Humanitext Reader

ガレノス · 諸技芸修得への勧告 §13

アスリートの無益な筋力と動物との比較

10 / 11 箇所 · ギリシア語

要旨

アスリートたちが自負する「力」が、農耕や軍事、気候への耐性、日常の活動において全く役に立たないことを、クロトンのミロンの愚かな最期などを引いて論じ、さらに動物たちが参加するオリンピア競技会の寓話を通じて、人間の力は動物の身体能力に遠く及ばないことを示す。

§13ἀλλ’ ἴσως τῶν 〈μὲν〉 εἰρημένων οὐδενός, ἰσχύος 〈δ’〉 ἀντιποιήσονται·
しかしおそらく、彼らはこれまで述べられたもののいずれにも執着せず、力(強さ)を主張するだろう。
τοῦτο γὰρ εὖ οἶδ’ ὅτι φήσουσιν, ἰσχυρότατοι πάντων εἶναι.
というのも、これについては彼らが、自分たちはすべての人の中で最も強いと主張することを、私はよく知っているからだ。
ποίας, ὦ πρὸς θεῶν, ἰσχύος καὶ ποῦ χρησίμης;
神々の名において問うが、いかなる力であり、どこで役に立つというのか。
πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων;
農耕の仕事に役立つ力だろうか。
πάνυ μὲν οὖν καλῶς ἢ σκάπτειν ἢ θερίζειν ἢ ἀροῦν 〈ἤ〉 τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται.
彼らが、耕したり、刈り入れたり、耕起したり、その他の農業に関するいかなる仕事をも、実に見事にこなすことができるとでもいうのか。
ἀλλ’ ἴσως 〈τῆς〉 εἰς τὰ πολεμικά;
あるいは、戦争に役立つ力だろうか。
τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων ‘πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν δίσκους ἔχοντες; ’ τῷ γὰρ ὄντι ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’.
エウリピデスをもう一度私のために呼び出してくれ。 彼は彼らをこのように歌って皮肉るだろう。 『両手に円盤を携えて、敵と戦うとでもいうのか』実際、『鉄の近くでそのような愚かなことをする者は誰もいない』のだから。
ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροί;
それとも、寒さや暑さに対して強いのだろうか。
αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταί, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν·
それとも、ヘラクレスその人を模倣して、冬も夏も一枚の毛皮をまとい、裸足で過ごし、野宿をし、地べたに寝るのだろうか。
ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι.
というのも、これらすべての点において、彼らは生まれたばかりの赤ん坊よりも弱いからである。
ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν;
それなら、彼らはこれ以上どこでその力を誇示し、何に誇りを持つというのか。
οὐ γὰρ δήπου [ὅτι ἐπὶ] τῷ τοὺς σκυτοτόμους ἢ 〈τοὺς〉 τέκτονας ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἶναι καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ;
まさか、靴仕立て屋や大工や左官を、レスリング場や競技場で投げ倒すことができるということで、威張るわけではなかろう。
τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι 〈θαυμάζεσθαι〉 δικαιοῦσιν·
おそらく、彼らは一日中砂まみれになっている(あるいは、そのことで賞賛される)ことを当然と考えているのだろう。
ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει, καὶ εἴπερ ἐπὶ τούτῳ, μέγα χρὴ φρονεῖν 〈καὶ〉 ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι.
しかし、そのようなことはウズラやヤマウズラにもあることだ。 もしそのことで誇るならば、一日中泥の中で泥浴びをすることについても大いに誇るべきであろう。
ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε τὸ στάδιον.
しかし、ゼウスにかけて誓うが、あのクロトンのミロンは、かつて生贄に捧げられた牡牛を肩に担いで、競技場を端から端まで運んだという。
ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο γιγνώσκειν ὅτι πρὸ βραχέος τὸ βαρύτατον τοῦτο σῶμα τοῦ ταύρου ζῶντος ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζῴου, καὶ πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων, ἥ γε καὶ θεῖν ἠδύνατο βαστάζουσα·
なんと甚だしい愚かさか。 ほんの少し前まで、この牡牛のきわめて重い身体は、その動物自身の魂が生きて支えていたのであり、しかもミロンよりもはるかに疲れずに、それを支えながら走ることさえできたのだ、ということに気づかないとは。
ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία, παραπλησίως τῇ Μίλωνος.
だがそれにもかかわらず、その魂はミロンの力と同様に、何の価値もなかった。
ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς ὅπως ἦν ἀνόητος·
また、彼の最期も彼がいかに愚かであったかを示している。
ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ μῆκος ξύλον ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπέστησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾶν αὐτό.
彼はあるとき、若者がくさびを打ち込んで木を縦に裂いているのを見て、彼を嘲笑して退かせ、自分は両手だけでそれを引き裂こうと試みた。
κἄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου, τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταληφθεῖσαι συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι.
