§18ταῦτʼ ἐν τῷ δικαστηρίῳ ἐξεταζόμενα οὐκ ὀρθῶς ἐδόκει γεγράφθαι, ἀλλὰ κατεψηφίσαντό σου οἱ δικασταί.
这些事在法庭上进行审理时,被认为起草得并不妥当,因此法官们判处你建制违法。
εἶτʼ εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ, ἐπειδὴ δὲ συνέβη σοι ἁλῶναι, Εὐξένιππον δεῖ ἀπολωλέναι;
那么,如果你当时免于起诉,难道这个人就不会被指控对神说谎吗? 但既然你恰巧被判有罪,难道就必须要尤克塞尼普斯毁灭吗?
καὶ σοὶ μὲν τῷ τοιοῦτο ψήφισμα γράψαντι πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κελεύσαντος μηδʼ ἐν τῇ Ἀττικῇ δεῖ τεθάφθαι;
而且你作为起草了这样一份法令的人,仅仅被处以二十五德拉克马的罚款,而那个听从人民命令在神庙中过夜的人,难道连在阿提卡地方安葬都不被允许吗?
§19ναί· δεινὰ γὰρ ἐποίησεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀναθεῖναι εἰς τὸ ἄγαλμα τῆς Ὑγιείας.
“没错,因为他在那只献纳平碗的事上干了可怕的事,竟然允许奥林匹亚丝将其献给许癸厄亚的雕像。
τοῦτο γὰρ ὑπολαμβάνεις, ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκείνης ὄνομα παραφέρων καὶ κολακείαν ψευδῆ κατηγορῶν Εὐξενίππον, μῖσος καὶ ὀργὴν αὐτῷ συλλέξειν παρὰ τῶν δικαστῶν.
”因为你认为,通过把她的名字带入诉讼作为自己的工具,并指控尤克塞尼普斯虚伪奉迎,你就能从法官那里为他招来仇恨和愤怒。
δεῖ δέ, ὦ βέλτιστε, μὴ ἐπὶ τῷ Ὀλυμπιάδος ὀνόματι καὶ τῷ Ἀλεξάνδρου τῶν πολιτῶν τινα ζητεῖν κακόν τι ἐργάσασθαι, §20ἀλλʼ ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρʼ αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῇ πατρίδι.
但是,我优秀的友人啊,我们不应该假借奥林匹亚丝和亚历山大的名义,企图对任何市民加以危害,相反,当他们向雅典人民致信提出不公且不妥的要求时,那时才应当为了城邦站起来反驳,并对他们派来的使者进行据理力争,且前往希腊人的共同会议去援助祖国。
σὺ δʼ ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῷ ἀπολέσαι Εὐξένιππον, §21καὶ φῂς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων·
但你当时在那里从未站起来发言,也从未就他们发表过任何言论,而在这里,你却为了毁灭尤克塞尼普斯而对奥林匹亚丝咬牙切齿,并声称他是她和马其顿人的谄媚者。
ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Μακεδονίαν, ἢ ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, ἢ χρώμενον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστινασοῦν ἢ ἐπʼ ἐργαστηρίου ἢ ἐν τῇ ἀγορᾷ ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται.
