§2.1νῦν δὴ φανερόν μοι ὅτι αὐταὶ αἱ συμφοραὶ καὶ χρεῖαι τούς τε ἀπράγμονας εἰς ἀγῶνας καταστῆναι τούς τε ἡσυχίους τολμᾶν τά τε ἄλλα παρὰ φύσιν λέγειν καὶ δρᾶν βιάζονται.
今や、私には明らかです。 災厄そのものと必要に迫られることが、平穏に暮らす人々には裁判を闘うことを、静かな人々には大胆に振る舞うことを、そしてその他の点でも自然(本性)に反して語り行うことを強制するのだということが。
ἐγὼ γὰρ ἥκιστα τοιοῦτος ὢν καὶ βουλόμενος εἶναι, εἰ μὴ πολύ γε ἔψευσμαι, ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠναγκάσθην νῦν παρὰ τὸν ἄλλον τρόπον ὑπὲρ πραγμάτων ἀπολογεῖσθαι, ὧν ἐγὼ χαλεπῶς μὲν τὴν ἀκρίβειαν ἔγνων, ἔτι δὲ ἀπορωτέρως διάκειμαι ὡς χρὴ ὑμῖν ἑρμηνεῦσαι ταῦτα.
実際、私はそのような人間からは最も遠く、またそうありたいと願っているのですが、もし私自身の思い違いが甚だしくないならば、まさにその災厄によって、今や普段のやり方とは違って、事柄について弁明することを余儀なくされたのです。 その事柄の正確な真相を、私はかろうじて把握したものの、さらに当惑しているのは、これらをいかにあなた方に説明すべきかということです。
§2.2ὑπὸ δὲ σκληρᾶς ἀνάγκης βιαζόμενος, καὶ αὐτὸς εἰς τὸν ὑμέτερον ἔλεον, ὦ ἄνδρες δικασταί, καταπεφευγὼς δέομαι ὑμῶν, ἐὰν ἀκριβέστερον ἢ ὡς σύνηθες ὑμῖν δόξω εἰπεῖν, μὴ διὰ τὰς προειρημένας τύχας δυσχερῶς ἀποδεξαμένους μου τὴν ἀπολογίαν δόξῃ καὶ μὴ ἀληθείᾳ τὴν κρίσιν ποιήσασθαι·
しかし、過酷な必要に迫られ、そして裁判官の皆さん、私自身もあなた方の憐れみに逃げ込んで懇願いたします。 もし私があなた方にとって聞き慣れないほど精緻に語るように思われたとしても、先述の不幸な出来事を理由に私の弁明を嫌悪して受け入れることで、真実ではなく意見(思い込み)によって判決を下すことがないようにしてください。
ἡ μὲν γὰρ δόξα τῶν πραχθέντων πρὸς τῶν λέγειν δυναμένων ἐστίν, ἡ δὲ ἀλήθεια πρὸς τῶν δίκαια καὶ ὅσια πρασσόντων.
なぜなら、行われた事柄についての意見は語る能力のある者たちに有利に働きますが、真実は正しく虔(つつし)ましく行う者たちに味方するからです。
§2.3ἐδόκουν μὲν οὖν ἔγωγε ταῦτα παιδεύων τὸν υἱὸν ἐξ ὧν μάλιστα τὸ κοινὸν ὠφελεῖται, ἀμφοῖν τι ἡμῖν ἀγαθὸν ἀποβήσεσθαι·
私はといえば、息子を教育するにあたって、ポリス全体が最も恩恵を受けるような事柄を習わせることで、我々両者にとって何か良い結果がもたらされるであろうと考えていました。
συμβέβηκε δέ μοι πολὺ παρὰ γνώμην τούτων.
しかし、私の身に起こったことは、これらの期待とは大いに異なるものでした。
τὸ γὰρ μειράκιον οὐχ ὕβρει οὐδὲ ἀκολασίᾳ, ἀλλὰ μελετῶν μετὰ τῶν ἡλίκων ἀκοντίζειν ἐν τῷ γυμνασίῳ ἔβαλε μέν, οὐκ ἀπέκτεινε δὲ οὐδένα κατά γε τὴν ἀλήθειαν ὧν ἔπραξεν, ἄλλου δʼ εἰς αὑτὸν ἁμαρτόντος εἰς ἀκουσίους αἰτίας ἦλθεν.
