§8ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ ςωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν ὅπερ εἰώθασίν τινες ποιεῖν;
或者,我是否应该提及他们的教育,以及他们如何在年幼时,如某些人所惯常做的那样,在极大的克己中被抚养和教育?
ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα τοὺς παῖδας παιδεύομεν, ἵνα ἄνδρες ἀγαθοὶ γένωνται· τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν.
但我认为众所周知,我们教育孩子正是为了这个目的,即让他们成为优秀的人;而对于那些在战争中成为德行卓越之人的人,显而易见,他们年幼时得到了良好的教育。
§9ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν.
因此,我认为最简单的方法就是详述他们在战争中的美德,以及他们如何为祖国和其余希腊人带来了许多福祉。
ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον.
我将首先从将军开始;因为这确实是公正的。
§10Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται τῆς ἡγεμονίας, ἐπέδωκεν ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν· §11καὶ ξενικὴν μὲν δύναμιν συστησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ.
莱奥斯提尼看到整个希腊被羞辱和畏缩,被那些为了反对自己的祖国而接受腓力和亚历山大贿赂的人所摧残,又看到我们的城邦需要一个能人,而整个希腊需要一个能够担当领导权首领的城邦,于是他将自己奉献给祖国,将城邦奉献给希腊人以争取自由;他组建了一支雇佣军,并成为公民军队的领袖,在波奥蒂亚的战斗中击败了那些最先联合起来反对希腊人自由的人:波奥蒂亚人、马其顿人、优卑亚人以及他们的其他盟友。
§12ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, διʼ ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν.
从那里他前往皮莱并占领了通道,以往蛮族正是通过这些通道向希腊人进军的,他阻止了安提帕特向希腊进军;并在这些地方将其困住,在战斗中击败他,将他围困在拉米亚城内。
§13Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰτωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν.
他使塞萨利人、福基斯人、埃托利亚人以及该地区的所有其他人成为盟友,对于那些腓力和亚历山大违背其意愿进行统治并以此自夸的人,莱奥斯提尼在他们自愿的情况下取得了领导权。
συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, τῆς δὲ εἱμαρμένης οὐκ ἦν περιγενέσθαι.
他得以在自选的事业中取得成功,但却无法战胜命运。
§14δίκαιον δʼ ἐστὶν μὴ μόνον ὧν ἔπραξεν Λεωσθένην ἀεὶ χάριν ἔχειν αὐτῷ πρώτῳ, ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ ςτρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν· ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους τεθεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.
我们不仅应当永远首先感激莱奥斯提尼本人所成就的事迹,也应当感激他死后所发生的光荣战斗,以及在此次远征中给希腊人带来的其他福祉;因为今天的那些人,正是把随后的行径建立在莱奥斯提尼奠定的基础之上。
§15καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μηδένα λόγον ποιεῖσθαι, ἀλλὰ Λεωσθένη μόνον ἐγκωμιάζειν.
并且,请不要有人以为我完全不考虑其他公民,而仅仅赞美莱奥斯提尼。
συμβαίνει γὰρ τὸν Λεωσθένους ἔπαινον ἐπὶ ταῖς μάχαις ἐγκώμιον τῶν ἄλλων πολιτῶν εἶναι· τοῦ μὲν γὰρ βουλεύεσθαι καλῶς ὁ στρατηγὸς αἴτιος, τοῦ δὲ νικᾶν μαχομένους οἱ κινδυνεύειν ἐθέλοντες τοῖς σώμαςιν·
因为,对莱奥斯提尼在战役中的赞赏,实际上也是对其他公民的赞颂;盖因善于筹划归功于将军,而在战斗中取得胜利则归功于那些愿意以肉身涉险的人。
ὥστε ὅταν ἐπαινῶ τὴν γεγονυῖαν νίκην, ἅμα τῇ Λεωσθένους ἡγεμονίᾳ καὶ τὴν τῶν ἄλλων ἀρετὴν ἐγκωμιάςω.
因此,每当我赞美已经取得的胜利时,我是在赞美莱奥斯提尼领导权的同时,也赞美了其他人的美德。
§16τίς γὰρ οὐκ ἂν δικαίως ἐπαινοίη τῶν πολιτῶν τοὺς ἐν τῷδε τῷ πολέμῳ τελευτήσαντας, οἳ τὰς ἑαυτῶν ψυχὰς ἔδωκαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, φανερωτάτην ἀπόδειξιν ταύτην ἡγούμενοι εἶναι τοῦ βούλεσθαι τῇ Ἑλλάδι τὴν ἐλευθερίαν περιθεῖναι, τὸ μαχομένους τελευτῆσαι ὑπὲρ αὐτῆς.
事实上,谁能不公正地赞扬那些在这场战争中牺牲的公民呢? 他们为了希腊人的自由献出了自己的生命,认为这是证明他们渴望赋予希腊自由的最清晰的明证,即为之战斗而死。