§4τοὺς δέ γε τῇ Τύχῃ συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς, ὀχουμένους δ’ ἐπ’ ἐλπίδων ἀεὶ καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας, ἐνίους μὲν ἐγγὺς ἐνίους δὲ πορρωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους.
他方、運に従い行く者たちは、皆が怠惰で技術を知らないことに君は気づくだろう。 彼らは常に希望に乗せられ、駆け抜ける女神(運)と共に走り、ある者は近くを、ある者は遠くを、またある者は彼女の手そのものにすがりついている。
ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον ἐκεῖνον τὸν Λυδὸν ὄψει καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσόν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς.
これらすべての人々の中に、あのリュディアのクロイソスをも、サモスのポリュクラテスをも見出すだろう。 そしておそらく君は、一方のためにはパクトロス川が黄金を流し、他方のためには海の魚たちさえも仕えているのを見て、驚嘆するだろう。
μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ καὶ Πρίαμον καὶ Διονύσιον.
また彼らと共に、キュロスやプリアモス、ディオニュシオスをも見出すだろう。
ἀλλὰ τούτων αὐτῶν ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις.
しかし、まさに彼らを、少し後に君は見ることになる。 ポリュクラテスは十字架につけられ、クロイソスはキュロスの支配下に、キュロス自身は他の者たちの支配下にあるのを。
ὄψει δὲ καὶ Πρίαμον καθῃρημένον καὶ Διονύσιον ἐν Κορίνθῳ.
また、プリアモスが没落し、ディオニュシオスがコリントスにいるのを見るだろう。
εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλον τὸν χορόν·
もし君が、もっと遠くから駆け抜ける彼女(運)を追いかけながらも、ついに彼女を捕らえることのできなかった他の人々をも観察するなら、君はこの合唱隊全体を憎むようになるだろう。
εἰσὶ 〈μὲν〉 γὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων, εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι καὶ ἅρπαγες πολλοί, 〈οἳ〉 δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων 〈τὰ〉 ἱερὰ συλήσαντες.
というのも、そこには多くの民衆指導者、ヘタイラ、男娼、友を裏切る者がおり、さらに多くの殺人者、墓あらし、強盗がいて、彼らは神々さえも恐れず、神々の神殿を略奪した者たちだからである。
§5ὁ δ’ ἕτερος τῶν χορῶν πάντες μὲν κόσμιοι καὶ τεχνῶν ἐργάται, οὐ θέουσι δὲ οὐδὲ βοῶσιν οὐδ’ ἀλλήλοις μάχονται·
他方の合唱隊は、全員が規律正しく、技術の働き手であり、走ることも、叫ぶことも、互いに争うこともない。
ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεός, ἀμφ’ αὐτὸν δ’ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος ἣν ἐκεῖνος ἔδωκεν οὐκ ἀπολείποντες·
むしろ、彼らの真ん中に神がおり、彼の周りに全員が秩序正しく整列し、各々が神の与えた場所を離れない。
οἱ μὲν ἔγγιστα τῷ θεῷ καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ φιλόσοφοι καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ γραμματικοί, τούτων δ’ ἐφεξῆς [ὁ δεύτερος χορὸς] ζωγράφοι πλάσται γραμματισταί, τέκτονές τε καὶ ἀρχιτέκτονες καὶ λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δ’ ἡ τρίτη τάξις, αἱ λοιπαὶ τέχναι πᾶσαι.
神に最も近く、その周囲に円状に配置されているのは、幾何学者、算術家、哲学者、医師、天文学者、文法学者たちであり、これらの次には、画家、彫刻家、小学校教師、大工、建築家、石彫師たちが、そして彼らの後には第3の階級として、他の残りのすべての技術が並んでいる。
κατὰ μέρη μὲν οὕτω κεκόσμηνται·
階級ごとにはこのように配置されている。
πάντες δὲ πρὸς τὸν θεὸν ἀποβλέπουσι κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι πειθόμενοι.
