§8#1Παρίτω δ’ ἐπ’ αὐτῷ δεύτερος ὁ ἐμπειρικὸς, ᾧδέ πως λέγων·
そして、彼の次に、第二の者として経験派が進み出て、大体次のように言うようにしよう。
Ἐγὼ τῶν φαινομένων πλέον οὐδὲν οἶδα, οὐδὲ ἐπαγγέλλομαί τι σοφώτερον, ὧν πολλάκις ἐθεασάμην.
「私は現象以上のことは何も知らないし、自分が何度も見てきたことよりも何か知恵のあることを約束することもしない。
εἰ μὲν δὴ ἀτιμάζοις τὸ φαινόμενον, ὥσπερ τινὸς ἔμπροσθεν ἀκοῦσαί μοι δοκῶ σοφιστοῦ, καὶ ἡμῖν ὥρα πρὸς τοὺς τιμῶντας αὐτὸ τὸ φαινόμενον ἀπαλλάττεσθαι, οὐδ’ ἂν ἤδη νικῴης νίκην Καδμείαν.
もしあなたが現象を軽視するなら、まるでさっき私がどこかのソフィストから聞いたように、私たちとしては、その現象を尊重する人たちの方へと去って行く時であり、あなたにはもはやカドメイアの勝利さえ得られないだろう。
εἰ δ’, ὥσπερ καὶ κατ’ ἀρχὰς ἤκουσά σου, τὸ μὲν ἄδηλον ἅπαν ἄχρηστον εἶναι φάσκοντος, ἕπεσθαι δ’ ὁμολογοῦντος τοῖς ἐναργέσι, τάχα ἄν σοι δείξαιμι τὸ παρορώμενον, ὑπομνήσας τοῦ φαινομένου.
しかし、もし、私が最初にもあなたから聞いたように、あなたが隠れたものはすべて無用であると主張し、明白なものに従うと合意しているなら、私は現象を思い起こさせることによって、あなたが見過ごしていることをすぐにでも示すことができるだろう。
δηχθέντες ὑπὸ κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς ἐπορεύθησαν ἰάσεως δεόμενοι.
狂犬病の犬に噛まれた二人の男が、治療を求めて馴染みの医師たちのところへ行った。
μικρὸν δ’ ἦν ἑκατέρων τὸ ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διηρῆσθαι.
二人の傷口はいずれも小さく、皮膚全体が裂けてさえいないほどであった。
καὶ τὴν θεραπείαν ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνον, μηδὲν ἄλλο πολυπραγμονῶν, καὶ ὀλίγων γε ἡμερῶν ὑγιὲς ἀπέφηνε τὸ μέρος.
そして、彼らのうち一方は傷口の治療だけを行い、他のことを一切詮索せず、数日のうちにその部位を健康な状態に戻した。
ὁ δὲ ἕτερος, ἐπειδὴ λυττᾷν ἔγνω τὸν κύνα, τοσοῦτον ἀπέδει τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ ἕλκος, ὥστε αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον, ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου συχνοῦ, καὶ πίνειν προσηνάγκαζεν αὐτὸν ἐν τῷ χρόνῳ τούτῳ φάρμακα, καὶ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός.
しかし他方は、犬が狂犬病であることを知ると、傷口に瘢痕を作って塞ぐのを急ぐどころか、逆に常に傷をさらに大きくするようにし、かなりの期間にわたって強力で刺激の強い薬を用い、その期間中、自ら言うところの薬や狂犬病の治療薬を彼に無理やり飲ませた。
καὶ δὴ καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις.
そして実際、二人に起こった出来事は次のような結末となった。
ὁ μὲν ἐσώθη τε καὶ ὑγιὴς ἐγένετο, ὁ πίνων τὰ φάρμακα· ὁ δὲ ἕτερος, οὐδὲν ἔχειν οἰόμενος κακὸν, ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ, καὶ σπασθεὶς ἀπέθανεν.
