Humanitext Reader

ピンダロス · ピュティア祝勝歌 §5.1-5.125

アルケシラスの戦車勝利とバットスの裔

10 / 18 箇所 · ギリシア語

要旨

詩人は、富が真の徳や高貴な血統と結びついたときに発揮される大いなる力を称え、ピュティア競技会で勝利を収めたキュレネの王アルケシラスと、無傷で戦車を完走させたその御者カルロトスを賛美するとともに、建国の祖バットスや王家の栄光の歴史を振り返りつつ、アポロンの加護を祈る。

§5.1ὁ πλοῦτος εὐρυσθενής, §5.2ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ §5.3βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ §5.4πολύφιλον ἑπέταν.
富は広大な力を持つ、人の子が、運命の授けによって、清らかな徳と交わったそれ(富)を引き連れ、多くの友を伴う従者とするとき。
§5.5ὦ θεόμορʼ Ἀρκεσίλα, §5.6σύ τοί νιν κλυτᾶς §5.7αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο §5.8σὺν εὐδοξίᾳ μετανίσεαι §5.9ἕκατι χρυσαρμάτου Κάστορος·
神に運命づけられたアルケシラスよ、君は実にそれ(富)を、名高き生涯の最高の段階の始まりから、栄光とともに追い求める、黄金の戦車を駆るカストルの恩恵によって。
§5.10εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν §5.11καταιθύσσει μάκαιραν ἑστίαν.
彼は、冬の嵐の後に、君の祝福された炉辺に晴天の光を注ぎかける。
§5.12σοφοὶ δέ τοι κάλλιον §5.13φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
知恵ある人々は、より美しく神から与えられた力をも担うものだ。
§5.14σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
正義のうちに歩む君を、豊かな幸福が取り巻いている。
§5.15τὸ μέν, ὅτι βασιλεὺς §5.16ἐσσὶ μεγαλᾶν πολίων, §5.17ἔχει συγγενὴς §5.18ὀφθαλμὸς αἰδοιότατον γέρας §5.19τεᾷ τοῦτο μιγνύμενον φρενί·
一つには、君が王であり、偉大な諸都市の(王である)ということ、この生まれながらの支配の瞳が、最も敬意に値する栄誉を君の心に結びつけて持っているからである。
§5.20μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι §5.21εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν §5.22δέδεξαι τόνδε κῶμον ἀνέρων, §5.23Ἀπολλώνιον ἄθυρμα.
また今も君は祝福されている、高名なピュティアの戦車競技において馬とともに既に勝利を収め、人々のこの陽気な合唱を受け入れたのだから、アポロンの喜びを。
τῷ σε μὴ λαθέτω §5.24Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, §5.25παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·
それゆえ、アフロディテの甘き園の周囲で歌い称えられるとき、キュレネを忘れてはならない、万事において神を原因として上に置くことを。
§5.26φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
そして何よりも仲間の中でカルロトスを愛することを。
§5.27ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων §5.28ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν §5.29ἀφίκετο δόμους θεμισκρεόντων·
彼は、のちになって思慮するエピメテウスの娘である「言い訳」を連れてくることなく、バットス家の正義を司る者たちの宮殿に来たのだから。
§5.30ἀλλʼ ἀρισθάρματον §5.31ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
むしろ、優れた戦車によってカスタリアの泉で歓迎され、最高の栄誉を君の髪に巻きつけたのだ。
§5.32ἀκηράτοις ἁνίαις §5.33ποδαρκέων δωδεκάδρομον τέμενος.
傷一つない手綱で、健脚の馬たちとともに十二周の聖地を走り抜けて。
§5.34κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν·
なぜなら、彼の馬具の力は何一つ壊れなかったからだ。
ἀλλὰ κρέμαται, §5.35ὁπόσα χεριαρᾶν §5.36τεκτόνων δαίδαλʼ ἄγων §5.37Κρισαῖον λόφον §5.38ἄμειψεν ἐν κοιλόπεδον νάπος
むしろ、それは吊り下げられている、手の器用な職人たちが作った精巧な細工品すべてが、彼がクリサの丘を越えて神の深い谷へと運んできたまま。
§5.39θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον §5.40μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν,
それらをヒノキ造りの神殿が、神像のすぐ近くに保管している。
§5.41Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ §5.42καθέσσαντο μονόδροπον φυτόν.
弓を引くクレタ人たちが、パルナッソスの屋根のもとに一本の木から削り出して安置した(神像の)。
§5.43ἑκόντι τοίνυν πρέπει §5.44νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.
それゆえ、快い心をもって恩人に立ち向かうのがふさわしい。
§5.45Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.
アレクシビアスの子よ、美しい髪の美徳の女神たちが君を輝かせている。
§5.46μακάριος, ὃς ἔχεις §5.47καὶ πεδὰ μέγαν κάματον §5.48λόγων φερτάτων §5.49μναμήϊʼ·
祝福された者よ、君は持っているのだ、大きな苦労ののちにさえも、最高の言葉という記念碑を。
ἐν τεσσαράκοντα γὰρ §5.50πετόντεσσιν ἁνιόχοις ὅλον §5.51δίφρον κομίξαις ἀταρβεῖ φρενί, §5.52ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν §5.53ἀέθλων καὶ πατρωΐαν πόλιν.
というのも、四十人の御者が転倒する中で、無傷の戦車を恐れぬ心で無事に戻し、今や輝かしい競技からリビュアの平野と祖先の都市へと帰ってきたのだから。
§5.54πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται·
苦労から分け前を持たない者は誰もいないし、これからもいないだろう。
§5.55ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, §5.56πύργος ἄστεος ὄμμα τε φαεννότατον §5.57ξένοισι.
しかし、バットスの古い幸福は、今なおあれやこれやと分け与えながら付き従っている、都市の塔であり、異邦人たちにとって最も輝かしい瞳である(幸福が)。
κεῖνόν γε καὶ βαρύκομποι §5.58λέοντες περὶ δείματι φύγον, §5.59γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·
彼を、猛々しく吠えるライオンたちも恐怖のために逃げ去った、彼が海の向こうの言葉を彼らに発したとき。
§5.60ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων §5.61θῆρας αἰνῷ φόβῳ, §5.62ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
