§13ἀλλ’ ἴσως τῶν 〈μὲν〉 εἰρημένων οὐδενός, ἰσχύος 〈δ’〉 ἀντιποιήσονται· τοῦτο γὰρ εὖ οἶδ’ ὅτι φήσουσιν, ἰσχυρότατοι πάντων εἶναι.
但是,或许他们不会要求上述任何一项,而会争夺“力量”;因为我确知他们会这样说:他们是所有人中最强壮的。
ποίας, ὦ πρὸς θεῶν, ἰσχύος καὶ ποῦ χρησίμης;
看在神的份上,这算是什么力量,又在何处有用?
πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων;
是在农业的工作中有用的力量吗?
πάνυ μὲν οὖν καλῶς ἢ σκάπτειν ἢ θερίζειν ἢ ἀροῦν 〈ἤ〉 τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται.
他们确实非常擅长挖掘、收割、耕作或进行其他任何与农业相关的事情吗?
ἀλλ’ ἴσως 〈τῆς〉 εἰς τὰ πολεμικά;
但或许是用于军事事务的力量?
τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων ‘πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν δίσκους ἔχοντες;
请再替我召来欧里庇得斯,他会歌颂他们说:“难道他们手里拿着铁饼去与敌人作战吗?
’ τῷ γὰρ ὄντι ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’.
”因为事实上,“在钢铁面前,没有人会做这种蠢事”。
ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροί;
那么,他们是对寒冷和炎热具有抵抗力吗?
αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταί, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν·
他们莫非是赫拉克勒斯本人的效法者,以至于在冬夏都只披一件兽皮,始终赤脚,露天睡觉,睡在地上?
ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι.
因为在所有这些方面,他们比刚出生的婴儿还要软弱。
ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν;
那么,他们还能在哪里展示自己的力量,又凭什么自傲呢?
οὐ γὰρ δήπου [ὅτι ἐπὶ] τῷ τοὺς σκυτοτόμους ἢ 〈τοὺς〉 τέκτονας ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἶναι καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ;
总不至于是在摔跤场和运动场上能够打倒鞋匠、木匠或建筑工,就以此为傲吧?
τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι 〈θαυμάζεσθαι〉 δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει, καὶ εἴπερ ἐπὶ τούτῳ, μέγα χρὴ φρονεῖν 〈καὶ〉 ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι.
或许,他们认为自己理应因为整天沾满沙土而受到赞美;但这种事情连鹌鹑和鹧鸪也能做到,如果因为这个,那也应该大大地为整天在泥里洗澡而自豪了。
ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε τὸ στάδιον.
但是,凭宙斯起誓,那位著名的克罗托内的米隆,曾把一头献祭的公牛扛在肩上运送过了整个运动场。
ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο γιγνώσκειν ὅτι πρὸ βραχέος τὸ βαρύτατον τοῦτο σῶμα τοῦ ταύρου ζῶντος ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζῴου, καὶ πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων, ἥ γε καὶ θεῖν ἠδύνατο βαστάζουσα·
哦,这真是无比的愚蠢,竟然连这一点都不知道:就在不久前,那头动物活着的灵魂还支撑着这具最重的公牛身体,而且比米隆要轻松得多,它甚至能一边支撑着一边奔跑!
ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία, παραπλησίως τῇ Μίλωνος.
但尽管如此,那灵魂也毫无价值,就像米隆的力量一样。
ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς ὅπως ἦν ἀνόητος· ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ μῆκος ξύλον ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπέστησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾶν αὐτό.
而这个男人的结局也表明他是多么愚蠢;他曾看到一个青年通过插入楔子纵向劈开一根木头,嘲笑并赶走了他,自己竟企图仅凭双手将其撕开。
κἄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου, τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταληφθεῖσαι συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι.
接着,在第一次尝试中,他使出了全部的力量,把木头的两边拉开了,但在那期间,由于楔子脱落了,他无法再拉开木头的其余部分,坚持了很久,但后来支撑不住,没来得及缩回双手,双手被并拢的木头夹住,首先被夹碎,从而成为了米隆惨死的原因。
πάνυ μὲν οὖν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ βασταχθείς·
那么,在运动场上扛起死去的公牛,确实对他免受伤害大有益处了!
ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἄν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ Μίλωνος ἐνέργεια [περὶ τὸν ταῦρον], ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους σοφία πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμόν, εἶτα στρατηγήσαντος ὡς ἐχρῆν;
或者是当希腊人与蛮族交战时,米隆的这种举动救了希腊人的共同体,而不是提米斯托克利的智慧——他首先极好地解读了神谕,接着又履行了将领应尽的职责?
‘σοφὸν γὰρ ἓν βούλευμα 〈τὰς〉 πολλὰς χέρας νικᾷ, σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον κακόν.
因为“一个明智的谋略战胜许多双手,而拥有武器的愚昧则是更糟糕的祸害”。
ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ καὶ ἐν αὐτοῖς οἷς ἀσκοῦσιν οὐδενός εἰσιν ἄξιοι λόγου μάθοιτ’ ἄν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν.
运动员的锻炼对于生活中的任何事务都毫无用处,我确信这现在已经很清楚了;但是,甚至在他们自己所锻炼的事情上,他们也无足轻重,如果我向你们讲述那篇由一位文雅之士用诗句改编的寓言,你们就会明白。
ἐστὶ δὲ οὗτος.
它是这样的。
εἰ Λιὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον ἥκειν [ἓν], οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι.
如果因着宙斯的意愿,所有的动物在生活中达成和睦并建立共同体,以至于奥林匹亚的传令官不仅传唤参赛的人类,还允许所有的动物进入运动场,我想没有一个人会获得花冠。
‘ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει.
他说:“因为在长跑中马将是至高无上的,而野兔将夺得短跑的第一,在双程跑中瞪羚将表现卓越。
μερόπων δ’ ἐναρίθμιος οὐδεὶς ἐν ποσίν, ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.
而在足步之速上,能言的人类中没有一个能算得上数,噢,轻浮的锻炼者们,可怜的人们啊!
’ ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τις ἐλέφαντος ἢ λέοντος ἰσχυρότερος ἂν φανείη.
”而且,即便是自称赫拉克勒斯后裔的人中,也不会有任何人显得比大象或狮子更强壮。
οἶμαι δ’ ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται.
我想,在拳击中公牛也会获得花冠。
‘καὶ ὄνος, φησί, λὰξ ὅτι εἰ βούλεται ἐρίσας αὐτὸς τὸν στέφανον οἴσεται.
他说:“连驴子,如果它愿意用踢击来竞争,也会自己夺得花冠。
αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτ’ ἄνδρα (εἰκοστὴ δὲ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτ’ ἐνίκα) Ὀγκηστής.
然而在阅历丰富的历史记载中,将会写道:一头名叫翁凯斯特斯的驴子,曾在潘克拉辛中击败了一个人类(它获胜时是第二十一届奥林匹克运动会)。
’
πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων· καίτοι γ’ εἰ μηδ’ ἐν ἰσχύι πρωτεύουσι τῶν ζῴων οἱ ἀθληταί, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;
” 这篇寓言极其优雅地证明了,体育的力量并不属于人类应该锻炼的范畴;然而,如果运动员甚至在力量上都无法超越动物,他们还能获得其他什么好的事物呢?