§9ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων ἐπὶ τέχνης μάθησιν ὥρμησθε·
さあ、我が子らよ、私の言葉を聞いて技術の学習に邁進している者たちよ。
μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε ματαιοτεχνίαν ἢ κακοτεχνίαν ἐκδιδάξηται, γιγνώσκοντας ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὔκ ἐστι τὸ τέλος βιωφελές, ταῦτ’ οὐκ εἰσὶ τέχναι.
詐欺師やペテン師のような者があなた方を欺いて、無用な技術や悪しき技術を教え込むことが決してないようにしなさい。 その営みのうち、目的が生活に有益でないものはすべて、技術ではないとわきまえつつ。
καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἷον τό τε πετευρίζειν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον. . . οἷα τὰ Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου.
そして、他のものについては、それらのどれも技術ではないとあなた方が十分わきまえていると私は確信している。 例えば、空中宙返りをすること、細い綱の上を歩くこと、目を回さずにぐるぐる回転すること、… アテナイのミュルメキデスやラケダイモンのカリクラテスの(作った)もののような(極小の細工物)である。
τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μή ποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι [τετιμημένον] ἡμερησίαις ἀργυρίου δόσεσιν καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων ὡς προκριθῆναί τινος τέχνης.
しかし、アスリートの営みだけは懸念している。 これが身体の強健さを約束し、大衆の間で評判を呼び、父祖たちのもとで公的に日当の支給によって重んじられ、全体として最高の功労者と同等に名誉を与えられていることで、若者たちの誰かを欺き、何らかの技術よりも優先されるようになってしまいはしないかと。
ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ·
それゆえ、これについて事前によく検討しておく方がよい。
εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος.
検討を怠っている事柄において、人は誰しも欺かれやすいからである。
τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ θεοῖς τε καὶ τοῖς ἀλόγοις ζῴοις, τοῖς μὲν καθ’ ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν.
さて、人間の種族は、我が子らよ、神々と理性のない動物たちの両方に共通の性質を持っている。 神々とは理性的である限りにおいて、動物たちとは死すべきものである限りにおいて。
βέλτιον οὖν ἐστι τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν, ἀποτυχόντες δ’ οὐκ αἰσχυνούμεθα τῶν χειρίστων ζῴων ἐλαττούμενοι.
それゆえ、より優れた存在との共通性に気づいて、教育に配慮する方がよい。 これを得れば私たちは最大の善を手にすることになり、得られなければ最悪の動物たちよりも劣っていることを恥じずにいられるだろうか。
σώματος δ’ ἄσκησις ἀθλητικὴ ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ τῶν ἀλόγων ζῴων οὐδέπω κρείττων.
一方で、身体のアスリート的な鍛錬は、失敗すれば最も醜く、成功したところで、理性のない動物たちよりも決して優れてはいない。
τίς γὰρ λεόντων ἢ ἐλεφάντων ἀλκιμώτερος, τίς δ’ ὠκύτερος λαγωοῦ;
ライオンや象よりも強い者がいるだろうか、野ウサギより速い者がいるだろうか。
τίς δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινοῦμεν, οὕτως καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν ἢ δίσκον ἔρριψαν ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν.
また、私たちが神々を称賛するのも技術以外の何ものによってでもないこと、同様に人間のうち最も優れた者たちが神的な栄誉に値するとみなされるのも、彼らが競技でうまく走ったからでも、円盤を投げたからでも、レスリングをしたからでもなく、技術による恩恵のゆえであることを、誰が知らないだろうか。
Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην εἴτ’ ἀρχῆθεν θεοί, τιμῶν ἀξιοῦνται μεγίστων, ὃ μὲν διὰ τὴν ἰατρικήν, ὃ δ’ ὅτι τὴν περὶ τὰς ἀμπέλους ἠμᾶς τέχνην ἐδίδαξεν.
アスクレピオスやディオニュソスは、かつて人間であったにせよ、最初から神であったにせよ、最大の栄誉に値するとみなされている。 一方は医術のゆえに、他方は葡萄に関する技術を私たちに教えたがゆえに。
εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον·
もし私を信じる気が起きないなら、せめてピュティアの神を畏れなさい。
οὗτός ἐστιν ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας ὧδ’ εἶπεν·
この神こそ、ソクラテスを万人のうちで最も賢いと言い、リュクルゴスに呼びかけてこう言った神である。
ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηὸν
Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι.
「汝、リュクルゴスよ、我が豊かな神殿に来たれり、ゼウスに愛され、オリンポスに住まうすべての神々に愛されし者よ。
δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον,
ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.
汝を神と神託すべきか、人と言うべきか、私は迷う。 だが、なおいっそう神と望み見る、リュクルゴスよ。
ὁ δ’ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια·
」また、この同じ神は、死せるアルキロコスをも並大抵でなく重んじていることが明らかである。
τὸν γοῦν φονέα βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ διεκώλυσεν εἰπών ‘Μουσάων θεράποντα κατέκτανες· ἔξιθι νηοῦ’.
実際、彼の殺害者(殺した者)が神殿に入ろうとしたとき、「ミューズたちの召使いを汝は殺した。 神殿から去れ」と言ってこれを阻んだのである。