始祖アポロンが野獣たちに恐るべき恐怖を与えたのだ、キュレネの支配者にとって、神託が未完成に終わらないように。
§5.63ὃ καὶ βαρειᾶν νόσων §5.64ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, §5.65πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, §5.66ἀπόλεμον ἀγαγὼν §5.67ἐς πραπίδας εὐνομίαν, §5.68μυχόν τʼ ἀμφέπει §5.69μαντήϊον·
アポロンこそは、重い病の治療法を男たちや女たちに分け与え、竪琴を授け、彼が望む者にムーサを与え、争いのない秩序を人々の心にもたらし、神託の聖所を守っている。
τῷ Λακεδαίμονι §5.70ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ §5.71ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος §5.72ἐκγόνους Αἰγιμιοῦ τε.
彼はラケダイモン、アルゴス、そして神聖なピュロスに、ヘラクレスとアイギミオスの勇敢な子孫たちを住まわせた。
τὸ δʼ ἐμὸν γαρύειν §5.73ἀπὸ Σπάρτας ἐπήρατον κλέος·
そして私の役目は、スパルタから伝わる愛すべき栄光を歌うことだ。
§5.74ὅθεν γεγενναμένοι §5.75ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, §5.76ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·
そこから生まれたアイゲイダイの男たち、私の祖先たちが、神々の助けなしではなく、ある運命に導かれてテーラへとやって来た。
§5.77πολύθυτον ἔρανον §5.78ἔνθεν ἀναδεξάμενοι, §5.79Ἄπολλον, τεᾷ, §5.80Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν §5.81Κυράνας ἀγακτιμέναν πόλιν·
そこから多くの犠牲を捧げる祭宴を受け継いで、アポロンよ、あなたの、カルネイオスよ、私たちは祝宴において崇めている、キュレネの高貴に建てられた都市を。
§5.82ἔχοντι τὰν χαλκοχάρμαι ξένοι §5.83Τρῶες Ἀντανορίδαι.
この都市を、青銅の武具を喜ぶ異邦のトロイア人、アンテノールの子たちが領有している。
σὺν Ἑλένᾳ γὰρ μόλον, §5.84καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον §5.85ἐν Ἄρει.
彼らはヘレナとともにやって来た、彼らの祖国が戦争で煙を上げるのを見たのちに。
τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως §5.86δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
戦車を駆るこの部族を、贈り物を携えて彼らを訪れる人々が、犠牲とともに手厚く迎えている。
§5.87τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς §5.88ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
彼らをアリストテレスが導いた、速い船で海の深い道を開きながら。
§5.89κτίσεν δʼ ἄλσεα μείζονα θεῶν, §5.90εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις §5.91ἀλεξιμβρότοις πεδιάδα πομπαῖς §5.92ἔμμεν ἱππόκροτον
彼は神々のより大きな聖域を築き、アポロンの、人々を保護する聖なる行列のために、平野に馬の蹄が響く石畳の道を真っ直ぐに敷いた。
§5.93σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
そこ(広場)の端に、彼は死んで他とは離れて横たわっている。
§5.94μάκαρ μὲν ἀνδρῶν μέτα §5.95ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής.
彼は生きている間は人々の中で祝福され、死後は人々から崇拝される英雄となった。
§5.96ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν §5.97βασιλέες ἱεροὶ
そして、宮殿の前には、冥府の分け前を得た他の神聖な王たちが離れて眠っている。
§5.98ἐντί, μεγάλαν δʼ ἀρετὰν §5.99δρόσῳ μαλθακᾷ §5.100ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, §5.101ἀκούοντί που χθονίᾳ φρενί, §5.102σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν §5.103ἔνδικόν τʼ Ἀρκεσίλᾳ.
彼らは大いなる徳が、優しい露を注がれるのを、合唱の奔流のもとで、地下の心でおそらく聞いている、自らの幸福と、その息子であるアルケシラスにふさわしい共通の、正義なる恩恵を。
τὸν ἐν ἀοιδᾷ νέων §5.104πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν, §5.105ἔχοντα Πυθωνόθεν §5.106τὸ καλλίνικον λυτήριον δαπανᾶν §5.107μέλος χαρίεν.
若者たちの歌において、黄金の剣を持つフォイボスを呼び求めるのがふさわしい、ピュトから、出費の代償としての美しき勝利の歌を得たのだから。
ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
賢者たちはあの男を賛美する。
§5.108λεγόμενον ἐρέω·
人々が語ることを私は語ろう。
§5.109κρέσσονα μὲν ἁλικίας §5.110νόον φέρβεται §5.111γλῶσσάν τε·
彼はその年齢を超える精神と言葉を養っている。
θάρσος δὲ τανύπτερος §5.112ἐν ὄρνιξιν αἰετὸς ἔπλετο· §5.113ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·
翼を広げた鷲が鳥たちの間での勇者であるように、彼は闘いにおいて盾のような力を持つ。
§5.114ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, §5.115πέφανταί θʼ ἁρματηλάτας σοφός·
彼はムーサたちの間では、愛する母のもとから飛び立つ翼を持ち、熟達した戦車の御者であることが示された。
§5.116ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, §5.117τετόλμακε.
この地に伝わるあらゆる美しい事柄への道において、彼は果敢に挑んだ。
θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
神が今も、そしてこれからも快く彼の力を完成させてくださるように。
§5.118καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες, §5.119διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
将来も同様に、幸いなるクロノスの子らよ、彼の行動と計画において、これ(栄光)を持ち続けさせてください。
§5.120ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων §5.121χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
冬の風の破壊的な息吹が彼の歳月を台無しにすることのないように。
§5.122Διός τοι νόος μέγας κυβερνᾷ §5.123δαίμονʼ ἀνδρῶν φίλων.
実に、ゼウスの大いなる意志が、彼が愛する者たちの運命を導く。
§5.124εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο §5.125δόμεν γέρας ἔπι Βάττου γένει.
私はアポロンに祈る、この栄誉をオリンピアにおいてもバットスの一族に授けてくださるように。

