§8ἐπαινέσειε δ’ ἄν τις καὶ τὸν Ἀθήνησι νομοθέτην, ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς τρέφεσθαι.
アテナイの立法者を称賛することもできよう。 彼は、息子に技術を教えなかった者が、息子によって養われることを禁じたのである。
τέχνης 〈γὰρ〉 ἁπάσης κατ’ ἐκεῖνον μάλιστα τὸν χρόνον ἀσκουμένης ἡνίχ’ ὡραιότατα φαίνεται τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον ὅτ’ οὐδὲν ὄφελος λέγειν ‘εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με διώλεσε, κακῶς ὀλέσθαι’.
というのも、肉体が最も美しい盛りに見えるまさにその時期に、あらゆる技術が修練されるのであるが、美しさのゆえに人目を引く存在となった多くの者たちが、自らの魂を省みないということになり、その後、何にもならない時になってから、「私を滅ぼしたこの美しさが、無残に滅んでしまっていればよかったのに! 」と言うことになるからである。
τηνικαῦτα δ’ αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου.
その時になって初めて、彼らには、何よりも人生の終わりを見届けるよう勧めるソロンの教えが心に浮かぶのである。
εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς, καὶ τὸν Εὐριπίδην ἐπαινοῦσι λέγοντα οὐκ ἀσφαλὲς εἶναι περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.
それから彼らは老境をののしるが、本来は自分自身をののしるべきなのである。 そして、「美しさが人生の半ばを越えて保たれるのは危険である」と言うエウリピデスを称賛する。
ἄμεινον οὖν ἐστιν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν ἐπαινεῖν 〈ἐκεῖνόν〉 τε καὶ τὴν Λεσβίαν λέγουσαν ‘ὁ μὲν γὰρ καλὸς ὅσσον ἰδεῖν πέλεται 〈καλός〉, ὁ δὲ κἀγαθὸς αὐτίκα καὶ καλὸς ἔσται’, πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ, τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα·
したがって、若者たちの若々しい盛りは春の花に似て、そのもたらす喜びが一時的なものにすぎないことをわきまえ、あの人や、「美しい人は見かけにおいてのみ美しいが、善き人はただちに美しくもあるだろう」と言うレスボスの女性を称賛し、また同じ考えを示しているソロンに従い、一方で、老境というものを、靴や衣服だけでなく、適切な住居やその他無数のものを必要とする、待ち伏せしている過酷な冬のようなものと見なして、優れた船長が嵐に対してずっと前から準備するように、それ(老境)に備える方がはるかに勝っている。
μοχθηρὸν γὰρ τὸ ‘ῥεχθέν δέ τε νήπιος ἔγνω’.
なぜなら、「事が起こってから愚者も気づく」というのは惨めなことだからである。
πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον ἀνάσκητον νέου κάλλος;
というのも、修練を積んでいない若者の美しさが、何に役立つと人は言えるだろうか。
ἆρά γ’ εἰς πόλεμον;
はたして、戦争だろうか。
καὶ μὴν οὐκ 〈ἂν〉 ἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοις ‘ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο’ 〈ἢ〉 ‘ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε’.
実に、そのような者たちに対して、「だがお前は好ましい婚礼の営みに従うがよい」とか、「いや、家に入って、お前自身の仕事を切り盛りするがよい」と皮肉を込めて言うのは、的外れではないだろう。
καὶ γὰρ ὁ Νιρεὺς ‘κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν, ἀλλ’ ἀλαπαδνὸς ἔην’, καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων.
なぜなら、ニレウスもまた「最も美しい男としてイリオスへ行ったが、無力であった」のであり、このためにホメロスは、美しき男たちが人生に役立つ他のものを何一つ持たないときの無用さを示すために(と私には思われるが)、船の目録の中でたった一度だけ彼に言及したからである。
οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον.
また、不運な者たちの一部が敢えて言うように、美しさが金儲けに役立つわけでもない。
ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν, ὁ δ’ ἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι καὶ διὰ παντὸς ἐπονείδιστος.
