必须考察它,看它是怎样的。
εἰ μὲν γὰρ στεγνὸν χαλαστέον, εἰ δὲ ῥοῶδες, σταλτέον, ὑφ’ ὅτου ἂν αἰτίου γεγονὸς ἑκάτερον ᾗ.
因为如果是紧缩的就应当予以弛缓,如果是流出的就应当予以收敛,无论这两者是由什么原因引起的。
εἰς τί δὴ οὖν ἔτι τὸ αἴτιον ὠφελεῖ, μήτε τοῦ ῥοώδους ποτὲ χαλάσεως δεομένου, μήτε τοῦ στεγνοῦ στάλσεως, ἢ πάντως εἰς οὐδὲν, ὥς γε τὸ πρᾶγμα αὐτὸ δείκνυσιν.
那么,既然流出性病态绝不需要弛缓,紧缩性病态也绝不需要收敛,原因究竟还有什么用呢? 正如事情本身所表明的那样,显然毫无用处。
ὅμοιος δὲ ὁ λόγος τοῖς μεθοδικοῖς καὶ περὶ τῶν ἀδήλων καὶ συνεκτικῶν ὀνομαζομένων αἰτίων.
”循法派对于所谓的“隐因”和“结合因”也有着相似的论调。
καὶ γὰρ ἐκεῖνα περιττά φασιν εἶναι, τοῦ πάθους τὴν οἰκείαν θεραπείαν ἐνδεικνυμένου, καὶ χωρὶς τοῦ γνωσθῆναι τὴν αἰτίαν, ὑφ’ ἧς ἐγένετο.
因为他们说,那些也是多余的,因为即使不知道产生病态的原因,病态本身也会指示其特有的治疗方法。
τῷ δ’ αὐτῷ τρόπῳ τῶν λόγων ἐπί τε τὰς ὥρας, καὶ τὰς ἡλικίας, καὶ τὰ χωρία μεταβαίνουσι, θαυμάζουτες κᾀνταῦθα τῶν παλαιῶν ἰατρῶν, εἰ μὴ συνίασιν οὕτως ἐναργοῦς πράγματος.
他们以同样的论证方式转向季节、年龄和地区,并在这些问题上同样对古希腊的医生们感到惊异,因为他们居然不明白如此显而易见的事理。
ἡ γάρ τοι φλεγμονὴ, πάθος οὖσα στεγνὸν, ὥς φασιν, οὐ δήπου, θέρους μὲν εἰ γένοιτο.
因为他们声称,炎症本是紧缩性的病态,难道在夏天发生就需要弛缓性的治疗手段,在冬天发生就需要其他手段吗?
τῶν χαλώντων δεῖται βοηθημάτων, χειμῶνος δὲ ἄλλων τινῶν, ἀλλ’ ἀμφοτέραις ὥραις τῶν αὐτῶν.
不,在两个季节都需要相同的手段。
οὐδ’ ἐπὶ μὲν τῆς τῶν παίδων ἡλικίας τῶν χαλαστικῶν, ἐπὶ δὲ τῆς τῶν πρεσβυτέρων τῶν στελλόντων.
在儿童的年龄段并不需要弛缓手段,在老年人中也不需要收敛手段。
οὐδ’ ἐν Αἰγύπτῳ μὲν τῶν χαλώντων, Ἀθήνῃσι δὲ τῶν ἐπεχόντων.
在埃及并不需要弛缓手段,在雅典也不需要抑制手段。
ἀνάπαλιν δὲ τῇ φλεγμονῇ τὸ ῥοῶδες πάθος ὑπάρχον οὐδέποτε τῶν χαλώντων, ἀλλ’ ἀεὶ τῶν στελλόντων δεῖται, καὶ χειμῶνος, καὶ θέρους, καὶ ἦρος, καὶ φθινοπώρου, καὶ παιδὸς ὄντος τοῦ νοσοῦντος, καὶ ἀκμάζοντος, καὶ γέροντος, καὶ εἰ τύχοι περὶ τὴν Θρᾴκην ἢ τὴν Σκυθίαν ἢ τὴν Αἰθιοπίαν εἶναι ὁ ἀῤῥωστῶν.
