§4τοὺς δέ γε τῇ Τύχῃ συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς, ὀχουμένους δ’ ἐπ’ ἐλπίδων ἀεὶ καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας, ἐνίους μὲν ἐγγὺς ἐνίους δὲ πορρωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους.
On the other hand, those who follow Fortune you will see to be all idle and ignorant of arts, riding always on hopes and running along with the deity as she runs, some nearby and some further away, and some even clinging to her hand itself.
ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον ἐκεῖνον τὸν Λυδὸν ὄψει καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσόν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς.
Among all these you will see also that famous Croesus the Lydian and Polycrates the Samian, and perhaps you will marvel, seeing for the one the Pactolus flowing with gold, and for the other even the fish of the sea serving him.
μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ καὶ Πρίαμον καὶ Διονύσιον.
And among these you will also see Cyrus and Priam and Dionysius.
ἀλλὰ τούτων αὐτῶν ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις.
But a little later you will see these very men—Polycrates crucified, Croesus under Cyrus, and Cyrus himself under others.
ὄψει δὲ καὶ Πρίαμον καθῃρημένον καὶ Διονύσιον ἐν Κορίνθῳ.
You will also see Priam cast down and Dionysius in Corinth.
εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλον τὸν χορόν·
And if you should examine the others who pursue her as she runs from further off, yet without reaching her, you will hate the whole chorus.
εἰσὶ 〈μὲν〉 γὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων, εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι καὶ ἅρπαγες πολλοί, 〈οἳ〉 δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων 〈τὰ〉 ἱερὰ συλήσαντες.
For there are here many demagogues, courtesans, male prostitutes, and betrayers of friends, and there are also murderers, tomb-robbers, and many plunderers, some of whom have not even spared the gods themselves, but have even despoiled their temples.
§5ὁ δ’ ἕτερος τῶν χορῶν πάντες μὲν κόσμιοι καὶ τεχνῶν ἐργάται, οὐ θέουσι δὲ οὐδὲ βοῶσιν οὐδ’ ἀλλήλοις μάχονται· ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεός, ἀμφ’ αὐτὸν δ’ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος ἣν ἐκεῖνος ἔδωκεν οὐκ ἀπολείποντες·
The other of the choruses is entirely orderly and practitioners of arts, and they do not run, nor shout, nor fight with one another; but the god is in their midst, and around him all are arranged in order, each not leaving the place which he assigned.
οἱ μὲν ἔγγιστα τῷ θεῷ καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ φιλόσοφοι καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ γραμματικοί, τούτων δ’ ἐφεξῆς [ὁ δεύτερος χορὸς] ζωγράφοι πλάσται γραμματισταί, τέκτονές τε καὶ ἀρχιτέκτονες καὶ λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δ’ ἡ τρίτη τάξις, αἱ λοιπαὶ τέχναι πᾶσαι.
Those nearest to the god and arranged in a circle around him are geometers, arithmeticians, philosophers, physicians, astronomers, and grammarians; next to these are painters, sculptors, schoolmasters, carpenters, architects, and stone-carvers; and after them is the third rank, all the remaining arts.
κατὰ μέρη μὲν οὕτω κεκόσμηνται· πάντες δὲ πρὸς τὸν θεὸν ἀποβλέπουσι κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι πειθόμενοι.
In their parts they are thus arranged; and all look toward the god, obeying his common command.
θεάσῃ δὲ κἀνταῦθα πολλοὺς μετ’ αὐτοῦ τοῦ θεοῦ, τετάρτην δή τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς Τύχης·
And you will see there also many with the god himself, a certain fourth rank chosen out from the others, not of the sort that those with Fortune were.
οὐ γὰρ ἀξιώμασι πολιτικοῖς οὐδὲ γένους ὑπεροχαῖς οὐδὲ πλούτῳ τοὺς ἀρίστους ὁ θεὸς οὗτος εἴθισται κρίνειν, ἀλλὰ τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων ἄγει, περὶ αὑτὸν ἔχων ἀεί.
For this god is not accustomed to judge the best by political dignities, nor by excellence of birth, nor by wealth, but those who live honorably and excel in their own arts, and follow his commands and practice their arts lawfully, he both honors and leads before the others, having them always about himself.
τοῦτον οἶμαι τὸν χορὸν νοήσας ὁποῖός ἐστιν οὐ μόνον ζηλώσεις ἀλλὰ καὶ προσκυνήσεις.
This chorus, I think, once you perceive what kind it is, you will not only emulate but even worship.
Σωκράτης ἔστιν ἐν αὐτῷ καὶ Ὅμηρος καὶ Ἱπποκράτης καὶ Πλάτων καὶ οἱ τούτων ἐρασταί, οὓς ἴσα καὶ τοῖς θεοῖς σέβομεν, οἷον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ θεοῦ.
Socrates is in it, and Homer, Hippocrates, and Plato, and those who love them, whom we revere equally with the gods, as if they were certain lieutenants and ministers of the god.
〈καὶ〉 τῶν δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη ποτὲ πρὸς αὐτοῦ· οὐ μόνον γὰρ [τῶν] παρόντων πεφρόντικεν ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ ἀπολείπεται.
And of all the others, there is none who was ever neglected by him; for he has cared not only for those present but is also a fellow-voyager to those who sail, and does not desert those who suffer shipwreck.
Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων τοῦ σκάφους ἀπολομένου ἐπὶ τὰς Συρακοσίων ᾐόνας ἐξεβράσθη, πρῶτον μὲν ἐθάρρησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας, οὐκ εἰς βαρβάρους ἥκειν.
Aristippus, at any rate, when once sailing and his vessel being destroyed, was cast up on the shores of the Syracusans, first took courage on seeing a geometrical diagram on the sand; for he reasoned that he had come to Greeks and wise men, not to barbarians.
ἔπειτα παραγενόμενος εἰς τὸ Συρακοσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενος ‘τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι’ προσιόντας τέ τινας ἔσχεν αὑτῷ καὶ γνωρίζοντας ὅστις εἴη καὶ πάντων ὧν ἐδεῖτο μεταδιδόντας εὐθέως.
Then, arriving at the gymnasium of the Syracusans and uttering these verses: "Who will receive the wandering Oedipus today with scanty gifts?" he had some people come up to him and, recognizing who he was, immediately share with him all that he needed.
ὡς δ’ εἰς Κυρήνην αὐτοῦ τὴν πατρίδα μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο, μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοὺς ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα ἃ καὶ ναυαγήσαντι συνεκκολυμβήσει.
And when some who were about to sail to Cyrene, his native city, asked if he had any message for his family, he told them to bid them acquire such possessions as would swim along with even a shipwrecked man.