§5.1ὁ πλοῦτος εὐρυσθενής, §5.2ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ §5.3βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ §5.4πολύφιλον ἑπέταν.
财富具有广大的力量,当凡人男子在命运的赐予下,带着它与纯洁的德行相融合,使其成为伴随众多友人的追随者。
§5.5ὦ θεόμορʼ Ἀρκεσίλα, §5.6σύ τοί νιν κλυτᾶς §5.7αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο §5.8σὺν εὐδοξίᾳ μετανίσεαι §5.9ἕκατι χρυσαρμάτου Κάστορος· §5.10εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν §5.11καταιθύσσει μάκαιραν ἑστίαν.
神明所眷顾的阿耳刻西拉乌斯啊,你确实从显赫生涯的最高台阶之上,伴随着荣耀去追寻它,凭借驾驶金战车的卡斯托尔之恩宠;他在冬日暴雨之后,将晴朗洒向你那幸福的炉边。
§5.14σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται· §5.15τὸ μέν, ὅτι βασιλεὺς §5.16ἐσσὶ μεγαλᾶν πολίων, §5.17ἔχει συγγενὴς §5.18ὀφθαλμὸς αἰδοιότατον γέρας §5.19τεᾷ τοῦτο μιγνύμενον φρενί· §5.20μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι §5.21εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν §5.22δέδεξαι τόνδε κῶμον ἀνέρων, §5.23Ἀπολλώνιον ἄθυρμα.
走在正义之中的你,被巨大的幸福所包围:一部分是因为你是君王,统治着伟大的城邦,这天生的统治之眼,持守着最值得敬重的尊荣,与你的心神相融合;而你如今同样幸福,因为你已在显赫的皮托凭借骏马赢得胜利,迎来了这支男子的颂歌队,迎来了这合唱队,那是阿波罗的欢愉之物。
τῷ σε μὴ λαθέτω §5.24Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, §5.25παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν· §5.26φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων· §5.27ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων §5.28ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν §5.29ἀφίκετο δόμους θεμισκρεόντων· §5.30ἀλλʼ ἀρισθάρματον §5.31ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
因此,当你在库里涅那阿佛洛狄忒的甜美花园中被歌颂时,切莫忘记将神明视作一切的首要原因,并在同伴中格外珍视卡罗托斯;他并未将厄庇墨透斯那后知后觉的女儿“借口”,带往执掌正义的巴托斯后裔之宫殿;而是凭借卓越的战车在卡斯塔利亚之水旁受到款待,将这至高荣耀戴在你的发丝之上。
§5.34κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται, §5.35ὁπόσα χεριαρᾶν §5.36τεκτόνων δαίδαλʼ ἄγων §5.37Κρισαῖον λόφον §5.38ἄμειψεν ἐν κοιλόπεδον νάπος
因为他的马具力量毫无损坏;相反,凡是能工巧匠所制成的精巧之物,都在他越过克里萨的山丘进入神明那凹陷的幽谷之后,被悬挂在那里。
§5.39θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον §5.40μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν, §5.41Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ §5.42καθέσσαντο μονόδροπον φυτόν.
它们被保存在柏木建造的殿堂里,紧邻着那尊神像,那是带弓的克里特人在帕尔纳索斯屋檐下用单根木材雕刻而成的神像。
§5.45Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.
阿列克西比亚斯之子啊,美发的美惠三女神使你闪耀。
§5.46μακάριος, ὃς ἔχεις §5.47καὶ πεδὰ μέγαν κάματον §5.48λόγων φερτάτων §5.49μναμήϊʼ· ἐν τεσσαράκοντα γὰρ §5.50πετόντεσσιν ἁνιόχοις ὅλον §5.51δίφρον κομίξαις ἀταρβεῖ φρενί, §5.52ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν §5.53ἀέθλων καὶ πατρωΐαν πόλιν.
幸福的人啊,在巨大的辛劳之后,你依然拥有了最崇高言辞的纪念碑;因为在四十位堕落的御者之中,你以无畏的心神带回了完整的战车,如今已从辉煌的竞技回到利比亚的平原与你祖先的城邦。
§5.54πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται· §5.55ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, §5.56πύργος ἄστεος ὄμμα τε φαεννότατον §5.57ξένοισι.
