§2.1Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν, §2.2εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου.
Now we ask you, brothers, with regard to the coming of our Lord Jesus Christ and our assembling to meet him, not to be quickly shaken in mind or alarmed, either by a spirit or a spoken word, or a letter seeming to come from us, to the effect that the day of the Lord has come.
§2.3μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον·
Let no one deceive you in any way.
ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, §2.4ὁ ἀντικείμενος
"καὶ ὑπεραιρόμενος ἐπὶ πάντα"
λεγόμενον
"θεὸν"
ἢ σέβασμα, ὥστε αὐτὸν
"εἰς τὸν"
ναὸν
"τοῦ θεοῦ καθίξαι,"
ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν
"θεός—. "
For that day will not come, unless the rebellion comes first, and the man of lawlessness is revealed, the son of destruction, who opposes and exalts himself against every so-called god or object of worship, so that he takes his seat in the temple of God, proclaiming himself to be God.
§2.5Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
Do you not remember that when I was still with you I told you these things?
§2.6καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ·
And you know what is restraining him now so that he may be revealed in his time.
§2.7τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας·
For the mystery of lawlessness is already at work.
μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
Only he who now restrains it will do so until he is out of the way.
§2.8καὶ τότε ἀποκαλυφθήσεται
"ὁ ἄνομος,"
ὃν ὁ κύριος [Ἰησοῦς]
"ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ"
καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
And then the lawless one will be revealed, whom the Lord Jesus will kill with the breath of his mouth and bring to nothing by the appearance of his coming.
§2.9οὗ ἐστὶν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους §2.10καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς·
The coming of the lawless one is by the activity of Satan with all power and false signs and wonders, and with all wicked deception for those who are perishing, because they refused to love the truth and so be saved.
§2.11καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, §2.12ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
Therefore God sends them a strong delusion, so that they may believe what is false, in order that all may be condemned who did not believe the truth but had pleasure in unrighteousness.
§2.13Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ
"ἠγαπημένοι ὑπὸ Κυρίου,"
ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπʼ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
But we ought always to give thanks to God for you, brothers beloved by the Lord, because God chose you from the beginning to be saved, through sanctification by the Spirit and belief in the truth.
§2.14εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
To this he called you through our gospel, so that you may obtain the glory of our Lord Jesus Christ.
§2.15Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
So then, brothers, stand firm and hold to the traditions that you were taught by us, either by our spoken word or by our letter.
§2.16Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, §2.17παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.
Now may our Lord Jesus Christ himself, and God our Father, who loved us and gave us eternal comfort and good hope through grace, comfort your hearts and establish them in every good work and word.