§1τῶν μὲν λόγων τῶν μελλόντων ῥηθήσεςθαι ἐπὶ τῷδε τῷ τάφῳ περί τε Λεωσθένους τοῦ στρατηγοῦ καὶ περὶ τῶν ἄλλων τῶν μετʼ ἐκείνου τετελευτηκότων ἐν τῷ πολέμῳ, ὡς ἦσαν ἄνδρες ἀγαθοί, μάρτυς αὐτὸς ὁ χρόνος ὁ ς ωι τὰς πράξεις ς ἀνθρωπ ν πω κα ἑώρακε ωρ ἐν τῷ παντὶ αἰῶνι γεγενη οὔτε ἄνδρας ἀμείνους τῶν τετελευτηκότων οὔτε πράξεις μεγαλοπρεπεστέρας.
この墓の前で、将軍レオステネスと、彼とともにこの戦争で亡くなった他の人々について、彼らがいかに優れた人々であったかを語るであろう言葉に対して、人類の事績をこれまでに見てきた、全時代を通じて存在してきた時間そのものが証人であり、亡くなった人々よりも優れた人々も、これより華々しい偉業も(かつて見たことがない)。
§2διὸ καὶ μάλιστα νῦν φοβοῦμαι, μή μοι συμβῇ τὸν λόγον ἐλάττω φαίνεσθαι τῶν ἔργων τῶν γεγενημένων.
それゆえにまた、今私は特に、私の言葉がなされた事績に比して劣るものに見えてしまうのではないかと恐れている。
πλὴν κατʼ ἐκεῖνό γε πάλιν θαρρῶ ὅτι τὰ ὑπʼ ἐμοῦ ἐκλειπόμενα ὑμεῖς οἱ ἀκούοντες προσθήσετε·
しかし、私が語り落とすところを、聴衆であるあなた方が補ってくださるであろうという点において、再び自信を取り戻している。
οὐ γὰρ ἐν τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλʼ ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν ἐκείνοις πεπραγμένων.
なぜなら、これらの言葉は平凡な人々の前で語られるのではなく、彼らによってなされた事績の目撃者そのものの前で語られるからである。
§3ἄξιον δέ ἐςτιν ἐπαινεῖν τὴν μὲν πόλιν ἡμῶν τῆς προαιρέσεως ἕνεκεν, τὸ προελέσθαι ὅμοια καὶ ἔτι σεμνότερα καὶ καλλίω τῶν πρότερον αὐτῇ πεπραγμένων, τοὺς δὲ τετελευτηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα·
そして、我々の国家をその決断のゆえに、すなわち、かつて自らなした事績と同等か、あるいはそれ以上に厳かで美しいものをあらかじめ選んだことに対して称賛することはふさわしく、また、亡くなった人々をその戦争における勇気のゆえに、すなわち、先祖たちの美徳を汚さなかったことに対して称賛することはふさわしく、さらに将軍レオステネスをその両方のゆえに称賛することはふさわしい。
τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη.
なぜなら、彼は国家に対して決断の提案者となり、また市民に対して軍事行動の指導者となったからである。
§4περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθʼ ἕκαστον ὧν πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν καὶ μνημονεῦσαι·
さて、我が国家がかつて全ギリシアに対して施した恩恵の一つ一つを詳細に説き明かすには、現在の時間も十分ではなく、機会も長々と語るのに適しておらず、また、一人でこれほど多くの、かつこれほど重大な事績を辿り、思い起こすのは容易なことではない。
ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς.
しかし、その要点について、私は彼女について語ることを躊躇わないであろう。
§5ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲν ὥρας διακρίνων εἰς τὸ πρέπον καὶ καλῶς πάντα καθιστάς, τοῖς δὲ ςώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντί τῆς ἀδικίας ἅπασιν ἀπονέμουσα, τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.
太陽が人の住む世界のすべてを巡り、諸季節をしかるべきものに区分し、万物を美しく秩序づけ、人々のうち理性的で寛大な者たちのために、誕生、育成、果実、その他生活に有用なあらゆるものを配慮しているように、我々の国家もまた、悪人を罰し、義人を助け、不義の代わりに平等をすべての人に分配し、独自の危険と出費によってギリシア人に共通の安全を提供し続けているのである。
§6περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως ὥσπερ προεῖπον φράσαι παραλείψω, περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι.
さて、国家の共通の事績については、先に言ったように語るのを控えることにし、レオステネスと他の人々について言葉を述べることにしよう。
νῦν δὲ πόθεν ἄρξωμαι λέγων, ἢ τίνος πρῶτον μνησθῶ;
しかし今、私は語り始めるにあたってどこから始めるべきか、あるいはまず何を想起すべきだろうか。
πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω;
彼ら一人一人の家系について詳しく述べるべきだろうか。
§7ἀλλʼ εὔηθες εἶναι ὑπολαμβάνω·
しかし、それは愚かなことであると私は考える。
τὸν μὲν γὰρ ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον μὲν δεῖ κατʼ ἄνδρα γενεαλογεῖν ἕκαστον· περὶ δὲ Ἀθηναίων ἀνδρῶν τοὺς λόγους ποιούμενον, οἷς ἡ κοινὴ γένεσις αὐτόχθοσιν οὖσιν ἀνυπέρβλητον τὴν εὐγένειαν ἔχει, περίεργον ἡγοῦμαι εἶναι ἰδίᾳ τὰ γένη ἐγκωμιάζειν.
なぜなら、様々な場所から一つの都市に集まって住み、それぞれが独自の家系を持ち込んでいるような、他の人々を称賛する者であれば、一人一人の男の家系を辿る必要があるが、土着の民であって共通の起源が凌駕しがたい高貴な生まれを彼らに与えているアテナイの男たちについて言葉を述べる者にとっては、個別に彼らの家系を称賛することは余計なことであると思うからだ。