そして、最初の試みで自分の持つすべての力を注ぎ込んで、木の両方の部分を左右に押し分けたが、その際、くさびが抜け落ちてしまった。 その状態で、彼は木の残りの部分を押し分けることができず、長い間耐えていたが、ついに力尽き、手を引き抜くのが間に合わず、元に戻ろうとする木の両部分に挟まれて手がまず潰され、それがミロンにとって惨めな死の原因となった。
πάνυ μὲν οὖν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ βασταχθείς·
したがって、競技場で死んだ牡牛を担ぎ上げたことは、彼が何の被害も受けないようにする上で、実に役に立ったというわけだ。
ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἄν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ Μίλωνος ἐνέργεια [περὶ τὸν ταῦρον], ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους σοφία πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμόν, εἶτα στρατηγήσαντος ὡς ἐχρῆν;
あるいは、ギリシア人たちが異民族と戦ったとき、ミロンのあのような行いがギリシアの共同体を救ったとでもいうのか。 神託を最初に見事に解釈し、次にしかるべく将軍として指揮を執ったテミストクレスの知恵ではなく?
‘σοφὸν γὰρ ἓν βούλευμα 〈τὰς〉 πολλὰς χέρας νικᾷ, σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον κακόν.
『というのも、一つの賢明な計略は多くの手に勝り、武器を伴う無知はより悪い悪である』のだから。
ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν·
アスリートたちの鍛錬が人生のいかなる仕事にとっても役に立たないということは、すでに明白になったと私は確信している。
ὅτι δὲ καὶ ἐν αὐτοῖς οἷς ἀσκοῦσιν οὐδενός εἰσιν ἄξιοι λόγου μάθοιτ’ ἄν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν.
また、彼らが鍛錬していること自体においてさえ、語るに値しないものであるということは、教養ある人々の一人が詩にのせて仕立て上げた、あの寓話を諸君に語れば、理解してもらえるだろう。
ἐστὶ δὲ οὗτος.
その内容は次の通りである。
εἰ Λιὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον ἥκειν [ἓν], οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι.
もしゼウスの意志によって、すべての動物たちに共同生活のための協調と共同体がもたらされ、オリンピアの伝令官が、競技をする人間たちを呼び出すだけでなく、すべての動物たちに競技場に来ることを許すならば、人間は一人も戴冠されることはないと私は思う。
‘ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται,  ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει.
『というのも、長距離競走においては馬が最も優れており、短距離競走は野ウサギが勝ち取るだろう。 』と彼は言う。 『そして中距離競走ではガゼルが秀でるだろう。
μερόπων δ’ ἐναρίθμιος οὐδεὶς ἐν ποσίν, ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.
足の速さにおいて、言葉を話す人間は一人も数に入らない。 おお、軽薄な鍛錬者、哀れな人々よ。
’ ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τις ἐλέφαντος ἢ λέοντος ἰσχυρότερος ἂν φανείη.
』また、ヘラクレスの末裔を自称する者であっても、象やライオンよりも強いとは見なされないだろう。
οἶμαι δ’ ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται.
私は、拳闘においては牡牛が戴冠されると思う。
‘καὶ ὄνος, φησί, λὰξ ὅτι εἰ βούλεται ἐρίσας αὐτὸς τὸν στέφανον οἴσεται.
『さらにロバも、蹴ることによって、もし望むならば競い合って自ら王冠を勝ち取るだろう。
αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτ’ ἄνδρα (εἰκοστὴ δὲ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτ’ ἐνίκα) Ὀγκηστής.
かくて、多くの経験に基づく歴史に、オンケステスというロバが、かつて人間をパンクラティオンで破った(彼が勝ったのは第二十一回オリンピア期であった)と記されることになる。 』と彼は言う。
’ πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων·
この寓話は、アスリートの力が人間のための鍛錬ではないことを、きわめて優雅に示している。
καίτοι γ’ εἰ μηδ’ ἐν ἰσχύι πρωτεύουσι τῶν ζῴων οἱ ἀθληταί, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;
ともあれ、アスリートたちが動物たちの中で力においてさえ一番になれないのであれば、彼らはほかのいかなる善を手に入れることができるというのだろうか。

語釈・文法注

  1. ¦25¦ἀντιποιήσονται — 動詞 ἀντιποιέομαι(中動相)は、ここでは「〜を主張する」「〜を求め争う」という意味で、属格 ἰσχύος を支配している。
  2. ¦20¦ὡς μηδὲ τοῦτο γιγνώσκειν — 感情の属格を伴う感嘆表現 ὦ τῆς ὑπερβαλλούσης ἀνοίας に続き、その「愚かさ」の程度や内容を説明する ὡς + 不定詞の構文。
  3. ¦3v¦οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι — 主節の動詞 οἶμαι に依存する対格不定詞構文。条件節 εἰ ... γένοιτο(希求法過去)に対応する帰結節であり、本来の ἂν στεφθείη(希求法過去+ἄν、潜在・反実仮想)が不定詞 στεφθήσεσθαι + ἄν へと転換されている。

この箇所を引用する

ガレノス, 諸技芸修得への勧告 §13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg001.humanitext-grc2:13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。