Humanitext Reader

盖伦 · 劝学篇 §9

摒弃无用技艺与竞技训练并崇尚真正的技术

第 6 段,共 11 段 · 希腊语

内容简介

作者告诫年轻人要致力于真正的教育,而不要被无用的伪技术或使人等同于动物的体育锻炼所迷惑,并引用神谕证明神明自身亦重视技术所带来的恩惠。

§9ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων ἐπὶ τέχνης μάθησιν ὥρμησθε· μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε ματαιοτεχνίαν ἢ κακοτεχνίαν ἐκδιδάξηται, γιγνώσκοντας ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὔκ ἐστι τὸ τέλος βιωφελές, ταῦτ’ οὐκ εἰσὶ τέχναι.
来吧,孩子们,你们听了我的话,已经致力于学习技术的人啊;绝不要让任何骗子和江湖术士欺骗你们,并向你们传授无用的技术或有害的技术,因为你们要知道,凡是其目的对生活无益的行当,都不是技术。
καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἷον τό τε πετευρίζειν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον. . . οἷα τὰ Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου.
对于其他行当,我完全相信你们知道这些没有一个是技术,比如在空中翻筋斗、在细绳上行走、以及在圈子里打转而不眩晕…… 就像雅典人米尔梅基德斯和拉刻代蒙人卡里克拉特斯的那些作品一样。
τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μή ποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι [τετιμημένον] ἡμερησίαις ἀργυρίου δόσεσιν καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων ὡς προκριθῆναί τινος τέχνης.
但我唯独对运动员的行当有所顾虑,唯恐它既然许诺了身体的强壮,又引来了大众的赞誉,并在父辈那里因每日的资金资助而获得公开发表尊崇,且总体上获得了与最优秀功臣同等的荣耀,从而欺骗了某些年轻人,使之被置于任何技术之上。
ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος.
因此,最好事先对此进行考察;因为每个人在未经审视的事情上都是容易受骗的。
τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ θεοῖς τε καὶ τοῖς ἀλόγοις ζῴοις, τοῖς μὲν καθ’ ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν.
孩子们,人类这一种族,既与神明共有特征,也与无理性的动物共有:与前者相同在于具有理性,与后者相同在于终有一死。
βέλτιον οὖν ἐστι τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν, ἀποτυχόντες δ’ οὐκ αἰσχυνούμεθα τῶν χειρίστων ζῴων ἐλαττούμενοι.
因此,最好能意识到我们与更优越者的共同之处,而去关切教育;若能获得教育,我们将拥有最大的善,但若失去它,难道我们不会因劣于最差的动物而感到羞耻吗?
σώματος δ’ ἄσκησις ἀθλητικὴ ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ τῶν ἀλόγων ζῴων οὐδέπω κρείττων.
另一方面,身体的体育锻炼如果失败,是最可耻的;而即使成功,也绝不比无理性的动物更好。
τίς γὰρ λεόντων ἢ ἐλεφάντων ἀλκιμώτερος, τίς δ’ ὠκύτερος λαγωοῦ;
因为有谁比狮子或大象更强壮,又有谁比野兔更敏捷呢?
τίς δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινοῦμεν, οὕτως καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν ἢ δίσκον ἔρριψαν ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν.
谁不知道,我们赞美神明不为别的,正是因为他们的技术,同样,人类中最优秀的人被认为配受神圣的荣耀,不是因为他们在比赛中跑得好,或者扔了铁饼,或者进行了摔跤,而是因为来自技术的恩惠?
Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην εἴτ’ ἀρχῆθεν θεοί, τιμῶν ἀξιοῦνται μεγίστων, ὃ μὲν διὰ τὴν ἰατρικήν, ὃ δ’ ὅτι τὴν περὶ τὰς ἀμπέλους ἠμᾶς τέχνην ἐδίδαξεν.
阿斯克勒庇俄斯和狄奥尼索斯,无论他们以前是人还是起初就是神,都被认为配受最大的荣耀,前者是因为医术,后者是因为他教会了我们关于葡萄藤的技术。
εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον· οὗτός ἐστιν ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας ὧδ’ εἶπεν· ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι.
如果你不愿意听从我,至少要敬畏那皮提亚的神明;正是他曾说苏格拉底是所有人中最智慧的,并对莱库古呼唤道: “你来到了我富饶的殿宇,莱库古啊,你为宙斯所爱,也为所有拥有奥林匹斯居所的神明所爱。
δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.
我正思量着该预言你为神还是为人,但莱库古啊,我更期盼你是个神。
ὁ δ’ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια· τὸν γοῦν φονέα βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ διεκώλυσεν εἰπών ‘Μουσάων θεράποντα κατέκτανες·
” 而这位同一位神明,显然对死去的阿耳基洛科斯也给予了非同寻常的尊崇;至少,他阻止了想要进入他殿宇的杀手,说道:“你杀害了缪斯们的仆人;离开殿宇。
ἔξιθι νηοῦ’.

词汇与语法注释

  1. p.12ὑποπτεύω, μή ποτ’ ἄρα τοῦτο ... ἐξαπατήσῃ — 表示担忧的动词 ὑποπτεύω 后接 μή 以及虚拟式 ἐξαπατήσῃ,构成悬念从句(“我唯恐这……会欺骗”)。主语是 τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα(运动员的行当),由于中间插入了较长的分词句和同格表达,导致主导动词与虚拟式之间距离较远,但其骨架依然是 ὑποπτεύω μή... ἐξαπατήσῃ。
  2. p.12οὐκ αἰσχυνούμεθα τῶν χειρίστων ζῴων ἐλαττούμενοι — 伴随着条件分词 ἀποτυχόντες(如果失败),主句 οὐκ αἰσχυνούμεθα οὐκ αἰσχυνούμεθα ... ἐλαττούμενοι 可以被理解为修辞性疑问句(“难道我们不会因为劣于最差的动物而感到羞耻吗?”),或者理解为对不知羞耻状态的陈述(“我们甚至不觉得羞耻,尽管我们已经劣于最差的动物”)。此处采用了反问的解读,用以强调堕落到最差动物之下是极大的耻辱。
  3. p.13δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον — δίζω 是史诗和伊奥尼亚方言动词 δίζημαι(寻找、疑惑、思量)的主动形式,此处作第一人称单数现在直行式。它引入了由 ἤ... ἤ...(是……还是……)引导的双重间接(或并列直接)疑问句,意为“我正思量着该预言你为神还是为人”。

引用这一段

盖伦, 劝学篇 §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg001.humanitext-grc2:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。