§26ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν·
それゆえ、もしあなた方が、あの平鉢に関する出来事を不正行為であると議決するなら、ある意味で、私たちは自分自身に対しても、あそこでの出来事を正しく行わなかったという判決を下していることになります。
ἐὰν δʼ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα.
しかし、もし私たちが物事をこれまでに生じた状態のままにしておくなら、私たちは彼女の悲劇的な大騒ぎや非難を奪い去ったことになるでしょう。
οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος.
なぜなら、オリュンピアスにはアテナイの聖域を装飾することが許されているのに、私たちにはドドナの聖域を装飾することが許されないなどということは、まさかないはずだからです。 それも、神がそれを命じたというのに。
§27ἀλλʼ οὐκ ἔστιν, ὦ Πολύευκτε, ὡς ἐμοὶ δοκεῖς, ὅθεν κατηγορίαν οὐκ ἂν ποιήσαιο.
しかしポリュウクトスよ、私にはそう思えるのだが、あなたが非難をそこから引き出しえないような場所など存在しないのだ。
καίτοι σε ἐχρῆν, ἐπείπερ προῄρησαι πολιτεύεσθαι, καὶ νὴ Δία καὶ δύνασαι, μὴ τοὺς ἰδιώτας κρίνειν μηδʼ εἰς τούτους νεανιεύεσθαι, ἀλλὰ τῶν ῥητόρων ἐάν τις ἀδικῇ, τοῦτον κρίνειν, στρατηγὸς ἐάν τις μὴ τὰ δίκαια πράττῃ, τοῦτον εἰσαγγέλλειν·
とはいえ、あなたは政治に関わることを志し、そしてゼウスにかけて、それだけの能力もあるのだから、一般市民を裁判にかけたり彼らに対して横暴に振る舞ったりするべきではなく、弁論家たちの誰かが不正を行うなら、その者を裁判にかけ、将軍の誰かが不当な行動をするなら、その者を弾劾すべきなのだ。
παρὰ γὰρ τούτοις ἐστὶ καὶ τὸ δύνασθαι βλάπτειν τὴν πόλιν, ὅσοι ἂν αὐτῶν προαιρῶνται, οὐ παρʼ Εὐξενίππῳ οὐδὲ τῶν δικαστῶν τούτων οὐδενί.
なぜなら、城邦に害を加える力を持っているのは彼らのうちでそうしようと企てる者たちであり、エウクセニッポスでも、ここにいる裁判員たちの誰でもないからだ。
§28καὶ οὐ σὲ μὲν οὕτως οἴομαι δεῖν πράττειν, αὐτὸς δὲ ἄλλον τινὰ τρόπον τῇ πολιτείᾳ κέχρημαι, ἀλλʼ οὐδʼ αὐτὸς ἰδιώτην οὐδένα πώποτε ἐν τῷ βίῳ ἔκρινα, ἤδη δέ τισι καθʼ ὅσον ἐδυνάμην ἐβοήθησα.
そして私は、あなたにはこのように行動すべきだと考えながら、自分自身は政治において別のやり方をとってきたわけではない。 私自身も生涯において一般市民を裁判にかけたことは一度もなく、むしろこれまで何人かの人々を力及ぶ限り助けてきたのだ。
τίνας οὖν κέκρικα καὶ εἰς ἀγῶνα καθέστακα;
では、私は誰を裁判にかけ、法廷に立たせてきたのか。
Ἀριστοφῶντα τὸν Ἁζηνιέα, ὃς ἰσχυρότατος ἐν τῇ πολιτείᾳ γεγένηται (καὶ οὗτος ἐν τούτῳ τῷ δικαστηρίῳ παρὰ δύο ψήφους ἀπέφυγε)·
アゼニア区のアリストポンである。 彼は国政において最も強力な存在となった者だ(そして彼はこの法廷でわずか二票の差で無罪となった)。
§29Διοπείθη τὸν Σφήττιον, ὃς δεινότατος ἐδόκει εἶναι τῶν ἐν τῇ πόλει·
スプヘトス区のディオペイテス。 彼は市の中で最も手強い人物と見なされていた。
Φιλοκράτη τὸν Ἁγνούσιον, ὃς θρασύτατα καὶ ἀσελγέστατα τῇ πολιτείᾳ κέχρηται.
ハグヌス区のフィロクラテス。 彼は極めて傲慢かつ不埒なやり方で政治に関わった。
τοῦτον εἰσαγγείλας ἐγὼ ὑπὲρ ὧν Φιλίππῳ ὑπηρέτει [αὶ] κατὰ τῆς πόλεως, εἷλον ἐν τῷ δικαστηρίῳ, καὶ τὴν εἰσαγγελίαν ἔγραψα δικαίαν καὶ ὥσπερ ὁ νόμος κελεύει,
ῥήτορα ὄντα λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ
·
この者を、彼が市に不利益となる形でフィリッポスに仕えたことについて私が弾劾し、法廷で有罪を勝ち取った。 そして私は弾劾状を正当にかつ法律の命じる通りに書いた。 すなわち、アテナイの民衆にとって最善ではないことを発言する弁論家でありながら、民衆に敵対する行動をとる者たちから金銭や贈り物を受け取っていること、として。
§30καὶ οὐδʼ οὕτως ἀπέχρησέ μοι τὴν εἰσαγγελίαν ἂν δοῦναι, ἀλλʼ ὑποκάτω παρέγραψα·
それでもなお、単に弾劾状を提出するだけでは私には十分ではなかったので、その下に関連事項を並べて書き添えた。
τάδʼ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών,
εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα·
「彼は金銭を受け取って、民衆にとって最善ではない以下のような発言をした」とし、その下に彼の決議案を署名した。
καὶ πάλιν,
τάδε εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών,
καὶ τὸ ψήφισμα παρέγραφον.
