§2.1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν,
兄弟たちよ、私たちは私たちの主イエス・キリストの来臨と、私たちの主のもとへの集まりについて、あなたがたにお願いします。
§2.2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου.
主の日が既に来たかのように、霊によっても、言葉によっても、あるいは私たちから出たかのような手紙によっても、あなたがたがすぐに心を動かされたり、うろたえたりしないようにしてください。
§2.3μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον·
誰も、どのような方法によっても、あなたがたを欺いてはなりません。
ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,
なぜなら、まず背教が起こり、不法の者、すなわち滅びの子が現れなければ、その日は来ないからです。
§2.4ὁ ἀντικείμενος
"καὶ ὑπεραιρόμενος ἐπὶ πάντα"
λεγόμενον
"θεὸν"
ἢ σέβασμα, ὥστε αὐτὸν
"εἰς τὸν"
ναὸν
"τοῦ θεοῦ καθίξαι,"
ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν
"θεός—. "
彼は、神と呼ばれるあらゆるもの、あるいは崇拝の対象に敵対し、それ以上に自らを高く上げ、自ら神の神殿に座して、自分が神であることを示す者です。
§2.5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
私がまだあなたがたのところにいた時、これらのことを語っていたのを覚えていませんか。
§2.6καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ·
そして今、あなたがたは、彼がその定められた時に現れるために、何が彼を抑制しているかを知っています。
§2.7τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας·
不法の秘密は既に働いています。
μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
ただ、今それを抑制している者が取り除かれるまでのことです。
§2.8καὶ τότε ἀποκαλυφθήσεται
"ὁ ἄνομος,"
ὃν ὁ κύριος [Ἰησοῦς]
"ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ"
καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
その時、不法の者が現れますが、主イエスは彼をその口の息によって滅ぼし、ご自身の来臨の輝きによって無力にされます。
§2.9οὗ ἐστὶν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους §2.10καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς·
不法の者の来臨は、サタンの働きに伴うものであり、あらゆる力、偽りのしるし、不思議、そして滅びゆく者たちに対する不義のあらゆる欺きを伴います。 なぜなら、彼らは救われるために真理への愛を受け入れなかったからです。
§2.11καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
それゆえ、神は彼らに惑わす力を送り、彼らが偽りを信じるようにされます。
§2.12ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
それは、真理を信じず、むしろ不義を喜んだすべての者が裁かれるためです。
§2.13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ
"ἠγαπημένοι ὑπὸ Κυρίου,"
ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπʼ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
しかし、主に愛されている兄弟たちよ、私たちはあなたがたについて、常に神に感謝する義務があります。 なぜなら、神があなたがたを、御霊による聖別と真理への信仰によって、初めから救いへと選ばれたからです。
§2.14εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
この救いのために、神は私たちの福音を通してあなたがたを召し、私たちの主イエス・キリストの栄光を得させてくださったのです。
§2.15Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
それゆえ、兄弟たちよ、しっかりと立ち、言葉によっても、私たちの手紙によっても、あなたがたが教えられた伝統を固く守りなさい。
§2.16Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, §2.17παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.
私たちの主イエス・キリストご自身、また、私たちを愛し、恵みによって永遠の慰めと良い望みを与えてくださった私たちの父なる神が、あなたがたの心を慰め、すべての良い働きと言葉において、あなたがたを強めてくださいますように。