なぜなら、自由人にふさわしく、名誉があり、確実な金儲けというのは、技術から生じるのが常であり、一方で身体や美しさから生じる金儲けは醜く、常に不名誉なものだからである。
χρὴ τοίνυν τὸν νέον πειθόμενον τῷ παλαιῷ παραγγέλματι τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι τοιαύτην εἶναι καὶ τὴν ψυχήν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν, εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς, ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν ‘ἄλλος δ’ αὖτ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ·
それゆえ、若者は古い格言に従い、鏡で自分の姿を見て、もし見かけが美しいならば、美しい身体の中に醜い魂が宿るのを不条理と考えて、魂も同様に美しくなるよう鍛錬すべきであり、もし身体の容姿が醜く思われるならば、なおさら魂を気にかけるべきである。 そうすれば、ホメロスの次の言葉を口にできるようになるだろう。 「別の男は容姿において劣っている。
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν·
しかし神がその姿を言葉で飾り、人々は彼を喜びのうちに見つめる。
ὃ δ’ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
彼は穏やかに、敬意に満ちた優しい言葉で語り、集まった人々の中で際立っている。
ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’.
都を行くとき、人々は彼を神のように見上げるのだ。
ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται μήτ’ ἐπὶ γένους λαμπρότητι μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαρρήσαντας καταφρονῆσαι τέχνης ἀσκήσεως.
」したがって、これまで述べてきたすべてのことから、全くの愚者でない限り、家柄の輝かしさや、富、美しさを頼みにして、技術の修練を軽んじてはならないということが明白に示されるのである。
αὐτάρκη μὲν οὖν καὶ ταῦτα· κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους οἷον ἀγαθόν τινα ἐπῳδόν.
それゆえ、これらのことで十分であるが、一種の優れた魔除けの呪文のように、ディオゲネスのあの出来事を付け加えるのは、おそらくさらに良いことだろう。
ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δ’ ἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος ὡς πτύσων εἶτ’ ἐν κύκλῳ περισκοπήσας εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσεν, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας.
彼は、自らの所有物すべてについては細心に手入れをしていたものの、自分自身だけは完全に放ったらかしにしていたある人物の家でもてなされた際、唾を吐こうと咳払いをし、辺りを見回したのち、周囲の何ものにも吐きかけず、その家の主人自身にまともに唾を吐きかけたのである。
ἀγανακτοῦντος δ’ αὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος οὐδὲν ἔφησεν ὁρᾶν οὕτως ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν ὡς ἐκεῖνον.
主人が憤慨してその理由を尋ねると、家の中のもので彼ほど放置されているものは何一つ見当たらなかった、と彼は言った。
τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δ’ ἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι θεῶν εἰκόνας ἔχον [ἐξ αὐτῶν] διατετυπωμένας, ἅπαντά 〈τε〉 τὰ σκεύη λαμπρὰ καὶ καθαρὰ καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι, μόνον δ’ ἐκεῖνον ὁρᾶν ἠμελημένον.
というのも、壁はすべて見事な絵画で飾られ、床は神々の姿がモザイクで描き出された高価な小石で敷き詰められており、道具はすべて輝かしく清潔で、敷布や寝台も美しく整えられているのに、あの主人だけが放置されているのを目にしたからである。
εἴθισται δ’ ἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων ἀποπτύειν.
そして、人間は皆、身の回りにある最も価値のない場所に唾を吐くのが習慣だからである。
μὴ τοίνυν ἐάσῃς, ὦ μειράκιον, ἄξιον τοῦ προσπτύεσθαι γενέσθαι σεαυτόν, μηδ’ ἂν ἅπαντά σοι τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ.
それゆえ、若者よ、他すべてのものがあなたにとって極めて美しく整っているように思われるとしても、自分自身を唾を吐きかけられるに値する存在にしておいてはならない。
σπάνιον μὲν γάρ ἐστι καὶ τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ πλούσιον εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν.
なぜなら、高貴であり、富んでおり、同時に美しいという、それらすべてを同時に手に入れることは稀だからである。
εἰ δ’ ἄρα καὶ συνέλοι ποτέ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν αὐτὸν κατάπτυστον εἶναι.
しかし、もしそれらが万一すべて揃ったとしても、所有するあらゆるものの中で、自分だけが唾を吐きかけられるべき存在であるとしたら、それは恐るべきことだからである。