薬を飲んでいた方は救われて健康になったが、他方は、自分には何も悪いところはないと思っていたが、突然水を恐れるようになり、痙攣を起こして死亡した。
ἆρά σοι δοκεῖ μάτην τὸ προκαταρκτικὸν αἴτιον ἐν τούτοις ἐρευνᾶσθαι;
あなたには、これらのことにおいて先行原因を詮索することが無駄であると思われるだろうか。
ἢ δι’ ἄλλο τι ἀπέθανεν ὁ ἄνθρωπος, πλὴν διὰ τὴν ὀλιγωρίαν τοῦ ἰατροῦ, μήτε πυνθανομένου περὶ τῆς αἰτίας μηδὲν, μήτε τὴν τετηρημένην ἐπ’ αὐτῇ θεραπείαν παραλαβόντος;
それとも、あの男が死亡したのは、医師の怠慢――原因について何も尋ねず、それに対して観察されてきた治療法を採用しなかったこと――以外の何か別の理由によるものだろうか。
ἐμοὶ μὲν γὰρ οὐ δι’ ἄλλο τι οὐδὲν φαίνεται, ἢ διὰ τοῦτο.
なぜなら、私には、それ以外の理由によるものとは全く思われないからである。
ἐπεὶ δὲ τῷ φαινομένῳ ἕπομαι, παρελθεῖν οὐ δύναμαι τοιοῦτον οὐδὲν αἴτιον.
私は現象に従うものであるから、このような原因を無視することはできない。
οὕτω δὲ καὶ ἡλικίαν οὐ δύναμαι παραδραμεῖν, οὐδὲ ἀτιμάζειν.
同様に、年齢を無視することも軽視することもできない。
καὶ γὰρ κᾀνταῦθ’ ἀναγκάζει με πιστεύειν τὸ φαινόμενον, τῶν αὐτῶν κατὰ πάντα παθῶν οὐ πάντη τὴν αὐτὴν θεραπείαν ἐχόντων, ἀλλ’ ἔστιν ὅτε τοσοῦτον διαφέρουσιν ἐν ταῖς διαφόροις ἡλικίαις, ὥστε μηδὲ ποσότητι μόνον, ἢ τρόπῳ βοηθημάτων διαλλάττειν, ἀλλ’ ὅλῳ τῷ γένει.
なぜなら、ここにおいても現象が私に信じることを強いるからである。 すなわち、あらゆる点で同じ病態であっても、全く同じ治療法を持つわけではなく、異なる年齢層においては非常に異なることが時としてあり、その結果、治療手段の量や方法において異なるだけでなく、その種類全体において異なるほどだからである。
πλευριτικοὺς γοῦν πολλοὺς ἀκμάζοντάς τε καὶ ἰσχυροὺς εἶδον ἐγὼ πολλάκις, καὶ ὑφ’ ἡμῶν αὐτῶν φλεβοτομουμένους, ἀλλ’ οὐδένα τῶν ἐν ἐσχάτῳ γήρᾳ, ἢ κομιδῇ σμικρὸν παῖδα·
現に、私は壮年で頑健な多くの肋膜炎患者を、しばしば私たち自身によって瀉血されるのを何度も見たが、極度の老齢にある者や、ごく幼い子供が瀉血されるのは見たことがない。
οὔθ’ ὑμεῖς ἐτολμήσατε διὰ φλεβὸς κενοῦν, οὔτ’ ἄλλος οὐδεὶς οὐδεπώποτε.
あなた方も血管から瀉血することをあえてしなかったし、他の誰もかつてしたことがない。
τί δὲ, ὅταν Ἱπποκράτης εἴπῃ, ὑπὸ κύνα, καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι; καὶ ὅταν αὖ πάλιν, θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω;
では、ヒッポクラテスが『ドッグ・スターの下で、そしてドッグ・スターの前に、薬物投与は困難である』と言うとき、また、彼が再び『夏には上を薬で浄化し、冬には下を浄化せよ』と言うときはどうか。
πότερον ἀληθεύειν ὑμῖν, ἢ ψεύδεσθαι δοκεῖ;
あなた方には、彼が真実を言っていると思われるか、それとも嘘を言っていると思われるか。
καθ’ ἑκάτερον γὰρ ἀπορήσειν ὑμᾶς ἀποκρίσεως οἴομαι.
というのも、いずれの場合であっても、あなた方は答えるのに困るだろうと私は思うからである。
ψεύδεσθαι μὲν γὰρ εἰ φαίητε, τὸ φαινόμενον ἀτιμάζετε, ὃ τιμᾷν προσποιεῖσθε.
もし嘘を言っていると言うなら、あなた方は自分が尊重するふりをしている現象を軽視することになる。
φαίνεται γὰρ οὕτως ἔχειν τἀληθὲς, ὡς Ἱπποκράτης λέγει.
なぜなら、真実はまさにヒッポクラテスが言う通りであるように見えるからである。 」