如果你能证明他曾去过马其顿,或者曾在自己家里接待过他们中的任何人,或者曾与来自那里的任何人结交或会面,或者曾在作坊里、在市场上或在其他任何地方,就这些事情发表过任何言论,并且证明他没有像其他任何市民一样循规蹈矩、安分守己地生活,那么法官们就可以任意处置他。
§22εἰ γὰρ ταῦτα ἦν ἀληθῆ ἃ κατηγορεῖς, οὐκ ἂν σὺ μόνος ᾔδεις, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες οἱ ἐν τῇ πόλει· ὥσπερ καὶ περὶ τῶν ἄλλων ὅσοι τι ὑπὲρ ἐκείνων ἢ λέγουσιν ἢ πράττουσιν, οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἴσασι καὶ τὰ παιδία τὰ ἐκ τῶν διδασκαλείων καὶ τῶν ῥητόρων τοὺς παρʼ ἐκείνων μισθαρνοῦντας καὶ τῶν ἄλλων τοὺς ξενίζοντας τοὺς ἐκεῖθεν ἥκοντας καὶ ὑποδεχομένους καὶ εἰς τὰς ὁδοὺς ὑπαντῶντας ὅταν προσίωσι·
因为如果你的这些指控是真的,那么不仅你一个人会知道,城邦里的所有其他人也会知道;正如关于为他们说话或做事的其他人一样,不仅他们自己,而且其他雅典人,甚至连学校里的孩子们,都知道哪些演说家从他们那里拿取报酬,以及其他市民中哪些人款待并接纳从那里来的人、并在他们临近时走到路上迎接他们。
καὶ οὐδαμοῦ ὄψει οὐδὲ παρʼ ἑνὶ τούτων Εὐξένιππον καταριθμούμενον.
而在这些人的行列中,你绝对不会在任何地方看到尤克塞尼普斯被列入其中。
§23σὺ δʼ ἐκείνων μὲν οὐδένα κρίνεις οὐδʼ εἰς ἀγῶνα καθίστης, οὓς πάντες ἴσασι ταὺτα πράττοντας, κατʼ Εὐξενίππου δὲ κολακείαν κατηγορεῖς, οὗ ὁ βίος τὴν αἰτίαν οὐ παραδέχεται.
然而你对那些大家都知道在做这些事的人一个都不审判,也不把他们送上法庭,却对生活无可指摘、不容指责的尤克塞尼普斯控以谄媚之罪。
καίτοι, εἰ νοῦν εἶχες, περί γε τῆς φιάλης τῆς ἀνατεθείσης οὔτʼ ἂν Εὐξένιππον ᾐτιῶ, οὔτʼ ἂν ἄλλον λόγον οὐδένα ἐνταῦθα ἐποιήσω· οὐ γὰρ ἁρμόττει.
然而,如果你有理智的话,关于那只被献纳的平碗,你既不该指控尤克塞尼普斯,也不该在此发表任何其他言论;因为这并不合适。
διὰ τί;
为什么呢?
καί μου τὸν λόγον, ὦ ἄνδρες δικασταί, ἀκούσατε, ὃν μέλλω λέγειν.
法官们,请听我接下来要说的理由。
§24ὑμῖν Ὀλυμπιὰς ἐγκλήματα πεποίηται περὶ τὰ ἐν Δωδώνῃ οὐ δίκαια, ὡς ἐγὼ δὶς ἤδη ἐν τῷ δήμῳ ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἀθηναίων πρὸς τοὺς ἥκοντας παρʼ αὐτῆς ἐξήλεγξα οὐ προσήκοντα αὐτὴν ἐγκλήματα τῇ πόλει ἐγκαλοῦσαν.
奥林匹亚丝曾就多多纳的事向你们提出不公的控诉,而我已经两次在公民大会上,当着你们和其他雅典人的面,向从她那里派来的人驳斥了这些说法,证明她对城邦提出了不妥当的控诉。
ὑμῖν γὰρ ὁ Ζεὺς ὁ Δωδωναῖος προσέταξεν ἐν τῇ μαντείᾳ τὸ ἄγαλμα τῆς Διώνης ἐπικοσμῆσαι· §25καὶ ὑμεῖς πρόσωπόν τε ποιησάμενοι ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ.
因为多多纳的宙斯在神谕中命令你们去装饰狄俄涅的雕像;而你们制作了尽可能美轮美奂的(神像)面容以及所有其他相配的部分,为女神准备了许多昂贵华丽的装饰,并花费巨资派遣了使团和祭品,以配得上你们自己和女神的方式装饰了狄俄涅的神像。
ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρʼ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν.
关于这些事,奥林匹亚丝在信中向你们提出了控诉,声称神庙所在的莫洛西亚土地是属于她的,因此我们不应该动那里的任何一样东西。