Humanitext Reader

ヒュペレイデス · エウクセニッポス擁護 §18-25

マケドニア追従の嫌疑の反駁とオリュンピアス

3 / 5 箇所 · ギリシア語

要旨

弁論者は、エウクセニッポスに対するマケドニアへのへつらいの告発が不当な虚偽であることを暴き、その無実を強く主張します。さらに、オリュンピアスによるドドナ神殿をめぐる不当な抗議と、それに対抗したアテナイ側の敬虔で正当な対応の歴史的経緯を説明し始めます。

§18ταῦτʼ ἐν τῷ δικαστηρίῳ ἐξεταζόμενα οὐκ ὀρθῶς ἐδόκει γεγράφθαι, ἀλλὰ κατεψηφίσαντό σου οἱ δικασταί.
これらは法廷で吟味された際、正しく提案されたとは見なされず、裁判員たちはあなたに有罪判決を下しました。
εἶτʼ εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ, ἐπειδὴ δὲ συνέβη σοι ἁλῶναι, Εὐξένιππον δεῖ ἀπολωλέναι;
それなら、もしあなたがその告発を免れていたなら、この男は神について嘘をついたことにはならなかったのに、あなたが有罪になる結果となったからといって、エウクセニッポスが破滅しなければならないのですか。
καὶ σοὶ μὲν τῷ τοιοῦτο ψήφισμα γράψαντι πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κελεύσαντος μηδʼ ἐν τῇ Ἀττικῇ δεῖ τεθάφθαι;
しかも、このような決議案を提案したあなたには二十五ドラクマイの罰金刑が科されたというのに、民衆の命令によって神殿に籠もった者は、アッティカの地に埋葬されることすら許されないというのですか。
§19ναί· δεινὰ γὰρ ἐποίησεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀναθεῖναι εἰς τὸ ἄγαλμα τῆς Ὑγιείας.
「そうだとも、彼は献納用の平鉢に関して恐るべきことをしたのだ。 オリュンピアスがヒュギエイアの像にそれを献納するのを許したのだから」と(あなたは言う)。
τοῦτο γὰρ ὑπολαμβάνεις, ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκείνης ὄνομα παραφέρων καὶ κολακείαν ψευδῆ κατηγορῶν Εὐξενίππον, μῖσος καὶ ὀργὴν αὐτῷ συλλέξειν παρὰ τῶν δικαστῶν.
なぜなら、あなたはオリュンピアスの名を自分の裁判の道具として持ち出し、エウクセニッポスに対する虚偽のへつらいを告発することによって、裁判員たちから彼に対する憎しみと怒りを集めることができると考えているからです。
δεῖ δέ, ὦ βέλτιστε, μὴ ἐπὶ τῷ Ὀλυμπιάδος ὀνόματι καὶ τῷ Ἀλεξάνδρου τῶν πολιτῶν τινα ζητεῖν κακόν τι ἐργάσασθαι,
しかし、良き友よ、オリュンピアスやアレクサンドロスの名を利用して、市民の誰かに害を加えようと企てるべきではありません。
§20ἀλλʼ ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρʼ αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῇ πατρίδι.
そうではなく、彼らがアテナイの民衆に対して不当で不適切な書簡を送ってきたときこそ、立ち上がって市のために反論し、彼らのもとから来た使者たちに対して正当性を主張し、祖国を助けるためにギリシア人の共同評議会に赴くべきなのです。
σὺ δʼ ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῷ ἀπολέσαι Εὐξένιππον,
しかしあなたは、あそこでは一度も立ち上がらず、彼らについて発言もしなかったのに、ここではエウクセニッポスを破滅させるためにオリュンピアスを憎んでいるのです。
§21καὶ φῂς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων·
そして、彼が彼女やマケドニア人たちのへつらい者であると主張しています。
ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Μακεδονίαν, ἢ ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, ἢ χρώμενον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστινασοῦν ἢ ἐπʼ ἐργαστηρίου ἢ ἐν τῇ ἀγορᾷ ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται.
もしあなたが、彼が一度でもマケドニアに行ったことがある、あるいは彼らのうちの誰かを自宅に迎え入れたことがある、あるいはそこから来た誰かと親しく付き合ったり面会したりしたことがある、あるいは工房でも広場でも他のどこでも、これらの事柄についていかなる種類の言葉であれ交わしたことがある、そして他のどの市民とも同じように、規律正しく控えめに自分の仕事をこなしていないことを証明できるなら、裁判員たちは彼を望むように処分して構いません。
§22εἰ γὰρ ταῦτα ἦν ἀληθῆ ἃ κατηγορεῖς, οὐκ ἂν σὺ μόνος ᾔδεις, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες οἱ ἐν τῇ πόλει·
なぜなら、あなたの告発していることが真実であるなら、あなた一人だけが知っているのではなく、市の中の他のすべての人々も知っているはずだからです。
ὥσπερ καὶ περὶ τῶν ἄλλων ὅσοι τι ὑπὲρ ἐκείνων ἢ λέγουσιν ἢ πράττουσιν, οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἴσασι καὶ τὰ παιδία τὰ ἐκ τῶν διδασκαλείων καὶ τῶν ῥητόρων τοὺς παρʼ ἐκείνων μισθαρνοῦντας καὶ τῶν ἄλλων τοὺς ξενίζοντας τοὺς ἐκεῖθεν ἥκοντας καὶ ὑποδεχομένους καὶ εἰς τὰς ὁδοὺς ὑπαντῶντας ὅταν προσίωσι·
実際、マケドニア人のために発言したり行動したりしている他のすべての人々について、本人たちだけでなく、他のアテナイ人たちや学校に通う子供たちですら知っています。 弁論家たちのうちで彼らから報酬を得ている者たち、他の者たちのうちでそこから来た使者を歓待し、迎え入れ、彼らが近づいてくると道に出て出迎える者たちを知っているのです。
καὶ οὐδαμοῦ ὄψει οὐδὲ παρʼ ἑνὶ τούτων Εὐξένιππον καταριθμούμενον.
そして、あなたはこれらの人々のうち、どの一人の中にも、エウクセニッポスが数えられているのを見ることは決してないでしょう。
§23σὺ δʼ ἐκείνων μὲν οὐδένα κρίνεις οὐδʼ εἰς ἀγῶνα καθίστης, οὓς πάντες ἴσασι ταὺτα πράττοντας, κατʼ Εὐξενίππου δὲ κολακείαν κατηγορεῖς, οὗ ὁ βίος τὴν αἰτίαν οὐ παραδέχεται.
しかしあなたは、このようなことを行っていると誰もが知っている者たちの誰も裁判にかけず、訴訟も起こさず、その人生がそのような嫌疑を一切受け入れないエウクセニッポスに対して、へつらいの罪を告発しているのです。
καίτοι, εἰ νοῦν εἶχες, περί γε τῆς φιάλης τῆς ἀνατεθείσης οὔτʼ ἂν Εὐξένιππον ᾐτιῶ, οὔτʼ ἂν ἄλλον λόγον οὐδένα ἐνταῦθα ἐποιήσω·
それに、もしあなたに分別があったなら、献納された平鉢に関しては、エウクセニッポスを非難することも、この件について他にいかなる議論をすることもなかったでしょう。
οὐ γὰρ ἁρμόττει.
ふさわしくないからです。
διὰ τί;
なぜでしょうか。
καί μου τὸν λόγον, ὦ ἄνδρες δικασταί, ἀκούσατε, ὃν μέλλω λέγειν.
裁判員の皆さん、私がこれから語ろうとする理由を聞いてください。
§24ὑμῖν Ὀλυμπιὰς ἐγκλήματα πεποίηται περὶ τὰ ἐν Δωδώνῃ οὐ δίκαια, ὡς ἐγὼ δὶς ἤδη ἐν τῷ δήμῳ ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἀθηναίων πρὸς τοὺς ἥκοντας παρʼ αὐτῆς ἐξήλεγξα οὐ προσήκοντα αὐτὴν ἐγκλήματα τῇ πόλει ἐγκαλοῦσαν.
オリュンピアスは、ドドナにおける事柄に関して皆さんに不当な抗議を行ってきましたが、私はすでに二度、民会において、皆さんと他のアテナイ人たちの前で、彼女から遣わされた者たちに対し、彼女が市に対して不当な抗議を申し立てていることを暴きました。
ὑμῖν γὰρ ὁ Ζεὺς ὁ Δωδωναῖος προσέταξεν ἐν τῇ μαντείᾳ τὸ ἄγαλμα τῆς Διώνης ἐπικοσμῆσαι·
なぜなら、ドドナのゼウスが神託において、ディオネの像を装飾するよう皆さんに命じたからです。
§25καὶ ὑμεῖς πρόσωπόν τε ποιησάμενοι ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ.
そして皆さんは、できる限り美しい顔とその他すべての必要な付属品を作り、女神のために多くの豪華な装飾品を用意し、また多額の費用をかけて使節団と生け贄を派遣し、皆さん自身にも女神にもふさわしい形でディオネの神像を装飾しました。
ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρʼ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν·
これらの事柄について、オリュンピアスから書簡で皆さんに抗議が寄せられたのです。
οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν.
その神殿があるモロッティアの土地は彼女のものであるから、私たちが現地のものを何一つ動かすべきではない、として。

