← ヒュペレイデス

葬送演説

§8-16

レオステネスの軍功と戦死者の勇気への称賛

語り手は戦死者の教育を長々と語ることを避け、戦争における彼らの勇気と、特に将軍レオステネスの優れた軍事功績に焦点を当てる。レオステネスの死後も彼の築いた基礎の上で戦い抜いたアテナイ市民の総体的な貢献を称賛する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ σωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν ὅπερ εἰώθασίν τινες ποιεῖν; ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα τοὺς παῖδας παιδεύομεν, ἵνα ἄνδρες ἀγαθοὶ γένωνται· τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν.

それとも、ある人々がよくやるように、彼らの教育について言及し、彼らが子供のとき、いかに深い節度の中で育てられ、教育されたかを述べるべきだろうか。しかし、私が思うに、すべての人が知っていることだが、我々が子供たちを教育するのはこのため、すなわち彼らが優れた男となるためである。そして、この戦争において卓越した徳を備えた男となった人々について言えば、彼らが子供の時に美しく教育されたことは明白である。

§9

ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον.

それゆえ、戦争における彼らの勇気について詳細に語ること、そして彼らがいかに多くの善きものの原因を祖国と他のギリシア人たちにもたらしたかを語ることが、最も単純な道であると私は考える。そして、私はまず将軍から始めることにしよう。なぜなら、それこそが当然だからである。

§10

Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται τῆς ἡγεμονίας,1 ἐπέδωκεν ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν·

レオステネスは、全ギリシアが貶められ、畏縮し、フィリッポスやアレクサンドロスからそれぞれの祖国に敵対するよう賄賂を受け取る者たちによって破滅させられているのを見て、また我が国家が指導的な男を必要とし、全ギリシアが覇権を率いることのできる国家を必要としているのを見て、自らを祖国に捧げ、国家をギリシア人の自由のために捧げたのである。

§11

καὶ ξενικὴν μὲν δύναμιν συστησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ.

そして彼は、傭兵部隊を組織し、市民軍の指導者となって、ギリシア人の自由の前に立ちはだかった最初の者たち、すなわちボイオティア人、マケドニア人、エウボイア人、および彼らの他の同盟者たちを、ボイオティアにおける戦いで打ち破った。

§12

ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, διʼ ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν.

そこから彼はピュライに進んで、かつて野蛮人たちがギリシア人に対して進軍した通路を占拠し、アンティパトロスがギリシアへ進軍するのを阻止し、彼をこの地で捕捉して戦いで破り、ラミアに閉じ込めて包囲した。

§13

Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰτωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων2 Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, τῆς δὲ εἱμαρμένης οὐκ ἦν περιγενέσθαι.

彼はテッサリア人、フォキス人、アイトリア人、その他その地域のすべての人々を同盟者とし、フィリッポスやアレクサンドロスが彼らの意に反して従わせて誇っていた人々に対して、レオステネスは彼らの同意を得て指導権を握った。彼には、自分が選んだ事柄において勝利を収めることが起こったが、運命に打ち勝つことはできなかった。

§14

δίκαιον δʼ ἐστὶν μὴ μόνον ὧν ἔπραξεν3 Λεωσθένην ἀεὶ χάριν ἔχειν αὐτῷ πρώτῳ, ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ στρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν· ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους τεθεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.

レオステネスが成し遂げたことに対して、彼自身に対して最初に感謝をささげ続けるだけでなく、彼の死後に起こったその後の戦いや、この遠征においてギリシア人にもたらされた他の善きものに対しても、彼に感謝をささげるのは公正なことである。なぜなら、レオステネスによって据えられた基礎の上に、現在の者たちがその後の事績を築いているからである。

§15

καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μηδένα λόγον ποιεῖσθαι, ἀλλὰ Λεωσθένη μόνον ἐγκωμιάζειν. συμβαίνει γὰρ τὸν Λεωσθένους ἔπαινον ἐπὶ ταῖς μάχαις ἐγκώμιον τῶν ἄλλων πολιτῶν εἶναι· τοῦ μὲν γὰρ βουλεύεσθαι καλῶς ὁ στρατηγὸς αἴτιος, τοῦ δὲ νικᾶν μαχομένους οἱ κινδυνεύειν ἐθέλοντες τοῖς σώμασιν· ὥστε ὅταν ἐπαινῶ τὴν γεγονυῖαν νίκην, ἅμα τῇ Λεωσθένους ἡγεμονίᾳ καὶ τὴν τῶν ἄλλων ἀρετὴν ἐγκωμιάσω.

そして、私が他の市民たちをまったく考慮に入れず、レオステネス一人だけを称賛していると誰も考えてはならない。なぜなら、戦闘に関するレオステネスへの称賛は、他の市民たちへの賛辞でもあるからである。というのも、よく計画することの原因は将軍にあり、戦って勝利することは自らの身体を危険にさらすことを厭わない者たちにあるからだ。したがって、私が起こった勝利を称えるとき、レオステネスの指導力と同時に他の人々の勇気をも称賛することになる。

§16

τίς γὰρ οὐκ ἂν δικαίως ἐπαινοίη τῶν πολιτῶν τοὺς ἐν τῷδε τῷ πολέμῳ τελευτήσαντας, οἳ τὰς ἑαυτῶν ψυχὰς ἔδωκαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, φανερωτάτην ἀπόδειξιν ταύτην ἡγούμενοι εἶναι τοῦ βούλεσθαι τῇ Ἑλλάδι τὴν ἐλευθερίαν περιθεῖναι, τὸ μαχομένους τελευτῆσαι ὑπὲρ αὐτῆς.

実際、この戦争で亡くなった市民たち、ギリシア人の自由のために自らの命を捧げた人々を、誰が正当に称賛せずにいられようか。彼らは、ギリシアに自由をもたらしたいという自らの望みの最も明白な証明は、その自由のために戦って死ぬことであると考えたのである。

構文注3 件
  1. 10ἥτις προστῆναι δυνήσεται τῆς ἡγεμονίας

    関係代名詞 ἥτις(ὅστις の女性単数主格)は、ここでは特定の都市ではなく「(覇権を率いることが)できるような種類の都市」という性質や条件を規定する限定的な関係節を導き、先行詞である πόλεως(属格)を修飾している。

  2. 13ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων

    関係代名詞 ὧν は、後続する主節の指示代名詞 τούτων(ἡγεμονίαν の領有または対象の属格)に同調して、動詞 ἡγεῖσθαι が属格を支配するため、本来の格として属格をとっており、主節の指示代名詞 τούτων とも格が一致している。形容詞 ἀκόντων および ἑκόντων は、論理上の主語の状態を述語的に説明している(「意に反して/同意の下で」)。

  3. 14ὧν ἔπραξεν

    関係代名詞 ὧν は本来、他動詞 ἔπραξεν の目的語として対格 ἃ であるべきだが、先行する主節の χάριν ἔχειν(属格支配)の構造に引っ張られて属格に格吸引されている(先行詞である指示代名詞は省略されている)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(7 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 原文 4 件
urn:cts:greekLit:tlg0030.tlg006.humanitext-grc2:8-16