§14εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδ’ αὐτῆς ταύτης αὐτοῖς μέτεστιν οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν·
もし身体の快楽をも善であると誰かが言うとしても、彼らにはこれそのものすら、競技している時にも、競技をやめた時にも、分け前がない。
εἴ γε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσίν, οὐ γυμναζόμενοι μόνον ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες, ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίγνονται.
なぜなら、競技の期間中には苦痛と辛酸の中にあり、ただトレーニングするだけでなく強制されて食事をしており、他方、引退した時にはたまたま、身体の大部分が不自由になるからである。
τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται·
おそらくそれなら、彼らは誰よりも多くの富を集めることを誇りにしているのだろう。
καὶ μὴν ἔστιν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας οὐ μόνον ἐκεῖνον τὸν χρόνον καθ’ ὃν ἀθλοῦσιν ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδένα πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου.
しかし実際、諸君は、彼ら全員が競技をしている期間中だけでなく、その鍛錬をやめた後でさえも、借金をしているのを目にすることができるし、裕福な人の平凡な家令の一人よりも裕福なアスリートなど、一人も見出すことはできないだろう。
ἐστὶ δ’ οὐδ’ αὐτὸ τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ τοιαύτην ἐπίστασθαι τέχνην ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει·
また、職業から富を得ること自体が端的に価値あることなのではなく、難破した時にも共に泳ぎ逃れてくれるような、そのような技術を心得ていることこそが価値あることなのだ。
ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων οὔτε τοῖς τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει.
そしてこれは、富裕な人々の財産を管理する人々にも、税吏にも、商人にも備わっていない。
καίτοι πλουτοῦσιν ἐξ ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν ἀπολέσωσι τὰ χρήματα, συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δ’ οὐκ ἔχειν ταύτην ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες·
なるほど彼らは職業から最も多く富を得るが、もしその富を失えば、同時にその事業をも失ってしまう。 なぜなら事業のために何らかの資金を必要とするのに、これを持たないために以前の事業を始めることができなくなるからだ。
οὐδὲ γὰρ δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν.
というのも、担保や抵当なしには誰も彼らに貸し付けないからである。
ὥστ’ εἰ καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις ὑμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ βίου καὶ παραμενοῦσαν.
したがって、もし誰かが諸君に、確実で不名誉でない蓄財へと備えさせることを求めるならば、生涯を通じて存続する技術を鍛錬すべきである。
ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις (ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ καὶ σεμναί, τινὲς δ’ εὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν), ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί τινα.
しかし、技術における最初の区分は二重であり(というのも、技術の中には知的で気高いものもある一方で、軽蔑すべきで身体の労苦を伴うものもあり、これらはまさに卑俗な技術、あるいは手仕事的な技術と呼ばれている)、前者の種類の技術のいずれかを追求する方がより良いだろう。
τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἐπιλείπειν εἴωθε γηρῶντας τοὺς τεχνίτας.
というのも、後者の種類の技術は、職人たちが老いると彼らを見捨てるのが常だからである。
εἰσὶ δ’ ἐκ τοῦ προτέρου γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσική, γεωμετρία τε καὶ ἀριθμητικὴ καὶ λογιστική, καὶ ἀστρονομία καὶ γραμματικὴ καὶ νομική·
他方、前者の種類に属するのは、医学、弁論術、音楽、幾何学、算術、計算術、天文学、文法学、法学である。
πρόσθες δ’ εἰ βούλει ταύταις πλαστικήν τε καὶ γραφικήν·
望むならこれらに彫刻と絵画を加えなさい。
εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν, ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν.
なぜなら、これらは手を通じて働くとしても、その仕事は若者のような力を必要としないからである。
ἐκ τούτων οὗν τινα τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί, καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις ὡς ἡμεῖς φαμεν ἐστὶν ἰατρική.
したがって、魂が完全に家畜のようになってしまっていない若者は、これらの技術のいずれかを身につけ鍛錬しなければならない。 そしてとりわけ、これらの中で最も優れたもの、すなわち我々が主張するように医学であるものを鍛錬すべきである。
τοῦτο δ’ αὐτὸ δεικτέον ἐφεξῆς.
このこと自体を次に示さねばならない。