然而在劳苦中,没有任何人已经或将会免于其份;但巴托斯那古老的幸福依然追随,分施着这般与那般,那是城邦的堡垒,是对异乡人而言最璀璨的眼眸。
κεῖνόν γε καὶ βαρύκομποι §5.58λέοντες περὶ δείματι φύγον, §5.59γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν· §5.60ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων §5.61θῆρας αἰνῷ φόβῳ, §5.62ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
对于他,甚至连发出低沉咆哮的狮子也因恐惧而逃跑,当他向它们发出那来自海外的语言时;始祖阿波罗使野兽陷入可怕的惊恐,免得他对库里涅统治者的神谕落空。
§5.63ὃ καὶ βαρειᾶν νόσων §5.64ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, §5.65πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, §5.66ἀπόλεμον ἀγαγὼν §5.67ἐς πραπίδας εὐνομίαν, §5.68μυχόν τʼ ἀμφέπει §5.69μαντήϊον·
他为男女分施沉重病痛的医治之法,并赐予里拉琴,将缪斯赋予他所意愿之人,将无争的秩序引入心神,并守护着神谕的圣所。
τῷ Λακεδαίμονι §5.70ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ §5.71ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος §5.72ἐκγόνους Αἰγιμιοῦ τε.
他在拉刻代蒙、阿耳戈斯以及神圣的皮洛斯,安置了赫拉克勒斯与埃吉米乌斯的英勇后代。
τὸ δʼ ἐμὸν γαρύειν §5.73ἀπὸ Σπάρτας ἐπήρατον κλέος· §5.74ὅθεν γεγενναμένοι §5.75ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, §5.76ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·
而我的职责,是赞唱那来自斯巴达的可爱荣耀,由那里诞生,埃勾斯氏族的男子们来到了锡拉,他们是我的先祖,并非没有神明相助,而是某种命运引导着他们。
§5.77πολύθυτον ἔρανον §5.78ἔνθεν ἀναδεξάμενοι, §5.79Ἄπολλον, τεᾷ, §5.80Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν §5.81Κυράνας ἀγακτιμέναν πόλιν· §5.82ἔχοντι τὰν χαλκοχάρμαι ξένοι §5.83Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον, §5.84καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον §5.85ἐν Ἄρει.
从那里承袭了多祭之宴,阿波罗啊,在你的筵席上,卡涅俄斯啊,我们崇敬着库里涅那建造精良的城邦;这座城由喜好青铜武具的异乡特洛伊人,安特诺尔的后裔所占有;因为他们与海伦一同前来,在目睹祖国于战争中化为硝烟之后。
τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως §5.86δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι, §5.87τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς §5.88ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
而这个驾驭战车的族群,被带着礼物、携着祭品造访他们的男子们殷勤地迎接,他们是由亚里士多德所引导,凭借迅捷的船只开辟了海洋的深邃通道。
§5.89κτίσεν δʼ ἄλσεα μείζονα θεῶν, §5.90εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις §5.91ἀλεξιμβρότοις πεδιάδα πομπαῖς §5.92ἔμμεν ἱππόκροτον §5.93σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
他为神明建立了更宏大的圣林,并且为了阿波罗那护佑凡人的巡游,他在平原上铺设了笔直、回响着马蹄声的石板路,他如今死后独卧于集市的尽头。
§5.96ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν §5.97βασιλέες ἱεροὶ §5.98ἐντί, μεγάλαν δʼ ἀρετὰν §5.99δρόσῳ μαλθακᾷ §5.100ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, §5.101ἀκούοντί που χθονίᾳ φρενί, §5.102σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν §5.103ἔνδικόν τʼ Ἀρκεσίλᾳ.
而在宫殿前的另一处,其他得享冥府之份的神圣君王正安息着;他们或许正以地底的心神,聆听着自身伟大的德行在颂赞的洪流中被洒上温柔的甘露,聆听着那颂扬之流,这既是对他们自己,也是对他们的儿子阿耳刻西拉乌斯的共同恩惠,那是公正的。
τὸν ἐν ἀοιδᾷ νέων §5.104πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν, §5.105ἔχοντα Πυθωνόθεν §5.106τὸ καλλίνικον λυτήριον δαπανᾶν §5.107μέλος χαρίεν.
在青年人的歌声中,理当呼唤手持金剑的福玻斯,因为他带来了从皮托而得、免除开支的优美胜利之歌。
ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
贤智之人皆赞美那男子。
§5.108λεγόμενον ἐρέω· §5.109κρέσσονα μὲν ἁλικίας §5.110νόον φέρβεται §5.111γλῶσσάν τε· θάρσος δὲ τανύπτερος §5.112ἐν ὄρνιξιν αἰετὸς ἔπλετο· §5.113ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος· §5.114ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, §5.115πέφανταί θʼ ἁρματηλάτας σοφός· §5.116ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, §5.117τετόλμακε.
我将诉说人们所言之事:他养育着超越其年龄的心神与言语;如同展翅的雄鹰在鸟群之中那般勇敢,他在竞技中的力量犹如坚盾;在缪斯女神之中,他因亲爱的母亲而插上翅膀,并已被证明是一位智慧的驾车者;凡是本地高尚美事的门径,他都曾勇于尝试。
θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
如今乃至以后,神明都乐意成全他的力量。