というのも、あの若者は傲慢さや放縦さからではなく、同世代の若者たちとともに体育場で投げ槍の練習をしていて、槍を放ち(命中させ)はしたものの、彼が行ったことの真実によれば、誰も殺害してはいないのであり、他の者が自らに対して誤りを犯したことで、不本意な罪を着せられるに至ったのです。
§2.4εἰ μὲν γὰρ τὸ ἀκόντιον ἔξω τῶν ὅρων τῆς αὑτοῦ πορείας ἐπὶ τὸν παῖδα ἐξενεχθὲν ἔτρωσεν αὐτόν, οὐδεὶς ἂν ἡμῖν λόγος ὑπελείπετο μὴ φονεῦσιν εἶναι·
もし投げ槍が、それ自体の軌道の限界を超えてその少年の方へと運ばれて彼を傷つけたのであれば、我々が殺人者ではないと言い張る余地は全く残されていなかったでしょう。
τοῦ δὲ παιδὸς ὑπὸ τὴν τοῦ ἀκοντίου φορὰν ὑποδραμόντος καὶ τὸ σῶμα προστήσαντος, ὁ μὲν ἐκωλύθη τοῦ σκοποῦ τυχεῖν, ὁ δὲ ὑπὸ τὸ ἀκόντιον ὑπελθὼν ἐβλήθη, καὶ τὴν αἰτίαν οὐχ ἡμετέραν οὖσαν προσέβαλεν ἡμῖν.
しかし、その少年が投げ槍の軌道の真下へと走り込み、その身を晒したために、一方は的(まと)に当てることを妨げられ、他方は投げ槍の下に入り込んで射抜かれたのであり、我々のものではない罪を我々になすりつけたのです。
§2.5διὰ δὲ τὴν ὑποδρομὴν βληθέντος τοῦ παιδός, τὸ μὲν μειράκιον οὐ δικαίως ἐπικαλεῖται, οὐδένα γὰρ ἔβαλε τῶν ἀπὸ τοῦ σκοποῦ ἀφεστώτων·
少年が走り込んだことによって射抜かれた以上、あの若者は正当に訴えられているのではありません。 なぜなら、彼は的から離れて立っていた人々を誰も射抜いてはいないからです。
ὁ δὲ παῖς εἴπερ ἑστὼς φανερὸς ὑμῖν ἐστι μὴ βληθείς, ἑκουσίως δʼ ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθών, ἔτι σαφεστέρως δηλοῦται διὰ τὴν αὑτοῦ ἁμαρτίαν ἀποθανών·
また、その少年は、もし静止して立っていたのであれば射抜かれなかったであろうことはあなた方にも明らかであり、自ら進んで投げ槍の軌道の下に入り込んだのであるから、彼自身の誤りによって死亡したことはいっそう明確に示されています。
οὐ γὰρ ἂν ἐβλήθη ἀτρεμίζων καὶ μὴ διατρέχων.
なぜなら、もし彼がじっとしていて、横切って走ったりしなければ、射抜かれることはなかったはずだからです。
§2.6ἀκουσίου δὲ τοῦ φόνου ἐξ ἀμφοῖν ὑμῖν ὁμολογουμένου γενέσθαι, ἐκ τῆς ἁμαρτίας, ὁποτέρου αὐτῶν ἐστίν, ἔτι γε σαφέστερον ἂν ὁ φονεὺς ἐλεγχθείη.
殺害が不本意(過失)なものであったことは双方の間で合意されている以上、どちらの側にその誤りがあるかということから、いっそう明確に殺人者が誰であるかが立証されるでしょう。
οἵ τε γὰρ ἁμαρτάνοντες ὡς ἂν ἐπινοήσωσί τι δρᾶσαι, οὗτοι πράκτορες τῶν ἀκουσίων εἰσίν· οἵ τε ἑκούσιόν τι δρῶντες ἢ πάσχοντες, οὗτοι τῶν παθημάτων αἴτιοι γίγνονται.