そして再び「彼は金銭を受け取って、民衆にとって最善ではない以下のような発言をした」として、その決議案を並べて書き添えた。
καὶ ἔστι μοι πεντάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον·
このように私は五、六回記述したのだ。
δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι.
なぜなら、裁判と判決は公正に行われなければならないと考えたからだ。
σὺ δʼ ἃ μὲν εἰπεῖν Εὐξένιππον φῂς οὐ τὰ ἄριστα τῷ δήμῳ, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δʼ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει.
しかしあなたは、エウクセニッポスが民衆にとって最善ではないことを言ったと主張するその内容を、弾劾状に書くことができなかった。 それなのに、一般市民である彼を、弁論家の身分であるかのように裁判にかけているのだ。
§31μικρὰ δὲ περὶ τῆς ἀντιγραφῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς ἥκεις φέρων κατʼ αὐτοῦ, λέγων ὡς Φιλοκλεῖ τὴν θυγατέρα ἐδίδου καὶ Δημοτίωνος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵνʼ ἐὰν μὲν ἀφέμενοι τῆς εἰσαγγελίας περὶ τῶν ἔξω τοῦ πράγματος κατηγορηθέντων ἀπολογῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί· τί ταῦθʼ ἡμῖν λέγετε; ἐὰν δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶνται, ὁ ἀγὼν αὐτοῖς χείρων γίγνηται.
そしてあなたは答弁書についてはわずかしか語らず、彼に対する他の罪状や中傷を携えてやって来て、彼がフィロクレスに娘を嫁がせようとしていたとか、デモティオンの仲裁を受け入れたなどと言い、さらにそのような他の非難を投げかけている。 それは、もし彼らが弾劾の件から離れて、事件の本筋から外れた告発内容について弁明するなら、裁判員たちが「なぜそのようなことを我々に語るのか」と言って彼らを遮るようにするためであり、他方、もし彼らがそれらの事柄について何の説明もしないなら、彼らにとって裁判が不利になるようにするためである。
τῶν γὰρ κατηγορηθέντων τὸ μὴ λαβὸν ἀπολογίαν ὑπὸ τῇ ὀργῇ τῶν δικαστῶν καταλείπεται.
なぜなら、告発された事柄のうち、弁明を得られなかったものは、裁判員の怒りに委ねられたまま残されるからである。
§32καὶ τὸ πάντων δεινότατον τῶν ἐν τῷ λόγῳ λεγομένων μένων ὑπὸ σοῦ, ὃ σὺ ᾤου λανθάνειν ὧν ἕνεκα λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται·
そしてあなたの演説の中で語られたことのうちで最も恐るべきことは、あなたがそれを語る目的を隠せていると思い込んでいながら、実際には隠せていないことである。 それは、あなたが演説の中で何度も「エウクセニッポスは裕福だ」と口を滑らせ、またしばらくして「彼は不当に多くの財産を蓄えた」と言うことである。
ἃ εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπʼ αὐτοῦ τοῦ πράγματος, καὶ πότερον ἀδικεῖ ὑμᾶς ὁ κρινόμενος ἢ οὔ.
これらのことは、彼が多くの財産を所有していようと、わずかしか所有していまいと、この裁判にはまさしく何の関係もないことである。 むしろそれは、語る者の悪意を示すものであり、また裁判員たちが、事件そのものや被告人があなた方に不利益を及ぼしたか否かということ以外のどこか別のところに注意を向けるであろうという、彼らに対する不当な憶測を示すものである。
§33κακῶς μοι δοκεῖς εἰδέναι, ὦ Πολύευκτε, ςύ τε καὶ οἱ ταὐτὰ γιγνώσκοντες, ὅτι οὔτε δῆμός ἐστιν οὐδὲ εἷς ἐν τῇ οἰκουμένῃ οὔτε μόναρχος οὔτε ἔθνος μεγαλοψυχότερον τοῦ δήμου τοῦ Ἀθηναίων, τοὺς δὲ συκοφαντουμένους τῶν πολιτῶν ὑπό τινων ἢ καθʼ ἕνα ἢ ἅθρους οὐ προίεται ἀλλὰ βοηθεῖ.
ポリュウクトスよ、あなたもあなたと同じ考えを持つ者たちも、よく分かっていないように私には思われる。 人が住む世界において、アテナイの民衆よりも寛大で気高い民衆、君主、あるいは民族は、ただの一つも存在しないということを。 そしてアテナイの民衆は、何者かによって個別にかあるいは集団でか誣告されている市民たちを見捨てることなく、むしろ助けるのである。