§8ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ ςωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν ὅπερ εἰώθασίν τινες ποιεῖν;
それとも、ある人々がよくやるように、彼らの教育について言及し、彼らが子供のとき、いかに深い節度の中で育てられ、教育されたかを述べるべきだろうか。
ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα τοὺς παῖδας παιδεύομεν, ἵνα ἄνδρες ἀγαθοὶ γένωνται·
しかし、私が思うに、すべての人が知っていることだが、我々が子供たちを教育するのはこのため、すなわち彼らが優れた男となるためである。
τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν.
そして、この戦争において卓越した徳を備えた男となった人々について言えば、彼らが子供の時に美しく教育されたことは明白である。
§9ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν.
それゆえ、戦争における彼らの勇気について詳細に語ること、そして彼らがいかに多くの善きものの原因を祖国と他のギリシア人たちにもたらしたかを語ることが、最も単純な道であると私は考える。
ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ·
そして、私はまず将軍から始めることにしよう。
καὶ γὰρ δίκαιον.
なぜなら、それこそが当然だからである。
§10Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται τῆς ἡγεμονίας, ἐπέδωκεν ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν·
レオステネスは、全ギリシアが貶められ、畏縮し、フィリッポスやアレクサンドロスからそれぞれの祖国に敵対するよう賄賂を受け取る者たちによって破滅させられているのを見て、また我が国家が指導的な男を必要とし、全ギリシアが覇権を率いることのできる国家を必要としているのを見て、自らを祖国に捧げ、国家をギリシア人の自由のために捧げたのである。
§11καὶ ξενικὴν μὲν δύναμιν συστησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ.
そして彼は、傭兵部隊を組織し、市民軍の指導者となって、ギリシア人の自由の前に立ちはだかった最初の者たち、すなわちボイオティア人、マケドニア人、エウボイア人、および彼らの他の同盟者たちを、ボイオティアにおける戦いで打ち破った。
§12ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, διʼ ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν.
そこから彼はピュライに進んで、かつて野蛮人たちがギリシア人に対して進軍した通路を占拠し、アンティパトロスがギリシアへ進軍するのを阻止し、彼をこの地で捕捉して戦いで破り、ラミアに閉じ込めて包囲した。
§13Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰτωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν.
彼はテッサリア人、フォキス人、アイトリア人、その他その地域のすべての同盟者を味方に引き入れ、フィリッポスやアレクサンドロスが彼らの意に反して従わせて誇っていた人々に対して、レオステネスは彼らの同意を得て指導権を握った。
συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, τῆς δὲ εἱμαρμένης οὐκ ἦν περιγενέσθαι.
彼には、自分が選んだ事柄において勝利を収めることが起こったが、運命に打ち勝つことはできなかった。
§14δίκαιον δʼ ἐστὶν μὴ μόνον ὧν ἔπραξεν Λεωσθένην ἀεὶ χάριν ἔχειν αὐτῷ πρώτῳ, ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ ςτρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν·
レオステネスが成し遂げたことに対して、彼自身に対して最初に感謝をささげ続けるだけでなく、彼の死後に起こったその後の戦いや、この遠征においてギリシア人にもたらされた他の善きものに対しても、彼に感謝をささげるのは公正なことである。
ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους τεθεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.
なぜなら、レオステネスによって据えられた基礎の上に、現在の者たちがその後の事績を築いているからである。
§15καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μηδένα λόγον ποιεῖσθαι, ἀλλὰ Λεωσθένη μόνον ἐγκωμιάζειν.
そして、私が他の市民たちをまったく考慮に入れず、レオステネス一人だけを称賛していると誰も考えてはならない。
συμβαίνει γὰρ τὸν Λεωσθένους ἔπαινον ἐπὶ ταῖς μάχαις ἐγκώμιον τῶν ἄλλων πολιτῶν εἶναι·
なぜなら、戦闘に関するレオステネスへの称賛は、他の市民たちへの賛辞でもあるからである。
τοῦ μὲν γὰρ βουλεύεσθαι καλῶς ὁ στρατηγὸς αἴτιος, τοῦ δὲ νικᾶν μαχομένους οἱ κινδυνεύειν ἐθέλοντες τοῖς σώμαςιν·
というのも、よく計画することの原因は将軍にあり、戦って勝利することは自らの身体を危険にさらすことを厭わない者たちにあるからだ。
ὥστε ὅταν ἐπαινῶ τὴν γεγονυῖαν νίκην, ἅμα τῇ Λεωσθένους ἡγεμονίᾳ καὶ τὴν τῶν ἄλλων ἀρετὴν ἐγκωμιάςω.
したがって、私が起こった勝利を称えるとき、レオステネスの指導力と同時に他の人々の勇気をも称賛することになる。
§16τίς γὰρ οὐκ ἂν δικαίως ἐπαινοίη τῶν πολιτῶν τοὺς ἐν τῷδε τῷ πολέμῳ τελευτήσαντας, οἳ τὰς ἑαυτῶν ψυχὰς ἔδωκαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, φανερωτάτην ἀπόδειξιν ταύτην ἡγούμενοι εἶναι τοῦ βούλεσθαι τῇ Ἑλλάδι τὴν ἐλευθερίαν περιθεῖναι, τὸ μαχομένους τελευτῆσαι ὑπὲρ αὐτῆς.
実際、この戦争で亡くなった市民たち、ギリシア人の自由のために自らの命を捧げた人々を、誰が正当に称賛せずにいられようか。 彼らは、ギリシアに自由をもたらしたいという自らの望みの最も明白な証明は、その自由のために戦って死ぬことであると考えたのである。