語釈・文法注

  1. 18εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ — 過去の事実に反する仮定を表す条件文(条件節は εἰ +直説法過去、帰結節は直説法過去+ἄν)。相手の論理の自己矛盾(「もしあなたが違法提案の訴追を免れていたなら、エウクセニッポスが神について嘘をついたことにはならなかっただろう」)を浮き彫りにするための反実仮想表現です。
  2. 21ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Μακεδονίαν, ἢ ἐκείνων τινὰ ὑποδεξάμενον... ἢ χρώμενον... ἢ ἐντυγχάνοντα... ἢ εἰρηκότα... καὶ μὴ πράττοντα... χρησάσθωσαν... — 関係代名詞 ὅν で導かれる長大な文。ὅν は条件節内の動詞 δείξῃς(「示す」)の直接目的語であり、それに連なる一連の分詞(ἀφιγμένον, ὑποδεξάμενον, χρώμενον, ἐντυγχάνοντα, εἰρηκότα, πράττοντα)はすべてこの目的語に係る補足分詞(間接事実の伝達)です。主節は三人称複数命令法の χρησάσθωσαν(「〜処分するがよい」)で結ばれます。
  3. 24οὐ προσήκοντα αὐτὴν ἐγκλήματα τῇ πόλει ἐγκαλοῦσαν — 動詞 ἐξήλεγξα(「私は暴いた」)の補足分詞として対格の ἐγκαλοῦσαν が用いられ、「彼女が抗議を申し立てていること」を意味します。名詞 ἐγκλήματα と動詞 ἐγκαλοῦσαν は同族目的語の構成となっており、形容詞句 οὐ προσήκοντα は ἐγκλήματα を修飾して「不当な抗議」を表しています。

この箇所を引用する

ヒュペレイデス, エウクセニッポス擁護 §18-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0030.tlg004.humanitext-grc2:18-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。