そして全員が、神の共通の命令に従って、神を仰ぎ見ている。
θεάσῃ δὲ κἀνταῦθα πολλοὺς μετ’ αὐτοῦ τοῦ θεοῦ, τετάρτην δή τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς Τύχης·
また君はここでも神自身のそばに多くの者を見出すだろう。 彼らは他の人々から選り抜かれた、いわば第4の階級であり、運に伴う者たちのようではない。
οὐ γὰρ ἀξιώμασι πολιτικοῖς οὐδὲ γένους ὑπεροχαῖς οὐδὲ πλούτῳ τοὺς ἀρίστους ὁ θεὸς οὗτος εἴθισται κρίνειν, ἀλλὰ τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων ἄγει, περὶ αὑτὸν ἔχων ἀεί.
なぜなら、この神は、政治的地位や家柄の優秀さ、富によって優れた人々を判定することを習慣とせず、むしろ、美しく生き、自らの技術において第一線に立ち、神の命令に従い、法にかなって技術を営む者たちを、尊び、他の人々よりも前に導き、常に自分の周囲に置くからである。
τοῦτον οἶμαι τὸν χορὸν νοήσας ὁποῖός ἐστιν οὐ μόνον ζηλώσεις ἀλλὰ καὶ προσκυνήσεις.
この合唱隊がどのようなものであるかを理解すれば、君はただ憧れるだけでなく、崇拝することさえするだろうと私は思う。
Σωκράτης ἔστιν ἐν αὐτῷ καὶ Ὅμηρος καὶ Ἱπποκράτης καὶ Πλάτων καὶ οἱ τούτων ἐρασταί, οὓς ἴσα καὶ τοῖς θεοῖς σέβομεν, οἷον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ θεοῦ.
ソクラテスがその中におり、ホメロス、ヒッポクラテス、プラトン、そして彼らの愛好者たちがいる。 我々は彼らを神々と等しく崇めている。 神の部下あるいは従者のような存在として。
〈καὶ〉 τῶν δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη ποτὲ πρὸς αὐτοῦ·
また、他のすべての者たちのうち、彼によってかつて無視された者は一人もいない。
οὐ μόνον γὰρ [τῶν] παρόντων πεφρόντικεν ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ ἀπολείπεται.
というのも、彼はそばにいる人々を気にかけるだけでなく、船旅をする者には同行し、難破した者たちのもとをも離れないからである。
Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων τοῦ σκάφους ἀπολομένου ἐπὶ τὰς Συρακοσίων ᾐόνας ἐξεβράσθη, πρῶτον μὲν ἐθάρρησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα γεωμετρικόν·
実際、アリスティッポスはかつて船旅の途中、船が沈没してシラクサの海岸に打ち上げられた際、砂の上に幾何学の図形があるのを見て、まず勇気を得た。
ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας, οὐκ εἰς βαρβάρους ἥκειν.
彼は、野蛮人のところではなく、ギリシア人や知恵ある人々のところに来たのだと考えたからである。
ἔπειτα παραγενόμενος εἰς τὸ Συρακοσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενος ‘τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι’ προσιόντας τέ τινας ἔσχεν αὑτῷ καὶ γνωρίζοντας ὅστις εἴη καὶ πάντων ὧν ἐδεῖτο μεταδιδόντας εὐθέως.
その後、シラクサの体育場に至り、次の詩行を唱えた。 『誰が、さまよえるオイディプスを、今日のこの日に、乏しい贈り物で迎え入れてくれるだろうか』。 すると、彼のもとに歩み寄り、彼が誰であるかを知って、彼が必要とするすべてのものをただちに分け与えてくれる人々が現れた。
ὡς δ’ εἰς Κυρήνην αὐτοῦ τὴν πατρίδα μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο, μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοὺς ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα ἃ καὶ ναυαγήσαντι συνεκκολυμβήσει.
そして、彼の祖国キュレネへ航海しようとする人々が、家族に何か言付けることはないかと尋ねると、難破したときにも共に泳いで逃げられるような、そのような財産を獲得するように家族に勧めてくれ、と彼は言ったのである。