語釈・文法注

  1. 5.2ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ ... αὐτὸν ἀνάγῃ — 接続法 ἀνάγῃ(ἀνάγω)を伴う ὅταν 節は、一般的条件(〜するときはいつでも)を表している。対格の αὐτόν は前出の ὁ πλοῦτος(富)を指し、受動分詞 κεκραμένον はこれにかかる。
  2. 5.23τῷ σε μὴ λαθέτω — 与格の τῷ は指示代名詞(それゆえ、そのために)として機能している。三人称単数命令法過去 μὴ λαθέτω は対格の σε(君)および現在分詞 ἀειδόμενον(歌われていること)を伴い、「〜が君に気づかれないようにせよ(=忘れてはならない)」という構文。
  3. 5.55τὰ καὶ τὰ — 代名詞の重複表現 τὰ καὶ τὰ(これとこれ、あれとあれ)は、運命や幸福がもたらす「良いことと悪いことの両方」あるいは「さまざまなもの」を意味する慣用表現である。
  4. 5.72τὸ δʼ ἐμὸν γαρύειν — 不定詞 γαρύειν は絶対不定詞、あるいは主語的な名詞化不定詞。ここでは「しかし、私のなすべきこと(役目)は歌うことだ」という義務や必然の意味を表している。
  5. 5.101ἀκούοντί που χθονίᾳ φρενί — 与格分詞 ἀκούοντι は複数(前の ἕτεροι βασιλέες)を指す集合的な単数形、または個々の死者を指す。彼らが地下(χθονίᾳ φρενί)で現世の讃歌を「おそらく聞いているだろう」というピンダロスの死生観を反映した記述。

この箇所を引用する

ピンダロス, ピュティア祝勝歌 §5.1-5.125. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:5.1-5.125

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。