なぜなら、何かを行おうと意図した際、その進め方において過ちを犯す者こそが、不本意な結果の実行者だからであり、また何かを自発的に行ったり、あるいは被ったりする者こそが、その苦難の原因となるからです。
§2.7τὸ μὲν τοίνυν μειράκιον περὶ οὐδένα οὐδὲν ἥμαρτεν.
したがって、あの若者は誰に対しても何の誤りも犯していません。
οὔτε γὰρ ἀπειρημένον ἀλλὰ προστεταγμένον ἐξεμελέτα, οὔτε ἐν γυμναζομένοις ἀλλʼ ἐν τῇ τῶν ἀκοντιζόντων τάξει ἠκόντιζεν, οὔτε τοῦ σκοποῦ ἁμαρτών, εἰς τοὺς ἀφεστῶτας ἀκοντίσας, τοῦ παιδὸς ἔτυχεν, ἀλλὰ πάντα ὀρθῶς ὡς ἐπενόει δρῶν ἔδρασε μὲν οὐδὲν ἀκούσιον, ἔπαθε δὲ διακωλυθεὶς τοῦ σκοποῦ τυχεῖν.
なぜなら、彼は禁じられたことではなく、命じられたことを練習していたのであり、練習中の人々の間ではなく、投げ槍を投げる人々の列の中で投げていたのであり、的を外して離れたところに立っていた人々に投げつけて少年に当てたのでもなく、自分が意図した通りにすべてを正しく行い、何も不本意なことは行わなかったのであり、ただ的に当てることを妨げられるという被害を被っただけだからです。
§2.8ὁ δὲ παῖς βουλόμενος προδραμεῖν, τοῦ καιροῦ διαμαρτὼν ἐν ᾧ διατρέχων οὐκ ἂν ἐπλήγη, περιέπεσεν οἷς οὐκ ἤθελεν, ἀκουσίως δὲ ἁμαρτὼν εἰς ἑαυτὸν οἰκείαις συμφοραῖς κέχρηται, τῆς δʼ ἁμαρτίας τετιμωρημένος ἑαυτὸν ἔχει τὴν δίκην, οὐ συνηδομένων μὲν οὐδὲ συνεθελόντων ἡμῶν, συναλγούντων δὲ καὶ συλλυπουμένων.
反対に、あの少年は前へ走り抜けようと欲しながら、横切って走っても射抜かれずに済むはずの適切な瞬間を見誤ったために、自分が望まなかった事態に陥ったのです。 そして、自らに対して不本意ながらも誤りを犯したことで、自らの災厄に直面したのであり、その誤りの報いを受けて、自ら罰を被っているのです。 それは我々が共に喜んだり望んだりしたことではなく、共に痛み、共に悲しんでいることですが。
τῆς δὲ ἁμαρτίας εἰς τοῦτον ἡκούσης, τό τʼ ἔργον οὐχ ἡμέτερον ἀλλὰ τοῦ ἐξαμαρτόντος ἐστί, τό τε πάθος εἰς τὸν δράσαντα ἐλθὸν ἡμᾶς μὲν ἀπολύει τῆς αἰτίας, τὸν δὲ δράσαντα δικαίως ἅμα τῇ ἁμαρτίᾳ τετιμώρηται.
たしかに誤りがこの少年に帰する以上、その行為は我々のものではなく、誤りを犯した者のものであり、その被った害はそれを行った者に帰したのであるから、我々の罪を解くものであり、それを行った者はその誤りとともに当然の報いを受けたのです。
§2.9ἀπολύει δὲ καὶ ὁ νόμος ἡμᾶς, ᾧ πιστεύων, εἴργοντι μήτε ἀδίκως μήτε δικαίως ἀποκτείνειν, ὡς φονέα με διώκει.