相反,作为与炎症对立的流出性病态,绝不需要弛缓手段,而是始终需要收敛手段,无论是在冬季、夏季、春季、秋季,无论患者是儿童、壮年还是老人,甚至就算病人刚好身在色雷斯、斯基泰或埃塞俄比亚也是如此。
οὐκ οὖν οὐδὲν τῶν τοιούτων εἰς οὐδὲν χρήσιμον εἶναί φασι, ἀλλὰ μάτην ταῦτα πάντα πολυπραγμονεῖσθαι.
因此,他们说这类事物没有一件对任何事情是有用的,所有这些都是徒劳的无事忙。
τί δὲ καὶ τὰ μέρη τοῦ σώματος ἐπισκοπῆσαι;
那考察身体部位又如何呢?
ἆρ’ οὐ καὶ ταῦτα μάταια πρὸς ἔνδειξιν θεραπείας;
难道这些在治疗指征上不也是徒劳的吗?
ἢ τολμησάτω τις εἰπεῖν, ὡς ἐν μὲν τῷ νευρώδει μορίῳ τὴν φλεγμονὴν χαλαστέον, ἐν δὲ τῷ ἀρτηριώδει, ἢ φλεβώδει, ἢ σαρκώδει σταλτέον.
或者谁敢说在腱多部位的炎症应当予以弛缓,而在动脉、静脉或肉多的部位应当予以收敛?
ἢ ὅλως, εἴ τι στεγνὸν ἔν τινι μέρει τοῦ σώματος γένοιτο, τολμησάτω τις εἰπεῖν, ὡς οὐ χαλαστέον αὐτὸ, ἢ οὐ σταλτέον τὸ ῥοῶδες.
或者总而言之,如果在身体的某个部位发生了紧缩,谁敢说不应当予以弛缓,或者不应当收敛流出?
εἰ τοίνυν ἡ τοῦ μέρους φύσις οὐδὲν ὑπαλλάττει τῆς θεραπείας τὸν τρόπον, ἀλλὰ καὶ κατὰ τὸ γένος τοῦ πάθους ἡ τῶν βοηθούντων εὕρεσις, ἄχρηστος φανερῶς ἡ τοῦ μέρους ἐπίσκεψις, ὁ μὲν δὴ μεθοδικὸς τοιοῦτος, ὡς τύπῳ φάναι.
因此,如果部位的性质完全不改变治疗的方式,而治疗手段的发现是根据病态的属,那么对部位的考察显然是无用的。 粗略地说,循法派的大致主张就是如此。 因此,如果部位的性质完全不改变治疗的方式,而治疗手段的发现是根据病态的属,那么对部位的考察显然是无用的。粗略地说,循法派的大致主张就是如此。

词汇与语法注释

  1. §7Ὡς δ’ ἄν τις μάλιστα δοκοίη μοι κρῖναι — 带 ἄν 和 希求式(δοκοίη)的 ὡς 引导间接疑问句,修饰主句动词 φράσω。使用希求式 δοκοίη 含有潜在可能性(potential optative)的语气。
  2. ¦p.84¦μείζων ἢ κατὰ τοὺς εἰσαγομένους — 比较级(μείζων)后接 ἤ κατά 及宾格,表示限制性比较,意为“超出……的水平或标准”。在此处表示“对于入门者而言过于深奥(超出了入门者的水平)”。
  3. ¦p.85¦ὑφ’ ὅτου ἂν αἰτίου γεγονὸς ἑκάτερον ᾗ — 关系代词 ὅστις(此处为属格 ὅτου)连同 ἂν 及虚拟式 ᾗ,与现在完成分词 γεγονός 一起,表示让步性的泛指关系从句,意为“无论这两者中的哪一个是由什么原因引起的”。

引用这一段

盖伦, 致初学者的诸学派 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg004.humanitext-grc1:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。