また、法律も我々の無罪を解き明かしています。 原告は、正当であれ不当であれ殺害することを禁じるその法律を信頼して、私を殺人者として告訴しているのです。
ὑπὸ μὲν γὰρ τῆς αὐτοῦ τοῦ τεθνεῶτος ἁμαρτίας ὅδε ἀπολύεται μηδὲ ἀκουσίως ἀποκτεῖναι αὐτόν·
なぜなら、死者自身の誤りによって、この若者は彼を不本意ながらも殺害したという罪からさえ解き放たれるからです。
ὑπὸ δὲ τοῦ διώκοντος οὐδʼ ἐπικαλούμενος ὡς ἑκὼν ἀπέκτεινεν, ἀμφοῖν ἀπολύεται τοῖν ἐγκλημάτοιν, μήτʼ ἄκων μήθʼ ἑκὼν ἀποκτεῖναι.
また、原告によっても、彼が故意に殺害したとは告発されてさえいないので、彼は過失による殺害でも故意による殺害でもないという、双方の容疑から解き放たれるのです。
§2.10ἀπολυόμενος δὲ ὑπό τε τῆς ἀληθείας τῶν πραχθέντων ὑπό τε τοῦ νόμου καθʼ ὃν διώκεται, οὐδὲ τῶν ἐπιτηδευμάτων ἕνεκα δίκαιοι τοιούτων κακῶν ἀξιοῦσθαί ἐσμεν.
行われた事柄の真実によっても、また彼が告訴されている法律によっても無罪とされる以上、我々はその日頃の行いのゆえに、このような災厄に値する正当な者たちではありません。
οὗτός τε γὰρ ἀνόσια πείσεται τὰς οὐ προσηκούσας φέρων ἁμαρτίας, ἐγώ τε μᾶλλον μὲν οὐδέν, ὁμοίως δὲ τούτῳ ἀναμάρτητος ὤν, εἰς πολλαπλασίους τούτου συμφορὰς ἥξω·
なぜなら、息子は自分に関係のない他人の誤りの報いを受けて、不敬虔な苦しみを受けることになるでしょうし、私は彼より大きいわけではないものの、彼と同じように無実でありながら、彼の何倍もの災厄を被ることになるからです。
ἐπί τε γὰρ τῇ τούτου διαφθορᾷ ἀβίωτον τὸ λειπόμενον τοῦ βίου διάξω, ἐπί τε τῇ ἐμαυτοῦ ἀπαιδίᾳ ζῶν ἔτι κατορυχθήσομαι.
すなわち、彼の破滅によって、私は残りの人生を生きるに値しないものとして送り、私自身の失子(子を失うこと)によって、生きながらにして葬られることになるからです。
§2.11ἐλεοῦντες οὖν τοῦδε μὲν τοῦ νηπίου τὴν ἀναμάρτητον συμφοράν, ἐμοῦ δὲ τοῦ γηραιοῦ καὶ ἀθλίου τὴν ἀπροσδόκητον κακοπάθειαν, μὴ καταψηφισάμενοι δυσμόρους ἡμᾶς καταστήσητε, ἀλλʼ ἀπολύοντες εὐσεβεῖτε.
それゆえ、このうら若い息子の無実の災厄を憐れみ、また年老いて悲惨な私の予期せぬ苦難を憐れんで、有罪の票を投じることで我々を不運に陥れることなく、無罪を言い渡して敬虔に振る舞ってください。
ὅ τε γὰρ ἀποθανὼν συμφοραῖς περιπεσὼν οὐκ ἀτιμώρητός ἐστιν, ἡμεῖς τε οὐ δίκαιοι τὰς τούτων ἁμαρτίας συμφέρειν ἐσμέν.
なぜなら、死者もまた災厄に遭遇したことで、報いを受けていないわけではないのであり、我々が彼らの誤りを共に背負うのは正当ではないからです。
§2.12τήν τε οὖν εὐσέβειαν τούτων τῶν πραχθέντων καὶ τὸ δίκαιον αἰδούμενοι ὁσίως καὶ δικαίως ἀπολύετε ἡμᾶς, καὶ μὴ ἀθλιωτάτω δύο, πατέρα καὶ παῖδα, ἀώροις συμφοραῖς περιβάλητε.
それゆえ、これら行われた事柄の敬虔さと正義を畏れ重んじて、敬虔かつ正当に我々に無罪を言い渡し、父親と息子という最も悲惨な二人の人間を、早すぎる災厄に巻き込まないようにしてください。